← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§505.36-507.17

复合体的分割消灭与形式及质料部分的先后

对亚里士多德《形而上学》Z卷第10章的注解。亚历山大阐明被分割和消灭的并非形式而是包含质料的复合体,并通过同名异义性解释了普遍与个别何以皆被称为“圆”,随后论述了部分与全体的先后关系:形式的部分先于全体,而质料性的部分则后于全体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.29#2

οὐ γὰρ τὸ εἶδος εἰς αὐτὰ διαιρεῖται ἀλλὰ τὸ σύνθετον. εἰπὼν δὲ ὅτι ἔνια μὲν φθείρεται εἰς αὐτὰ ἔνια δ’ οὐδαμῶς, λέγει τίνα μὲν τὰ φθειρόμενα εἰς αὐτὰ καὶ τίνα μή, ὅτι ὅσα μὲν οὖν συνειλημμένα τὸ εἶδος καὶ ἡ ὕλη ἐστί,1 τουτέστιν ὅσα μὲν ἐξ ὕλης καὶ εἴδους ἐστίν, οἷον τὸ σιμόν (τοῦτο γὰρ οὐδὲ τῷ λόγῳ τῆς ὕλης χωρίσαι δυνατόν) ἢ ὁ χαλκοῦς κύκλος (καὶ γὰρ οὗτος συνειλημμένος ἐστὶ τῇ ὕλῃ), ταῦτα φθείρεται εἰς αὐτὰ καὶ μέρος αὐτῶν ἐστιν ἡ ὕλη· ὅσα δὲ οὐ συνείληπται τῇ ὕλῃ, ἄνευ δὲ ὕλης ἐστίν, ὡς τὰ εἴδη, ὧν δὴ καὶ μόνων οἱ λόγοι εἰσί (τῶν γὰρ συνθέτων, ὡς δείξει, λόγοι οὐκ εἰσι), τούτων δὴ τῶν εἰδῶν οὔτε μέρη εἰσὶ ταῦτα, τὰ ὀστᾶ δηλονότι καὶ αἱ σάρκες, οὔτε φθείρεται εἰς αὐτά, ἢ ὅλως ἢ οὔτοι οὕτω γε.2 ὅλως μὲν οὖν οὐ φθείρεται ὁ ἄνθρωπος ἐμοῦ φθειρομένου, ὅτι μετὰ τὴν ἐμὴν φθορὰν ἐκεῖνος πάλιν ἐστίν· ἀλλ’ ἐπειδὴ ἐγὼ ὑπ’ ἐκεῖνόν εἰμι καὶ μέρος ὢν αὐτοῦ τυγχάνω, ἐμοῦ φθειρομένου φθείρεται κατὰ συμβεβηκὸς κἀκεῖνος. ὥστε τῶν συνθέτων ταῦτα τὰ ὡς ὕλη εἰσὶ μέρη καὶ ἀρχαί, τῶν δὲ εἰδῶν οὔτε μέρη οὔτε ἀρχαί. καὶ διὰ τὸ εἶναι τῶν συνθέτων ταῦτα μέρη φθείρονται πάλιν τὰ σύνθετα εἰς αὐτά, ὁ μὲν πήλινος ἀνδριὰς εἰς πηλὸν καὶ ἡ χαλκῆ σφαῖρα εἰς χαλκὸν καὶ ὁ Καλλίας εἰς σάρκα καὶ ὀστᾶ καὶ ὁ κύκλος εἰς τὰ τμήματα· ἐστὶ γὰρ ἐν τοῖς τμήμασιν ὅπερ ἐν αὐτοῖς συνείληπται ὡς ὕλη, τοῦτο δ’ ἐστὶν ἣν νοοῦμεν, ὥσπερ εἴρηται, ὑπὸ εὐθείας καὶ περιφερείας περιεχομένην. εἰπὼν δὲ ὅτι καὶ ὁ κύκλος φθείρεται εἰς χαλκόν, ἐπειδὴ κύκλος λέγεται καὶ ὁ μερικὸς καὶ σύνθετος, λέγεται δὲ κύκλος καὶ τὸ τοῦ κύκλου εἶδος, αὐτὸ δὲ ὡς δέδεικται οὔτε γίγνεται οὔτε φθείρεται, ἐπήγαγεν ὁμωνύμως γὰρ λέγεται ὁ κύκλος ὅ τε ἁπλῶς καὶ ὁ καθ’ ἕκαστον, δυνάμει λέγων ὅτι εἰπόντες ὡς ὁ κύκλος φθείρεται, οὐ δεῖ ταράττεσθαι καὶ κύκλον φθείρεσθαι ὑπολαμβάνειν ἡμᾶς λέγειν τὸν καθόλου καὶ τὸ εἶδος, ἀλλὰ τὸν μερικόν. ἐπὶ μὲν γὰρ τῶν καθ’ ἕκαστα ἀνθρώπων, ἐπειδὴ κεῖται αὐτοῖς σὺν τῷ κοινῷ ὀνόματι τῷ ἄνθρωπος καὶ ἴδιον ὄνομα οἷον τὸ Καλλίας, τὸ Μίκαλλος, οὐ φαμεν ὅτι φθείρεται ἄνθρωπος ἀλλ’ ὅτι Καλλίας ἢ Μίκαλλος· ἐπὶ δὲ τῶν κύκλων, ἐπειδὴ οὐκ ἐτέθη αὐτοῖς ὀνόματα ἀλλὰ καὶ ὁ καθόλου καὶ ὁδὶ ὁ μερικὸς κύκλοι λέγονται, ἐπὶ τούτῳ φαμὲν ὅτι φθείρεται ὁ κύκλος· εἰ δ’ ὁ χαλκοῦς κύκλος ἱμάτιον φέρε εἰπεῖν ἐκαλεῖτο, οὐκ ἂν ἐλέγομεν ὅτι ὁ κύκλος φθείρεται ἀλλ’ ὅτι τὸ ἱμάτιον, ὥσπερ οὐδὲ ἄνθρωπόν φαμεν φθείρεσθαι ἀλλὰ Καλλίαν ἢ Μίκαλλον.

因为被分割为这些的并非形式,而是复合体。在说明了有些事物消灭为这些,而另一些事物决非如此之后,他论述了哪些是消灭为这些的,哪些不是,即:凡是将形式与质料总括在一起的事物,也就是说,凡是由质料和形式构成的事物,诸如塌鼻(因为这即便在说明中也不可能与质料分离)或青铜圆(因为这也是与质料总括在一起的),这些事物都消灭为这些,并且质料是它们的部分;但凡是未与质料总括在一起、而是无质料存在的事物,如诸形式,且唯独对于它们才有说明存在(正如他将表明的,复合体是没有说明的)——对于这些形式而言,这些东西,即显而易见的骨与肉,既非其部分,形式亦不消灭为它们,或者根本不[消灭],或者至少绝不以这种方式[消灭]。因此,当我在消灭时,人在全然的意义上并不消灭,因为在我消灭之后那个[人]依然存在;但既然我处在那个人之下且碰巧是它的一个部分,那么当我在消灭时,偶性地那个[人]也就消灭了。所以,对于复合体而言,这些作为质料的东西乃是部分和始基,但对于形式而言,它们既非部分亦非始基。正是由于这些是复合体的部分,复合体反过来又消灭为它们,泥塑像消灭为泥,青铜球消灭为青铜,卡利亚斯消灭为肉和骨,圆消灭为弓形部分;因为在诸弓形部分之中存在着在它们之内作为质料而被总括的东西,正如所言,这就是我们构想由直线和圆周所包围的东西。在说明了圆也消灭为青铜之后,既然“圆”既指称个别的和复合的圆,圆的形式亦被称为“圆”,而形式本身正如所证明的那样既不产生亦不消灭,因此他补充道:“因为圆是同名异义地被言说的,既指全然的圆亦指个别的圆”,这实际上是说,既然说了圆消灭,人们就不应感到困惑,并不应认为我们是说普遍的圆和形式消灭,而应理解为是个别的圆。因为在个别的人的情形下,既然除了共同名称“人”之外,他们还被赋予了专名如卡利亚斯、米卡洛斯,我们便不说人消灭,而是说卡利亚斯或米卡洛斯消灭;但在圆的情形下,由于并没有为它们设定专名,普遍的圆与这个个别的圆都被称为圆,因此我们才说圆消灭;然而假若青铜圆被称作比如“外衣”,我们就不会说圆消灭,而是说外衣消灭,正如我们不说人消灭,而是说卡利亚斯或米卡洛斯消灭一样。

§7.30

"Εἴρηται μὲν οὖν καὶ νῦν τἀληθές, ὅμως δ’ ἔτι σαφέστερον εἴπωμεν ἐπαναλαβόντες." Διαρθροῖ καὶ τὴν ἑτέραν ἀπορίαν τὴν λέγουσαν πότερον τὰ μέρη εἰσὶ πρότερα ἢ τὰ ὅλα. λέγει δὴ ὅτι ὅσα μὲν μέρη εἰσὶ τοῦ εἴδους, ὥσπερ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν τοῦ ἀνθρώπου, ταῦτα πρότερα τοῦ ἀνθρώπου· ὅσα δὲ οὐκ ἔστι τοῦ εἴδους ἀλλὰ τοῦ συναμφοτέρου, ὡς τὰ νεῦρα καὶ τὰ ὀστᾶ, ὕστερα· σὰρξ γὰρ καὶ ὀστᾶ τοῦ ὅλου ἤτοι τοῦ ἁπλῶς ἀνθρώπου ὕστερα. καὶ διὰ τοῦτο οὐκ ἔστιν ἡ ὀξεῖα γωνία προτέρα τῆς ὀρθῆς, ὅτι οὐ διαιρεῖται ὁ λόγος τῆς ὀρθῆς εἰς τὸν λόγον τῆς ὀξείας ὥσπερ ὁ τοῦ ἀνθρώπου εἰς τὸν τοῦ πεζοῦ καὶ δίποδος, ἀλλὰ μᾶλλον ὁ λόγος τῆς ὀξείας διαιρεῖται εἰς τὴν ὀρθήν· ὁ γὰρ ὁριζόμενος τὴν ὀξεῖαν χρῆται τῇ ὀρθῇ· ὀξεῖα γάρ ἐστιν ἡ ἐλάττων ὀρθῆς. ὁμοίως δὲ καὶ ὁ κύκλος καὶ τὸ ἡμικύκλιον ἔχουσιν. ὁ γὰρ ὁριζόμενος τὸ ἡμικύκλιον τῷ κύκλῳ αὐτὸ ὁρίζεται· ἡμικύκλιον γάρ ἐστι σχῆμα τὸ περιεχόμενον ὑπό τε τῆς διαμέτρου καὶ κύκλου περιφερείας. ὡσαύτως καὶ ὁ δάκτυλος τῷ ὅλῳ· δάκτυλος γάρ ἐστι τὸ τοιονδὶ τοῦ ἀνθρώπου μέρος. ἐπειδὴ οὖν τὰ μὲν μέρη ὁρίζονται ὑπὸ τῶν ὅλων, ταῦτα δὲ οὐ διὰ τῶν μερῶν, ἔστιν ἄρα τὰ ὅλα πρότερα τῶν μερῶν· τὸ γὰρ ὁριστὸν ὕστερον τῶν δι’ ὧν ὁρίζεται.3 ἐπὶ δὲ τῶν εἰδῶν ἔμπαλιν ἔχει· ἐπειδὴ γὰρ αὐτὰ διὰ τῶν μερῶν ὁρίζεται, τὰ μέρη δὲ δι’ ἐκείνων οὐδαμῶς, ὕστερα τὰ ὅλα ἤτοι τὰ εἴδη τῶν οἰκείων μερῶν. ὥστε ὅσα τῶν μερῶν ὡς ὕλη, ταῦτα ὕστερα τῶν ὅλων· ὅσα δὲ ὡς τοῦ λόγου καὶ τῆς οὐσίας τῆς κατὰ τὸν λόγον, τουτέστι τοῦ εἴδους, ταῦτα πρότερα τοῦ ὅλου.

“真理固然现在已被言明,但让我们通过重新阐述更清楚地说明之。” 他也明确剖析了另一个疑难,即究竟是部分在先还是全体在先。于是他说,凡是作为形式之部分的事物,正如动物、陆生和双足是人之[形式的部分]一样,这些事物先于人;凡不是形式的部分而是两者结合体(复合体)之部分的事物,诸如腱和骨,则是后于人的;因为肉和骨后于全体,即后于全然的人。正因如此,锐角并不先于直角,因为直角的说明并不像人的说明分割为陆生和双足的说明那样被分割为锐角的说明,相反,锐角的说明倒是被分割为直角;因为定义锐角者使用了直角,盖因锐角乃是小于直角之角。同样,圆与半圆亦具有这种关系。因为定义半圆者乃是通过圆来定义它;半圆乃是由直径与圆周所包围的图形。同样,手指亦是通过全体[来定义的];因为手指是人的这样一种部分。因此,既然诸部分是由全体来定义的,而全体不是通过诸部分来定义的,所以全体先于诸部分;因为被定义者后于用以定义它的那些东西。但在诸形式的情形下则相反;因为形式是通过诸部分被定义的,而诸部分决不是通过形式被定义的,所以全体即诸形式后于它们自身的部分。因此,诸部分中凡作为质料者,皆后于全体;而凡作为说明之部分以及依据说明的实体之部分亦即形式之部分者,皆先于全体。

语法注3 条
  1. 7.29ὅσα μὲν οὖν συνειλημμένα τὸ εἶδος καὶ ἡ ὕλη ἐστί

    συνειλημμένα 是与关系代词 ὅσα(中性复数)一致的表语分词,其后的 τὸ εἶδος καὶ ἡ ὕλη 作为主格表语/同位语明确指出了被总括的内容。紧随其后的解释 τουτέστιν ὅσα μὲν ἐξ ὕλης καὶ εἴδους ἐστίν 进一步证实了这一句法意图。

  2. 7.29ἢ ὅλως ἢ οὔτοι οὕτω γε

    紧接 οὔτε φθείρεται εἰς αὐτά 的限定从句。前项 ὅλως 指形式“根本不消灭”,后项 οὔτοι(词头误作 οὗτοι)οὕτω γε 则指“至少绝不以这种方式消灭”。下文中的 ὅλως μὲν οὖν οὐ φθείρεται ὁ ἄνθρωπος... ἀλλ’ ἐπειδὴ ἐγὼ... φθείρεται κατὰ συμβεβηκὸς κἀκεῖνος 正是紧扣此二者展开的。

  3. 7.30τὸ γὰρ ὁριστὸν ὕστερον τῶν δι’ ὧν ὁρίζεται

    τὸ ὁριστόν(被定义者)为主语,ὕστερον 为表语,τῶν δι’ ὧν ὁρίζεται 为比较属格。此句陈述了支持前文“部分由全体来定义故全体在先”这一推论的一般性公理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:505.36-507.17