- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:505.4-505.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《形而上学》1035a17中“线或人即使消灭时分割为各部分,亦非因此便由这些部分构成”的论断,阐明所分割出的各部分属于质料性复合体而非形式,故不能进入形式的定义之中。
" Καὶ γὰρ ἡ γραμμὴ οὐκ εἰ διαιρουμένη εἰς τὰ ἡμίση φθείρεται, ἢ ἄνθρωπος εἰς τὰ ὀστᾶ καὶ νεῦρα καὶ σάρκας, διὰ τοῦτο καὶ εἰσὶν ἐκ τούτων.1" Εἰπὼν ὅτι τὰ τμήματα οὐ λαμβάνεται εἰς τὸν τοῦ κύκλου λόγον οὐδ’ ὁ χαλκὸς εἰς τὸν τοῦ ἀνδριάντος, ὅτι ὡς ὕλη εἰσίν, ἀλλ’ ἐκεῖνα δεῖ εἰς τοὺς τῶν εἰδῶν λόγους λαμβάνειν ἐξ ὧν τὸ εἶδός ἐστιν, οὐκ ἔστι δὲ ὁ ὡς εἶδος κύκλος ἐκ τῶν τμημάτων, οὐδὲ ὁ ἀνδριάς, αὐτὸ δὴ λέγω τὸ τοῦ ἀνδριάντος εἶδος, ἐκ τοῦ χαλκοῦ, ὁμοίως δὲ οὐδὲ τὸ τί ἦν εἶναι ἀνθρώπῳ ἐκ τῶν σαρκῶν καὶ ὀστῶν οὐδὲ γραμμή ἐστιν ἐκ τῶν ἡμίσεων, ἐπειδὴ ἔμελλέ τις πρὸς ταῦτα ἐνίστασθαι καὶ λέγειν, ὡς εἰ μή ἐστιν ἡ γραμμὴ ἐκ τῶν τμημάτων καὶ ὁ ἄνθρωπος ἐκ σαρκῶν καὶ νεύρων καὶ ὀστῶν, πῶς διαιρουμένη ἡ γραμμὴ εἰς τὰ ἡμίση καὶ ὁ ἄνθρωπος εἰς ὀστᾶ καὶ νεῦρα φθείρονται, ὥστε δηλονότι καὶ ὁ ἄνθρωπος ἐκ σαρκῶν ἐστι καὶ νεύρων καὶ ἡ γραμμὴ ἐκ τῶν ἡμίσεων καὶ ἁπλῶς πᾶν ἐκ τῶν εἰς ἃ διαιρεῖται· εἰ δὲ τοῦτο, καὶ ληφθήσονται ἄρα εἰς τοὺς ὁρισμοὺς αὐτῶν· πρὸς δὴ ταῦτα ἀπαντῶν λέγει, οὐ γὰρ εἰ διαιρεῖται ὁ ἄνθρωπος καὶ ἡ γραμμή, ἡ μὲν εἰς τὰ ἡμίση ὁ δὲ εἰς σάρκας καὶ ὀστᾶ, καὶ φθείρεται, ἤδη καὶ ἐκ τούτων εἰσὶν οὕτως ὡς ὄντων τῆς οὐσίας καὶ τοῦ εἴδους μερῶν,2 ἀλλ’ ὡς ἐξ ὕλης, τουτέστιν ὑλικὰ μέρη ἐστὶ καὶ οὐ τοῦ εἴδους. καὶ τοῦ μὲν συνθέτου τοῦ ἐξ ὕλης καὶ εἴδους εἰσὶ μέρη, τοῦ δ’ εἴδους, οὗ ἐστιν ὁ λόγος καὶ ὁ ὁρισμός, οὐκ εἰσίν. εἰ μὲν γὰρ ἦσαν οἱ λόγοι τῶν συνθέτων, εἰκὸς ἦν λαμβάνεσθαι καὶ ταῦτα εἰς τοὺς ὁρισμοὺς αὐτῶν· ἐπεὶ δὲ τῶν εἰδῶν εἰσι, πῶς ἂν ληφθήσεται ταῦτα; καὶ ἐπὶ τούτῳ εἰ μὲν τὸ σύνθετον κατὰ συμβεβηκὸς ὁρίσαιτό τις (κυρίως γὰρ τῶν εἰδῶν εἰσιν οἱ ὁρισμοί, τῶν δὲ συνθέτων, ὡς δείξει προϊών, οὐκ εἰσιν), ἐνέσται ἐν τοῖς λόγοις τῶν συνθέτων ὁ τῶν τοιούτων, χειρός φημι καὶ ὀστῶν καὶ τῶν τοιούτων, λόγος, τουτέστιν αὐτὰ τὰ μέρη ληφθήσεται ἐν τῷ τῶν συνθέτων λόγῳ. τοῖς δέ, ἤτοι ἐν τοῖς λόγοις τῶν μὴ συνθέτων ἤτοι τῶν εἰδῶν, οὐχ ὑπάρξει τὰ τοιαῦτα, ἐὰν μὴ ᾖ ὁ λόγος, ἐν ᾧ ταῦτα μέλλει ἐνεῖναι, τοῦ συνθέτου. καὶ ἔστιν ὡς ἐκ τούτων τὰ σύνθετα ὡς ἐξ ἀρχῶν καὶ φθείρονται εἰς αὐτά, τὰ δ’ ἁπλᾶ, αὐτὰ δὴ τὰ εἴδη, οὔτε εἰσὶν ἐκ τούτων ὡς ἐξ ἀρχῶν οὔτε φθείρεται εἰς αὐτά· καὶ διὰ τοῦτο οὐ φοβηθησόμεθα τὴν ἀπορίαν τὴν λέγουσαν ὅτι εἰ μή εἰσιν ἐξ αὐτῶν, πῶς εἰς αὐτὰ διαιρεῖται καὶ φθείρεται;
“因为线即使分割为两半而消灭,或者人[分割]为骨、腱和肉,也并非因此就由这些构成。” 在说明了诸弓形部分并未被采纳进圆的说明中,青铜亦未被采纳进雕像的说明中,盖因它们是作为质料而存在的,相反,人们必须把构成形式的东西采纳进形式的说明中,而作为形式的圆并非由诸弓形部分构成,雕像——我是指雕像的形式本身——亦非由青铜构成,同样,人之所以为人的本质并非由肉和骨构成,线亦非由两半构成之后,既然有人可能会对此提出异议并说:如果线并非由诸线段构成,人并非由肉、腱和骨构成,那么为何线分割为两半、人分割为骨和腱时它们就消灭了呢?显而易见,人也是由肉和腱构成的,线是由两半构成的,简而言之,一切事物都是由它所分割成的那些东西构成的;如果真是这样,那么它们也就应当被采纳进各自的定义之中了;针对这些异议,他回答道:因为即使人与线被分割——后者分割为两半,前者分割为肉与骨——并消灭,它们也绝非随即就以作为实体和形式之诸部分的这种方式由这些构成,而是作为出于质料而构成的,这就是说,它们是质料性的部分而非形式的部分。它们是由质料和形式构成的复合体的部分,但不是形式的部分,而说明与定义乃是形式的说明与定义。因为,如果说明是属于复合体的,那么将这些亦采纳进它们的定义中就是合乎情理的;但既然说明是属于形式的,这些又怎能被采纳进去呢?为此缘故,如果有人偶性地去定义复合体(盖因严格而言定义乃是属于形式的,正如他后文将表明的那样,并非属于复合体的),那么在复合体的说明之中就会包含此类事物——我是指手、骨及诸如此类之物——的说明,也就是说,这些部分本身将被采纳在复合体的说明之中。但对于其他事物,即在非复合体亦即形式的说明之中,则不会具有此类事物,除非这些事物将要居于其中的说明乃是复合体的说明。复合体以某种方式由这些构成,如由始基构成,并消灭为这些;而单纯之物,即诸形式本身,既非如由始基那样由这些构成,亦不消灭为这些;正因如此,我们不会畏惧那提出“如果它们并非由这些构成,又如何分割为这些并消灭”的疑难。
- 7.29οὐκ εἰ διαιρουμένη εἰς τὰ ἡμίση φθείρεται, ἢ ἄνθρωπος εἰς τὰ ὀστᾶ καὶ νεῦρα καὶ σάρκας, διὰ τοῦτο καὶ εἰσὶν ἐκ τούτων
否定词 οὐκ 统摄整个句段,否定由条件从句 εἰ ... 所引出的推论“因此就由这些构成”(διὰ τοῦτο καὶ εἰσὶν),构成“并非因为……就因此……”的否定推论句式。无论在引文原文还是在注解者的释义(οὐ γὰρ εἰ διαιρεῖται ... ἤδη καὶ ἐκ τούτων εἰσὶν)中,该结构均旨在反驳由消灭时的分割推论出本质构成的错误逻辑。
- 7.29οὕτως ὡς ὄντων τῆς οὐσίας καὶ τοῦ εἴδους μερῶν
ὡς ὄντων 是带有连词 ὡς 的独立属格结构,用以说明其前副词 οὕτως(以这种方式)的具体内容,限定前面的 ἐκ τούτων εἰσίν(由这些构成),即“绝非以它们作为实体和形式之诸部分的这种方式”。
