- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:501.26-502.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大梳理了亚里士多德在《形而上学》卷七第十章开头提出的关于定义的部分与被定义项的部分的两个疑难(部分的话语是否应包含在整体的话语中,以及部分是否在先于整体),并概述了其引入说明与初步解决方案。
" Ἐπεὶ δὲ ὁ ὁρισμὸς λόγος ἐστί, πᾶς δὲ λόγος ἔχει μέρη." Δύο τινὰ ζητεῖ θαυμαστὰ καὶ τῆς αὐτοῦ ἀγχινοίας ἐπάξια. ἔστι δὲ τῶν δύο τὸ πρῶτον τοιοῦτον· ἐπειδὴ πᾶς λόγος μέρη ἔχει, ὡς δὲ ὁ λόγος ἅπας καὶ ὁ ὁρισμὸς πρὸς τὸ ὁριστὸν ἅπαν ἔχει, οὕτω καὶ τὸ τοῦ ὁρισμοῦ μέρος πρὸς τὸ μέρος τοῦ ὁριστοῦ,1 πότερον δεῖ τὸν τῶν μερῶν λόγον ἤτοι αὐτὰ τὰ μέρη (ὁ γὰρ λόγος τοῦ μέρους αὐτὸ τὸ μέρος ἐστὶν) ἐνυπάρχειν ἐν τῷ τοῦ ὅλου λόγῳ, ὡς εἶναι τυχὸν τοιοῦτον τὸν τοῦ ἀνθρώπου ὁρισμὸν ζῷον πεζὸν δίπουν χεῖρας ἔχον καὶ κεφαλήν, ἢ οὔ; καὶ τὴν αἰτίαν τοῦ πῶς ἄν τοῦτο ἀπορήσειέ τις ἢ ζητήσειεν ἐπήγαγεν εἰπὼν ἐπ’ ἐνίων μὲν γὰρ φαίνονται ἐνόντα, ἐπ’ ἐνίων δὲ οὔ. εἰ δὲ τοῦτο, ἀξίως τὴν περὶ τούτου ζήτησιν ποιεῖται καὶ λέγει ἐπὶ τίνων μέν εἰσιν, ἐπὶ τίνων δ’ οὔ. τοῦ μὲν γὰρ κύκλου, φησίν, ὁ λόγος οὐκ ἔχει τὸν τῶν τμημάτων λόγον ἤτοι τὰ τμήματα (οὐ γάρ φαμεν ὅτι κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ γραμμῆς μιᾶς περιεχόμενον καὶ τὰ ἑξῆς τοῦ ὁρισμοῦ, ἔχον δύο τμήματα), ὁ δὲ τῆς συλλαβῆς ἔχει τὸν λόγον τῶν στοιχείων (φαμὲν γὰρ ὅτι συλλαβή ἐστι σύλληψις συμφώνου μετὰ φωνήεντος ἢ φωνηέντων, ὥστε ἔνεστι τὰ μέρη τῆς συλλαβῆς ἐν τῷ λόγῳ αὐτῆς), καὶ διαιρεῖται ὁ κύκλος εἰς τὰ τμήματα ὥσπερ καὶ ἡ συλλαβὴ εἰς τὰ στοιχεῖα· εἰ δὲ διαιροῦνται ὁμοίως, διὰ τί ἐπ’ ἐκείνου μὲν οὐκ εἰσιν, ἐπὶ δὲ ταύτης εἰσί; ταῦτα εἰπὼν πρὶν ἢ τὴν λύσιν ἐπενέγκαι τίθησι καὶ τὴν ἄλλην ἀπορίαν καὶ οὕτως αὐτὰς λύει, καί φησι· πότερον τὰ μέρη πρότερα τοῦ ὅλου ἢ οὔ; εἰ μὲν οὖν πρότερα τὰ μέρη τοῦ ὅλου, ἐστὶ δὲ τῆς ὀρθῆς γωνίας μέρος ἡ ὀξεῖα (ἐλάσσων γὰρ ὀρθῆς ἡ ὀξεῖα) καὶ ὁ δάκτυλος τοῦ ζῴου, εἰ δὴ τὰ μέρη τοῦ ὅλου πρότερά ἐστι, προτέρα ἂν εἴη ἡ ὀξεῖα τῆς ὀρθῆς καὶ ὁ δάκτυλος τοῦ ἀνθρώπου. οὕτως εἰπὼν εὐθὺς λύει τὴν προσεχῶς ῥηθεῖσαν ἀπορίαν, λέγων ‘οὐ δοκεῖ δὲ τὸ μέρος πρότερον εἶναι τοῦ ὅλου’. καὶ τὴν αἰτίαν συντόμως τέθεικεν εἰπὼν τῷ λόγῳ γὰρ λέγονται ἐξ ἐκείνων,2 τουτέστιν ἐν τῷ ὁρισμῷ τῶν μερῶν λαμβάνονται τὰ ὅλα, τὰ δὲ ἐν ὁρισμῷ τινος λαμβανόμενα πρότερά εἰσι τοῦ ὁριστοῦ· εἰ δὲ τοῦτο, πρότερον ἄρα τὸ ὅλον τοῦ μέρους. ὅτι δὲ εἰς τὸν τῶν μερῶν ὁρισμὸν τὰ ὅλα παραλαμβάνεται, δῆλον· φαμὲν γὰρ ὁριζόμενοι τὴν ὀξεῖαν γωνίαν ὅτι ὀξεῖα γωνία ἐστὶν ἡ ἐλάσσων ὀρθῆς, ὥστε εἴληπται ἡ ὀρθὴ ἐν τῷ τῆς ὀξείας λόγῳ. καὶ πάλιν δάκτυλός ἐστι μέρος ἀνθρώπου τοιονδί. λύει δὲ ταύτην τὴν ἀπορίαν καὶ ἄλλως, λέγων καὶ τῷ εἶναι ἄνευ ἀλλήλων πρότερα.3 τὸ δὲ λεγόμενόν ἐστιν ὡς εἰ ἔλεγε ‘καὶ ἐκ τούτου πάλιν πιστεύσειεν ἄν τις ὅτι πρότερά ἐστι τὰ ὅλα τῶν μερῶν, ὡς συναναιροῦντα αὐτά· τοῦ μέρους γὰρ μὴ ὄντος τὸ ὅλον ἐστίν, εἰ καὶ κολοβόν, τοῦ ὅλου δὲ μὴ ὄντος τὸ μέρος εἶναι οὐ δύναται.’ οὕτως οὖν τὴν δευτέραν ἀπορίαν θεὶς καὶ συντόμως αὐτὴν λύσας (λύσει δ’ αὐτὴν μετ’ ὀλίγον καὶ δι’ ἄλλων πολλῶν) ἐπανατρέχει ἐπὶ τὴν προτέραν τὴν λέγουσαν ὅτι διὰ τί ἐπὶ τινῶν μὲν οἱ τῶν μερῶν λόγοι ἤτοι τὰ μέρη ἐνυπάρχει τῷ τοῦ ὅλου λόγῳ, ὥσπερ ἐπὶ τῆς συλλαβῆς ἐλέγετο, ἐπὶ τινῶν δὲ οὔ, ὡς ἐπὶ τοῦ κύκλου; οὐ γάρ ἐστιν ἐν τῷ λόγῳ αὐτοῦ τὰ τμήματα. καὶ λύει αὐτὴν πολυειδῶς. ἀλλὰ πρὸ τῆς τῶν λεγομένων κατὰ μέρος σαφηνείας καλῶς ἂν ἔχοι ἡμᾶς διὰ βραχέων ὑπομνῆσαι τὸν ὅλον σκοπὸν τῆς λύσεως, δι’ ἧς ἂν τὴν ἀπορίαν λύσειε διεξοδικώτερον.
“既然定义是话语,而每段话语都有部分。” 他探讨了两个令人赞叹且配得上他自己敏锐才智的问题。这两个问题中的第一个是这样的:既然每段话语都有部分,而整个话语和定义与整个被定义项的关系,正如定义的部分与被定义项的部分的关系,那么部分的话语即部分本身(因为部分的话语就是部分本身)是否必须内在存在于整体的话语之中——例如人的定义或许是“陆生的、两足的、有手有头的动物”——,抑或并非如此?而且他通过说明“因为在某些事物中它们显现为在其中,而在某些事物中则不然”,附加说明了人们何以会对此产生疑难或进行探究的原因。若然如此,他就恰如其分地对此展开探究,并说明它们在哪些事物中存在,在哪些事物中则不存在。因为他说,圆的定义并不包含分段的定义即分段(因为我们并不说圆是由一条线包围的平面图形以及定义其余部分加上“具有两个分段”),而音节的定义则包含字母的定义(因为我们说音节是辅音与一个或多个元音的结合,因而音节的部分存在于它的定义之中);并且圆被分割为分段,正如音节被分割为字母一样。然而,如果它们同样地被分割,为什么在前者中[部分]不存在,而在后者中[部分]却存在呢?在说了这些之后,他在提出解决办法之前,又提出了另一个疑难,并由此解决它们,说道:部分是在先于整体,还是并非如此?如果部分在先于整体,而锐角是直角的部分(因为锐角小于直角),手指是动物的部分,那么如果部分在先于整体,锐角就应在先于直角,手指就应在先于人。在这样说了之后,他随即解决了刚才提到的疑难,说“然而部分似乎并不在先于整体”。并且他简短地给出了原因,说“因为在定义上它们是根据那些[整体]而被说明的”,也就是说,在部分的定义中整体被纳取,而在某物的定义中被纳取的东西在先于被定义项;若然如此,整体因而就在先于部分。整体被纳取到部分的定义中,这是显而易见的;因为我们在定义锐角时说,锐角是小于直角的角,因而直角被包含在锐角的定义中。再者,“手指是人的如此这般的部分”。而且他还以另一种方式解决了这个疑难,说“并且根据彼此分离而存在,[整体也是]在先的”。所说的意思就像是他在说:“并且根据这一点,人们又可以相信整体在先于部分,因为整体〔连同自身〕一并取消它们;因为在部分不存在时整体依然存在,纵然是残缺的,但当整体不存在时部分则不可能存在。”因此,在提出了第二个疑难并简要地解决了它之后(稍后他还将通过许多其他论据来解决它),他重新回到了前一个疑难,即为什么在某些事物中部分的定义即部分内在存在于整体的定义中(正如在音节的情形中所说的),而在某些事物中则不然(如在圆的情形中;因为分段并不在它的定义中)。并且他以多种方式解决了该疑难。然而,在逐部分阐明原文之前,我们先简要地提示该解决方案的整体主旨是恰当的,通过这种方案他将能更详尽地解决这个疑难。
- 7.28ὡς δὲ ὁ λόγος ἅπας καὶ ὁ ὁρισμὸς πρὸς τὸ ὁριστὸν ἅπαν ἔχει, οὕτω καὶ τὸ τοῦ ὁρισμοῦ μέρος πρὸς τὸ μέρος τοῦ ὁριστοῦ
嵌入在 ἐπειδὴ 引导的原因从句内部的比例比较结构(ὡς... οὕτω καί...)。动词 ἔχει 作为两个分句共用的谓词(“具有……的关系”),确立了类比前提(“整个定义与整个被定义项的关系,正如定义的部分与被定义项的部分的关系”),随后引出间接疑问句 πότερον δεῖ...
- 7.28τῷ λόγῳ γὰρ λέγονται ἐξ ἐκείνων
τῷ λόγῳ 是表示视角的与格(“在话语/定义上”)。短语 λέγονται ἐξ ἐκείνων 意为“根据那些[整体]/通过那些[整体]被说明(被定义)”,亚历山大随即将其释为 ἐν τῷ ὁρισμῷ τῶν μερῶν λαμβάνονται τὰ ὅλα(“在部分的定义中整体被纳取”),指部分的定义中包含着整体的概念。
- 7.28καὶ τῷ εἶναι ἄνευ ἀλλήλων πρότερα
带冠词不定词的与格 τῷ εἶναι 是与前面的 τῷ λόγῳ 并列的基准或视角与格(“在不依赖彼此而存在这一点上[在先]”)。ἄνευ ἀλλήλων 表示本体论上的独立存在性(一方能否脱离另一方而存在),后文将其解释为非对称的存在依赖关系:部分不存在时整体依然可以存在(纵使残缺),但整体不存在时部分则无法存在。
