← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§503.38-505.3

音节要素与圆的弓形部分中的形式与质料区分

他解释了音节的构成要素作为形式的部分为何被包含在定义中,而圆的弓形部分因涉及延展即使经思想分离也仍属质料性部分从而不被包含在定义中,并指出物质性的文字与语音同样因延展而属于质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.28#3

εἰ γάρ ἐστιν ὁ χαλκὸς ἐξ ὕδατος, οὐχ ὕδωρ αὐτὸν λέγειν δίκαιον, ἀλλ’ ἀπὸ τοῦ εἴδους αὐτοῦ χαλκόν. εἰπὼν δὲ ὅτι ἡ ὕλη ποτὲ μὲν μέρος γίνεται τινος ποτὲ δ’ οὔ, καὶ μεταξὺ λύσας τὴν δυναμένην φέρεσθαι ἣν ἐξεθέμην ἀπορίαν, λέγει τὴν αἰτίαν τοῦ πῶς μὲν ἐπὶ τῆς συλλαβῆς ἐν τῷ λόγῳ αὐτῆς λαμβάνεται τὰ στοιχεῖα, ἐπὶ δὲ τοῦ κύκλου τὰ τμήματα οὐδαμῶς, καί φησιν ὅτι ἐπὶ μὲν τῆς συλλαβῆς λαμβάνεται τὰ στοιχεῖα διὰ τὸ μέρη εἶναι τοῦ κατὰ τὸν λόγον εἴδους αὐτῆς, ὥσπερ καὶ τὸ ζῷον πεζὸν δίπουν μέρη εἰσὶ ἀνθρωπείου εἴδους, τὰ δὲ τοῦ εἴδους μέρη ἐξ ἀνάγκης ἐν τῷ ὁρισμῷ αὐτοῦ παραλαμβάνεται· εἰ δὴ τὰ μέρη τοῦ εἴδους ἐξ ἀνάγκης ἐν τῷ λόγῳ αὐτοῦ λαμβάνεται, τὰ δὲ στοιχεῖα μέρη ἐστὶ τοῦ κατὰ τὸν λόγον εἴδους τῆς συλλαβῆς, εὐλόγως, μᾶλλον δ’ ἀναγκαίως ἐν τῷ λόγῳ αὐτῆς τυγχάνει ὄντα. τὰ δὲ τμήματα τοῦ κύκλου οὐκ ἔστι μέρη τοῦ εἴδους τοῦ κύκλου, ἀλλὰ τὸ σχῆμα τὸ ἐπίπεδον1 τὸ περιεχόμενον ὑπὸ μιᾶς γραμμῆς, τὸ πάσας τὰς ἀπὸ τοῦ κέντρου εὐθείας πρὸς τὴν περιφέρειαν πιπτούσας ἴσας εἶναι ἀλλήλαις. οὐκ ἔστι δὴ τὰ τμήματα μέρη τοῦ εἴδους τοῦ κύκλου ἀλλὰ ὕλη, ὡς ὁ χαλκὸς ἀνδριάντος, καὶ διὰ τοῦτο οὐ λαμβάνεται ἐν τῷ λόγῳ αὐτοῦ. ἀλλὰ πῶς τὰ τμήματα ὑλικά ἐστι, τὰ δὲ στοιχεῖα τῆς συλλαβῆς οὐδαμῶς; ἢ ὅτι τὰ μὲν στοιχεῖα οὐκ ἀπεσύλησεν ἡ διάνοια2 ἀπὸ αἰσθητῶν τινων στοιχείων καὶ παρ’ ἑαυτῇ ἔχει, τὰ δὲ τμήματα δῆλον ὡς ἀπὸ αἰσθητῶν τινων τμημάτων χωρίσασα ἐν ἑαυτῇ ἔχει. ἀλλ’ εἴπερ αὐτὰ τῆς ὕλης ἐχώρισε, δῆλον ὡς οὐκ εἰσὶν ὕλη οὐδ’ ὅλως ὡς ὕλη τῷ κύκλῳ ὑπόκεινται. ἢ καὶ οὕτως ὑλικά ἐστι· τὸ μὲν γὰρ εἶδος τοῦ κύκλου καὶ ἁπλῶς πᾶν εἶδος αὐτὸ καθ’ αὑτὸ ἀμερὲς καὶ ἀσώματόν ἐστιν, εἰ καὶ συνυφίσταται τῇ ἐν ᾗ ἐστιν ὕλῃ καὶ ἐν διαστάσει δι’ αὐτὴν γίνεται· τὰ μὲν δὴ εἴδη ἀδιάστατα πάντῃ πάντως καὶ ἀμερῆ τυγχάνει, τὰ δὲ τμήματα κἂν ἐκ τῶν αἰσθητῶν χωρισθῇ, ἀλλ’ οὖν διάστημά τι νοεῖται ὑπὸ περιφερείας καὶ εὐθείας περιεχόμενον, τὸ δὲ διάστημα οὐκ ἄλλου ἀλλ’ ἢ τῆς ὕλης ἐστίν· ἐπὶ δὲ τῶν στοιχείων οὐδεμίαν διάστασιν ἐννοεῖν ἔξεστιν. ὅμως, φησίν, εἰ καὶ μέρη ὡς ὕλη τὰ τμήματά ἐστι τοῦ κύκλου, ἀλλ’ ἐγγύτερόν εἰσι τοῦ εἴδους καὶ μᾶλλον αὐτῷ πλησιάζει ἤπερ ὁ χαλκός, ὅταν ἡ στρογγυλότης τοῦ τμήματος ἢ καὶ τοῦ κύκλου ἐν χαλκῷ γένηται. τὸ γὰρ διάστημα τὸ ἐν τῷ χαλκῷ τμήματι ὂν οὐ ταὐτόν ἐστι τῷ ἐν τῷ χωρισθέντι νοουμένῳ, ὥστε τὸ χωρισθὲν τμῆμα μᾶλλον ἐγγίζει τῷ εἴδει ἤπερ τὸ ἀχώριστον καὶ ἐν ὕλῃ τινὶ καὶ ὑποκειμένῳ ὄν. ὅτι δὲ τὰ διάστασίν τινα ἔχοντα ὡς ὕλη εἰσὶ καὶ ἐπὶ τούτῳ ἐν τῷ ὁρισμῷ τῶν εἰδῶν οὐ λαμβάνεται, πιστοῦται τοῦτο καὶ ἐκ τῆς συλλαβῆς λέγων ὅτι οὐδὲ πάντα τὰ στοιχεῖα μέρη εἰσὶ τῆς κατὰ τὸν λόγον καὶ τὸ εἶδος συλλαβῆς· οὐ γὰρ καὶ τὰ κήρινα στοιχεῖα3 ἢ τὰ διὰ τοῦ μέλανος ἐν τῷ χάρτῃ ἐγγραφέντα, διὰ τὸ καὶ ταῦτα διάστασιν ἔχειν καὶ μέρη γίνεσθαι τῆς συλλαβῆς ὡς ὕλη, ὥσπερ ὁ χαλκὸς τοῦ ἀνδριάντος. εἰπὼν δὲ οἷον ταδὶ τὰ κήρινα ἐπήγαγεν ἢ τὰ ἐν τῷ ἀέρι. ἐπειδὴ γὰρ ἡ φωνὴ ἢ πλῆξίς ἐστιν ἀέρος ἢ πεπληγμένος ἀήρ, δῆλον ὅτι, ὅταν λέγωμεν, συσχηματίζεται ὁ ἀὴρ τοῖς λεγομένοις καὶ τρόπον τινὰ βῆτα καὶ γάμμα καὶ ἄλφα καὶ τὰ λοιπὰ γίνεται. ἀλλὰ περὶ μὲν τοῦ ὅπως ὁ ἀὴρ συσχηματίζεται τοῖς λεγομένοις εἴρηται ἀκριβέστερον ἐν τῷ Β λόγῳ τῆς Περὶ ψυχῆς πραγματείας, ὅτε καὶ αὐτὸς ἐκεῖσε περὶ φωνῆς ἔλεγεν.

盖因即使青铜是由水而来的,把它称为“水”也是不当的,依其形式把它称为“青铜”才是正当的。而在说明了质料有时会成为某物的部分而有时则不然,并在中途解答了我所提出的本可被提出的疑难之后,他指出了为什么在音节的情况下其构成要素被采纳进其说明之中,而在圆的情况下诸弓形部分绝非如此的原因;他说,在音节的情况下,构成要素被采纳是因为它们是依说明而言的其形式的各部分,正如同“陆生两足动物”是人类形式的各部分一样,而形式的各部分必然被一同纳入其定义之中。如果形式的各部分必然被采纳进其说明之中,而构成要素是依说明而言的音节形式的各部分,那么它们合乎情理地、或者说必然地处于其说明之中。但圆的诸弓形部分并不是圆的形式的各部分,相反,[形式乃是]由一条线所包围的平面图形,从中心落向圆周的所有直线彼此相等。因此,诸弓形部分并不是圆的形式的各部分,而是质料,正如青铜之于雕像,正因如此它们并未被采纳进其说明之中。但是,弓形部分何以是属质料的,而音节的构成要素却绝非如此?抑或是因为思想并非从某些可感觉的要素中剥取这些构成要素并存于自身处,而诸弓形部分则显然是思想从某些可感觉的弓形部分中分离出来并存于自身之中的?然而,假若思想已将它们从质料中分离出来,显而易见它们便不是质料,也根本不作为质料充当圆的基质。或者说,即便如此它们亦是属质料的;因为圆的形式、以及简而言之的一切形式,其自身都是无部分的且非物体的,纵使它与它存在于其中的质料共存、并因质料而处于延展之中。形式始终在各个方面完全无延展且无部分,而诸弓形部分即便从可感觉事物中被分离出来,却仍被构想为由圆周和直线所包围的某种延展,而延展除质料外不属于任何其他事物;但在构成要素上,人们无法构想出任何延展。他说,尽管诸弓形部分作为质料是圆的各部分,但比起当弓形部分或圆的圆性产生于青铜之中时的青铜而言,它们更接近形式,亦更多地趋向于形式。因为存在于青铜弓形部分之中的延展,与在那被分离而构想的弓形部分之中的延展并不相同,所以被分离的弓形部分比起那不可分离、存在于某种质料与基质之中的弓形部分,更接近形式。而凡具有某种延展的事物都是作为质料而存在的,并为此缘故不被采纳进形式的定义之中,这一点他也从音节出发予以证实,并说道:并非所有的要素都是依说明和形式而言的音节的部分;因为蜡制的要素或用墨水书写在纸草上的要素就不是,盖因这些亦具有延展,并作为质料成为音节的部分,正如青铜之于雕像。在说了“例如这些蜡制的要素”之后,他接着补充道“或在空气中的要素”。因为声音要么是空气的受击,要么是受击的空气,显而易见,当我们言说时,空气与所言说之物同形,并在某种方式下变成了贝塔、伽马、阿尔法及其他字母。然而,关于空气如何与所言说之物同形,在《论灵魂》专论的第二卷中已有更精确的论述,当时他本人亦在那里论及了声音。

语法注3 条
  1. 7.28τὰ δὲ τμήματα τοῦ κύκλου οὐκ ἔστι μέρη τοῦ εἴδους τοῦ κύκλου, ἀλλὰ τὸ σχῆμα τὸ ἐπίπεδον

    此句在 ἀλλὰ 之后存在省略(可补入 τὸ εἶδος τοῦ κύκλου ἐστίν 等主谓成分)。与前半句的否定结构“诸弓形部分并非形式之部分”相对照,ἀλλὰ 引出的名词短语(τὸ σχῆμα κτλ.)充当表语(或主语),直接陈述圆之形式本身的界说:“相反,[形式乃是]由单一曲线所包围的平面图形……”。

  2. 7.28ἢ ὅτι τὰ μὲν στοιχεῖα οὐκ ἀπεσύλησεν ἡ διάνοια

    针对前面的疑问句(πῶς τὰ τμήματα ὑλικά ἐστι...;),ἢ ὅτι... 采用了注疏体中常见的自问自答句式,意为“抑或是因为……”,引出一种假说性的解释,探讨思想在面对感觉具体物时对要素与弓形部分的不同抽象方式。

  3. 7.28οὐ γὰρ καὶ τὰ κήρινα στοιχεῖα

    承前省略了谓语 μέρη ἐστί(或 μέρη παραλαμβάνεται),意为“因为蜡制的要素也并不[是音节的部分]”;后随的 διὰ τὸ... 则提供其理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:503.38-505.3