- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:502.36-503.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对《形而上学》卷七第十章关于定义中是否包含部分的疑难,亚历山大指出形式的部分(属与种差)与质料的部分之别,并通过实体(质料、形式与复合体)的诸涵义阐明为何事物依其形式而非质料得名。
ἔστι δὲ οὗτος· φησὶ γὰρ ὅτι τῶν μερῶν ὅσα μὲν ὑλικὰ καὶ ὕλης λόγον ἐπέχοντα, ὥσπερ ὀστᾶ καὶ νεῦρα, τούτων οἱ λόγοι ἤτοι αὐτὰ τὰ μέρη οὐ ληφθήσεται ἐν τῷ τοῦ εἴδους λόγῳ· ὅσα δὲ τῶν μερῶν οὐχ ὑλικά ἐστιν ἀλλὰ τοῦ εἴδους, οἷον τὸ πεζὸν τὸ δίπουν (ταῦτα γὰρ οὐκ ἔνυλα ὡς χεῖρες καὶ πόδες), ταῦτα δὴ λέγω τὰ τοῦ εἴδους μέρη ληφθήσεται ἐν τῷ τοῦ ὅλου λόγῳ. ὥστε ἀπὸ τῆς ὁμωνυμίας τοῦ μέρους ἡ ἀπορία ἐνεφύη· μέρος γὰρ τὸ μέν ἐστιν ὡς ὕλης τὸ δ’ ὡς εἴδους. καὶ ταῦτα μὲν προείρηται μετρίως πρὸς τὸ εἰς τὰ μέλλοντα ὑπ’ αὐτοῦ λέγεσθαι εὐπαρακολουθητοτέρους ἡμᾶς γενέσθαι. αὐτὸς δὲ μέλλων τὴν ἀπορίαν λύειν διαίρεσιν ποιεῖται τοῦ μέρους, καὶ λέγει ὅτι τὸ μέρος πολλαχῶς λέγεται, ἕνα μὲν τρόπον τὸ μετροῦν τὸ ὅλον ὡς ὁ τρία ἀριθμὸς τοῦ ἐννέα· καταμετρεῖ γὰρ τὸν ἐννέα. ἀλλὰ τοῦτο μέν, φησί, τὸ τὸ ὅλον καταμετροῦν μέρος ἀφείσθω. ἐξ ὧν δὲ ἡ οὐσία ἐστὶ μερῶν, λέγων οὐσίαν τὸ εἶδος,1 περὶ τούτου σκεπτέον. καὶ λέγει τὰ τῆς οὐσίας σημαινόμενα, ἵνα δείξῃ ὅτι ὥσπερ οὐσία λέγεται καὶ τὸ εἶδος, οὐσία δὲ καὶ ἡ ὕλη, καὶ ἔτι μᾶλλον τὸ ἐξ ὕλης καὶ εἴδους, οὕτως καὶ τῶν μερῶν τὰ μέν ἐστι τοῦ εἴδους τὰ δὲ τῆς ὕλης καὶ τὸ ὅλον τοῦτο ὑλικά.2 τὰ μὲν δὴ τοῦ εἴδους μέρη, ὥσπερ εἴρηται, ληφθήσεται ἐν τῷ τοῦ ὅλου ἤτοι τοῦ εἴδους λόγῳ, τὰ δὲ ὑλικὰ οὐδαμῶς. εἰ οὖν ἐστι, φησί, τὸ μὲν ὕλη τὸ δὲ εἶδος τὸ δ’ ἐκ τούτων, ἐξ ὕλης δηλαδὴ καὶ εἴδους, καὶ ἡ οὐσία ἥ τε ὕλη καὶ τὸ εἶδος καὶ τὸ ἐκ τούτων, ἔστι μὲν ὡς καὶ ἡ ὕλη μέρος τινὸς λέγεται, ἔστι δ’ ὡς οὔ. τοῦ μὲν γὰρ συνθέτου λέγεται μέρος, τοῦ δὲ εἴδους οὐ λέγεται. ἀλλὰ μέρη λέγεται καὶ ἐστὶ τοῦ εἴδους ἐξ ὧν ὁ λόγος ἐστὶν αὐτοῦ· ταῦτα δ’ ἐστὶ τὰ γένη καὶ αἱ διαφοραί. εἰπὼν δὲ ὅτι ἡ ὕλη τινὸς μὲν λέγεται μέρος, τινὸς δ’ οὔ, τίθησι παραδείγματα λέγων οἷον ἡ σὰρξ τῆς μὲν κοιλότητος οὐκ ἔστι μέρος, καίτοι οὖσα ὕλη αὐτῆς καὶ πεφυκυῖα γίνεσθαι ἐν αὐτῇ, οὐκ ἔστι δὲ μέρος αὐτῆς ὅτι οὐχ ὡρισμένον ἐστὶ τὸ ὃ ὑπόκειται τῇ κοιλότητι· κοῖλον γὰρ καὶ ἐν λίθοις καὶ ἐν ξύλοις καὶ ἐν χαλκῷ καὶ ὅλως ἐν ἅπασιν ἢ τοῖς πλείστοις σώμασι θεωρεῖται. τῆς δὲ σιμότητός ἐστι μέρος ἡ σάρξ· σιμότητα γὰρ ἐκτὸς σαρκὸς εὑρηκέναι ἀμήχανον· πᾶν γὰρ σιμὸν ἐν σαρκὶ μόνῃ τὸ εἶναι ἔχει καὶ ἐπὶ τούτῳ τυγχάνει οὖσα μέρος τῆς σιμότητος ἡ σάρξ. καὶ πάλιν τοῦ μὲν αἰσθητοῦ τουδὶ καὶ μερικοῦ ἀνδριάντος ἐστὶ μέρος ὁ χαλκός, τοῦ δ’ ὡς εἴδους λεγομένου ἀνδριάντος οὐκ ἔστιν. εἰπὼν δὲ καὶ τὸ εἶδος τοῦ ἀνδριάντος ἀνδριάντα, καὶ τὸν χαλκοῦν τουτονὶ καὶ μερικὸν ἀνδριάντα εἰπὼν δὴ καὶ αὐτὸν ἀνδριάντα, ἐπειδή τις ἴσως ἔμελλε λέγειν ὅτι τὸ μὲν τοῦ ἀνδριάντος εἶδος λέγειν ἀνδριάντα ἔστω,3 τὸν δὲ σύνθετον καὶ μερικὸν διὰ τί ἀνδριάντα φαμὲν ἀλλ’ οὐ χαλκόν; πρὸς ταῦτα ἀπαντῶν λέγει ὅτι λεκτέον γὰρ τὸ εἶδος καὶ ᾗ εἶδος ἔχει ἕκαστον, τὸ δὲ ὑλικὸν οὐδέποτε καθ’ ἑαυτὸ λεκτέον. καὶ εἴη ἂν τὸ λεγόμενον ἴσον τῷ ἐπειδὴ τὰ πράγματα ἀπὸ τοῦ εἴδους χαρακτηρίζεται ἀλλ’ οὐκ ἀπὸ τῆς ὕλης, λεκτέον ἐπὶ πάντων τὸ εἶδος καὶ ᾗ εἶδος ταῦτα λεγέσθω, εἰ μὲν ἀνδριάντος ἀνδριάς, εἰ δὲ τρίποδος τρίπους, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἀλλ’ οὐ τὴν ὕλην, οὐδὲ ἀπὸ ταύτης ὀνομάζειν αὐτὰ χρή.
而它是这样的:盖因他说,在各部分中,凡是属质料的并具有质料之地位的,正如骨与筋,它们的说明亦即这些部分自身,不会被采纳进形式的说明之中;而在各部分中,凡不是属质料的而是属于形式的,例如“陆生的”与“两足的”(因为这些并不像手与足那样具身于质料中),我正是说这些形式的部分将被采纳进整体的说明之中。从而疑难是由“部分”这一名称的同名异义而产生的;因为部分一方面是作为质料的部分,另一方面则是作为形式的部分。而这些预先作了适度的说明,是为了使我们能更容易地跟循他随后将要讲论的内容。而他自己在准备解答疑难时对部分进行了区分,并且说“部分”有多种说法:一种方式是度量整体的事物,如数字三相对于九;因为三度量了九。但他说,这种度量整体的部分且先置之不理。但关于实体由之构成的各部分(他将形式称为“实体”),则必须予以考察。并且他陈述了实体的诸涵义,以表明正如形式被称为实体,质料亦是实体,而且由质料与形式合成者更是实体,同样地,在各部分中,有些是形式的部分,有些是质料的部分,总而言之是质料性的。那么,形式的各部分正如所言将被采纳进整体亦即形式的说明之中,而质料性的部分则绝非如此。故而他说,如果一者是质料,另一者是形式,再一者是由此二者构成的(即由质料与形式构成),并且实体既是质料也是形式,也是由此二者构成的,那么在某种意义上质料亦被称为某物之部分,而在某种意义上则不然。因为它被称为复合体的部分,却不被称为形式的[部分]。相反,形式的说明由之构成的事物才被称为形式的部分,且确实如此;而这些就是属与种差。在说明了质料被称为某物之部分却不被称为另一物之部分后,他举出事例说道:例如,肉并不是凹的部分(尽管肉是它的质料,且凹天然地生成于肉中);肉不是它的部分,是因为作为凹之基质的事物并未被规定;因为凹在石头中、在木头中、在青铜中,总之在一切或绝大多数物体中都能被观察到。但肉却是塌鼻的部分;因为在肉之外寻找塌鼻是不可能的;盖因一切塌鼻仅在肉中拥有其存在,正因如此,肉恰好是塌鼻的部分。再次,青铜是这个可感觉的、个别的雕像的部分,却不是作为形式言说的雕像的部分。并且在他把雕像的形式亦称为“雕像”,把这尊青铜的、个别的雕像本身亦称为“雕像”之后,由于或许有人会说“把雕像的形式称为‘雕像’姑且认可,但对于复合且个别的雕像,我们为什么称之为‘雕像’而不称之为‘青铜’呢?”——针对这些疑问,他回应道:因为必须讲述形式以及每一事物依其具有形式而言的方面,而决不可就其自身讲述属质料的事物。所说的话就等同于:既然事物是由形式而非由质料来表征的,就应当在一切事物上讲述形式,并让这些事物就其为形式而言被言说——若就雕像而言则是雕像,若就三足鼎而言则是三足鼎,其他事物亦同样如此——而不可讲述质料,亦不可依质料去命名它们。
- 7.28λέγων οὐσίαν τὸ εἶδος
分词 λέγων 支配双宾格:直接宾格 τὸ εἶδος 与谓词性宾格 οὐσίαν,意为“称形式为实体”或“在实体上指形式”。
- 7.28καὶ τὸ ὅλον τοῦτο ὑλικά
按上下文,τὸ ὅλον τοῦτο 指前述质料与形式的复合体(τὸ ἐξ ὕλης καὶ εἴδους)。此处省略了系动词(如 ἐστί),承接前文对部分的划分,意为“而在这一整体[复合体]中,各部分是属质料的”。
- 7.28τὸ μὲν τοῦ ἀνδριάντος εἶδος λέγειν ἀνδριάντα ἔστω
让步结构:祈使语气动词 ἔστω(“假定/姑且认可……”)以带双宾格的不定词短语为主语(以不定词 λέγειν 为核心,支配直接宾格 τὸ εἶδος 与谓词性宾格 ἀνδριάντα)。
