- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:507.18-508.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《形而上学》卷Z第10章(1035b14),通过手的定义与功能论证动物的灵魂是形式与实体,并探讨形式与复合体、整体与部分的前后关系,以及心脏或脑等主导器官的关键作用。
" Ἐπεὶ δὲ ἡ τῶν ζῴων ψυχή (τοῦτο γὰρ οὐσία τοῦ ἐμψύχου) ἡ κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι τῷ τοιῷδε σώματι." Ἔτι τὰ περὶ τοῦ ὅλου καὶ μέρους διαρθροῖ καί φησιν ἐπειδὴ ἡ τῶν ζῴων ψυχή ἐστι τὸ εἶδος αὐτῶν (ἐντελέχεια γάρ ἐστι φυσικοῦ ὀργανικοῦ σώματος δυνάμει ζωὴν ἔχοντος, ὡς ἐν τῷ Β τῶν Περὶ ψυχῆς εἴρηται), καὶ κατὰ τὴν ψυχὴν εἰδοποιεῖται τὰ ζῷα, καὶ αὕτη ἐστὶν ἡ κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος τῷ τοιῷδε σώματι· ὡς γὰρ τὸ σχῆμα τοῦ ἀνδριάντος ἐν ὕλῃ ἐστὶ τῷ χαλκῷ, οὕτω καὶ ἡ ψυχὴ τῶν ζῴων ἐν τῷ τοιῷδε σώματι ὡς εἶδος ἐν ὕλῃ ἐστίν. εἰπὼν δ’ ὅτι ἡ ψυχὴ τὸ εἶδός ἐστι τῶν ζῴων, κατασκευάζει τοῦτο ἐκ τῶν μερῶν τῶν ζῴων, λέγων ἕκαστον γοῦν τὸ μέρος, ἐὰν ὁρίζηται καλῶς τὸ μέρος, οὐκ ἄνευ τοῦ ἔργου ὁριεῖται. εἰ γάρ τις καλῶς ὁρίζεται τὴν χεῖρα τοῦ ἀνθρώπου, οὐκ ἄνευ τοῦ ἔργου ὁριεῖται· τὸ δὲ ἔργον αὐτῆς ἄνευ αἰσθήσεως καὶ ψυχῆς οὐχ ὑπάρξει αὐτῇ. εἰ δὴ ἡ χεὶρ ἐν τῷ τὸ οἰκεῖον ἔργον ἀποτελεῖν εἰδοποιεῖται, τοῦτο δ’ ἄνευ αἰσθήσεως καὶ ψυχῆς ἀδύνατόν ἐστιν1 αὐτῇ ὑπάρξαι, καὶ φανερὸν ὅτι εἶδος τῆς χειρὸς ἡ αἴσθησις ἢ ἡ ἀπὸ τῆς ψυχῆς χορηγουμένη αὐτῇ δύναμις πρὸς τὸ τὸ οἰκεῖον ἔργον ἀποτελεῖν, φανερὸν ὅτι καὶ τῶν ζῴων ἡ κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος ἡ ψυχή ἐστιν. ἐπειδὴ οὖν, ὡς εἴρηται, ἡ τῶν ζῴων ψυχὴ τὸ εἶδός ἐστιν αὐτῶν, τὰ ταύτης μέρη ἢ πάντα ἤ, ὅπερ καὶ ἀληθές, εἰ μὴ πάντα ἀλλ’ οὖν ἔνια πρότερα τοῦ συνόλου ἐστὶ ζῴου· τὸ μὲν γὰρ θρεπτικὸν καὶ ὀρεκτικὸν τοῦ συναμφοτέρου, τὸ δὲ θεωρεῖν οὐ τοῦ συναμφοτέρου. ἀκριβέστερον δὲ περὶ τούτων εἴρηται ἐν τῇ Περὶ ψυχῆς. ἢ τὸ ἢ ἔνια πρόσκειται διὰ τὰ ἐξισάζοντα· τὸ μὲν γὰρ λογικὸν καὶ θνητὸν δῆλον ὡς πρότερόν ἐστι τοῦ ἀνθρώπου (ἐπὶ πλέον γάρ εἰσιν αὐτοῦ), τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν οὐκέτι, ἀλλ’ ἐξισάζει, καὶ ἐπὶ τούτῳ οὐ πρότερον· εἴ τι γὰρ ἄνθρωπος, νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ εἴ τι νοῦ καὶ ἐπιστήμης δεκτικόν, τοῦτο ἄνθρωπος. ὡς δὲ ἐπὶ τῶν ζῴων ἔχει, οὕτως καὶ ἐπὶ τῶν ἄλλων· τούτου γὰρ δηλωτικόν ἐστι τὸ καὶ καθ’ ἕκαστον δὴ ὁμοίως. καὶ τὰ μὲν τοῦ εἴδους τῶν ζῴων μόρια πρότερα, τὸ δὲ σῶμα καὶ τὰ μόρια αὐτοῦ ὕστερα ταύτης τῆς οὐσίας, τουτέστι τοῦ εἴδους. καὶ διαιρεῖται εἰς τὸ σῶμα καὶ τὰ μόρια αὐτοῦ ὡς εἰς ὕλην τὸ σύνολον, ἀλλ’ οὐχ ἡ οὐσία καὶ τὸ εἶδος διαιρεῖται εἰς τὰ τοῦ σώματος μέρη· καὶ ἔστι τὰ τοιαῦτα μόρια τοῦ συνθέτου· τοῦτο γὰρ λέγει σύνολον. τὸ δὲ σύνθετον τρόπον μέν τινα πρότερόν ἐστι τῶν μερῶν, τρόπον δέ τινα ὕστερον. ᾗ μὲν γὰρ τὰ μόρια χωριζόμενα οὐ δύναται εἶναι, τὸ δὲ μορίων τινῶν ἄνευ, εἰ καὶ μὴ πάντων, δύναται εἶναι, ἐστὶ πρότερον τὸ ὅλον τῶν μερῶν· ᾗ δὲ πάλιν τὸ ἔκ τινων συγκείμενον ὕστερόν ἐστι τῶν συντιθέντων αὐτό, σύγκειται δὲ τὸ ὅλον ἐκ τῶν μερῶν, ὕστερόν ἐστι τῶν μερῶν. εἰπὼν δὲ ὅτι τὰ μέρη χωριζόμενα οὐ δύναται εἶναι, τὴν αἰτίαν τοῦ πῶς οὐ δύναται εἶναι ἐπήγαγεν εἰπὼν οὐδὲ γὰρ ὁ πάντως ἔχων δάκτυλος ζῴου, ἴσον λέγων τῷ χωρισθεὶς ὁ δάκτυλος τοῦ ζῴου ὡς μὲν σῶμα δύναται εἶναι, ὡς δὲ δάκτυλος οὐδαμῶς. οὐ γὰρ ὡς ἔτυχεν ἔχων ὁ δάκτυλος λέγεται δάκτυλος, ἀλλ’ ὁ τὸ ἔργον τοῦ δακτύλου ποιῶν, ὥστε ὁ τεθνηκὼς δάκτυλος ὁμωνύμως λέγεται δάκτυλος, κυρίως δ’ οὐδαμῶς. καὶ ἔνια μὲν τῶν τοῦ ὅλου μορίων χωρισθέντα δύναται τὸ ὅλον ἄνευ ἐκείνων εἶναι, ἔνια δὲ χωρισθέντα εὐθὺς συναναιρεῖ τὸ ὅλον, ὅσα ἐστὶ κύρια καὶ ἐν οἷς πρώτοις ἐστὶν ὁ λόγος καὶ ἡ οὐσία, τουτέστιν ἡ ψυχή· ἡ ψυχὴ γὰρ τῶν ζῴων ἐστὶ τὸ εἶδος. εἴτε οὖν ἐστιν ἡ καρδία ἀρχὴ τῶν ζῴων καὶ ἐν ταύτῃ πρώτως ἐστὶν ἡ ψυχή, ὡς τούτῳ δοκεῖ, εἴτε ὁ ἐγκέφαλος, ὡς Ἱπποκράτει καὶ Πλάτωνι, ἅμα τῷ χωρισθῆναι τοῦ ὅλου φθείρουσιν αὐτά.2
“既然动物的灵魂(因为这就是具灵魂者的实体)是依定义的实体,是形式,也是这种身体的本质。” 他进一步剖析了关于整体和部分的事情,并说,既然动物的灵魂是它们的形式(因为正如在《论灵魂》第二卷中所说的,它是潜在具有生命的有器官的自然身体的现实性),并且动物是依照灵魂而获得其形式的,且灵魂正是依定义的实体以及对于这种身体而言的形式;因为正如雕像的形状在作为质料的青铜中一样,动物的灵魂也如形式在质料中一样在这样的身体中。在说明了灵魂是动物的形式之后,他从动物的部分来确立这一点,他说无论如何,每个部分若被妥当定义,都不会不结合其功能而被定义。因为如果有人妥当地定义人的手,他就不会不结合其功能来定义它;而它的功能若无感觉和灵魂就不会属于它。那么,如果手是在完成其固有功能中获得形式的,而这若无感觉和灵魂便不可能属于它,并且显然手的形式就是感觉,或者是由灵魂提供给它以完成其固有功能的能力,那么显然动物的依定义的实体和形式也就是灵魂。因此,正如所说过的,既然动物的灵魂是它们的形式,这一[灵魂]的部分——要么全部,要么正如确实属实的那样,即使不是全部,至少某些部分——先于复合的动物;因为摄取营养和欲望的部分属于结合体,而观照则不属于结合体。关于这些事情,在《论灵魂》中有更精确的论述。或者,“或者某些”这一语词是由于并延的事物而被添加的;因为有理性的和必死的显然先于人(因为它们的外延大于人),但能接受理智和知识的则不再如此,而是并延的,且在这点上并不在先;因为只要某物是人,它就能接受理智和知识,而只要某物能接受理智和知识,它就是人。在动物身上是如此,在其他事物身上也是如此;因为“同样在各个具体事物上”正是表明这一点的。并且动物形式的部分是先在的,而身体及其部分则后于这实体,也就是后于形式。复合体被分割为身体及其部分,正如被分割为质料一样,但实体和形式并不是被分割为身体的部分;而这些部分属于结合体;因为这就是他所谓的复合体。但结合体在某种方式上先于部分,在某种方式上又后于部分。因为在部分被分离后便不能存在,而整体在没有某些部分的情况下(即使并非没有全部)却能存在这一点上,整体先于部分;但在由某些事物所构成的东西后于构成它的那些事物,且整体是由部分所构成这一点上,它又后于部分。在说了部分被分离后便不能存在之后,他附加说明了它们何以不能存在的原因,他说“因为也并不是处于任何状态下的手指都是动物的”,这等于说:动物的手指在被分离后,作为身体固然能够存在,但作为手指则绝不能存在。因为并不是处于任何偶成状态的手指都被称为手指,而是执行手指功能的才是手指,所以死的手指只是同名异义地被称为手指,严格意义上绝非如此。而在整体的部分中,有些部分被分离后,整体在没有它们的情况下仍能存在,有些部分被分离后,则立即连同整体一起消灭,即那些具有主导作用的、且定义与实体(也就是灵魂)原初所居于其中的部分;因为动物的灵魂就是形式。因此,无论像这个人所认为的那样,心脏是动物的本原且灵魂原初地居于其中,还是像希波克拉底和柏拉图所认为的那样是脑,它们一从整体被分离,就毁灭了动物们。
- 7.31εἰ δὴ ἡ χεὶρ ἐν τῷ τὸ οἰκεῖον ἔργον ἀποτελεῖν εἰδοποιεῖται, τοῦτο δ’ ἄνευ αἰσθήσεως καὶ ψυχῆς ἀδύνατόν ἐστιν αὐτῇ ὑπάρξαι, καὶ φανερὸν ὅτι εἶδος τῆς χειρὸς ἡ αἴσθησις ἢ ἡ ἀπὸ τῆς ψυχῆς χορηγουμένη αὐτῇ δύναμις πρὸς τὸ τὸ οἰκεῖον ἔργον ἀποτελεῖν, φανερὸν ὅτι καὶ τῶν ζῴων ἡ κατὰ τὸν λόγον οὐσία καὶ τὸ εἶδος ἡ ψυχή ἐστιν.
这是一个复合条件句结构。从 εἰ δὴ ... τοῦτο δ' ... 到 καὶ φανερὸν ὅτι ... 共同构成前件条件(这里的 καὶ 引导并列的条件分句),而后半部分的 φανερὸν ὅτι καὶ τῶν ζῴων... 才是主句(后件)。
- 7.31ἅμα τῷ χωρισθῆναι τοῦ ὅλου φθείρουσιν αὐτά.
及物动词 φθείρουσιν 的主语是前文提及的心脏(ἡ καρδία)或脑(ὁ ἐγκέφαλος),宾语 αὐτά 为中性复数,指代动物们(τὰ ζῷα)。全句意为这些主导器官一旦从整体中脱离,就会导致动物灭亡。
