- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:501.11-501.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德关于形式的不生成性不仅适用于实体而且同样适用于数量和性质等其他范畴的论述(1034b7),通过具体实例阐明形式不生成的理由,并揭示了实体与其他范畴在原因的预先存在方面的差异。
" Οὐ μόνον δὲ περὶ τῆς οὐσίας ὁ λόγος δηλοῖ τὸ μὴ γίνεσθαι τὸ εἶδος, ἀλλὰ περὶ πάντων ὁμοίως." Δείξας ὅτι τὸ τῶν οὐσιῶν εἶδος ᾗ εἶδος οὐ γίνεται, ἀλλὰ γίνεται περὶ τι ὑποκείμενον, λέγω δὴ τὴν ὕλην, λέγει ὡς οὐ μόνον ὁ δεικνύων λόγος τὸ οὐσιῶδες εἶδος ἤτοι τὴν οὐσίαν δείκνυσι μὴ γίνεσθαι, ἀλλὰ καὶ τὰς λοιπὰς κατηγορίας,1 ποσὸν ποιὸν καὶ τὰ λοιπά. ὥσπερ γὰρ ἡ χαλκῆ σφαῖρα γίνεται ἀλλ’ οὐ τὸ εἶδος τῆς σφαίρας, οὕτω καὶ λευκὸν ξύλον ἢ δίπηχυ γίνεται, ἀλλ’ οὐ λευκότης ἢ ποσότης. καὶ ὁδὶ μὲν ὁ χαλκὸς γίνεται ἐξ ὑποκειμένου τινός, οἷον ὕδατος, τὸ δὲ εἶδος καὶ τὸ τί ἦν εἶναι χαλκὸς οὐ γίνεται. ἀλλ’ εἰ μήτε ἡ οὐσία μήτε τὸ ποιὸν μήτε τὸ ποσὸν γίνεται, τί ἂν διαφέροι τούτων ἡ οὐσία; ἢ ὅτι2 ἐπὶ μὲν τῆς οὐσίας ἀναγκαῖον προϋπάρχειν ἑτέραν οὐσίαν· οἷον τοῦ Ἀλεξάνδρου, οὐσίας ὄντος, προϋπῆρχεν ὁ πατὴρ αὐτοῦ· ἐπὶ δὲ τοῦ λευκοῦ οὐκ ἀναγκαῖον προϋπάρχειν λευκόν, ἵνα ἐξ ἐκείνου γένηται, ἀλλὰ δυνάμει μόνον· τὸ γὰρ μὴ λευκὸν ξύλον δυνάμει ἐστὶ λευκόν.
“论证不仅就实体表明形式并不生成,而且同样关涉一切事物。” 在指明实体的形式作为形式并不生成,而是关涉某种底层基质——也就是质料——而生成之后,他说,表明实体性形式即实体并不生成的论证,不仅表明[实体不生成],而且也表明其余范畴,即数量、性质及其他范畴[不生成]。因为正如青铜球生成而球的形式并不生成,同样,白木头或两肘长的木头生成,但白或数量并不生成。并且这特定的青铜由某种底层基质(例如水)生成,但青铜的形式与本质并不生成。然而,如果既非实体、亦非性质、亦非数量会生成,那么实体与这些范畴又有何区别呢?抑或[区别在于],在实体的情形下必然有另一实体预先存在——例如,亚历山大作为实体,他的父亲预先存在;但在白物的情形下,并不必然需要一个白物预先存在以便从它生成[白物],而只是潜在地预先存在;因为非白的木头潜在地是白的。
- 7.27Δείξας ὅτι τὸ τῶν οὐσιῶν εἶδος ... λέγει ὡς οὐ μόνον ὁ δεικνύων λόγος τὸ οὐσιῶδες εἶδος ἤτοι τὴν οὐσίαν δείκνυσι μὴ γίνεσθαι, ἀλλὰ καὶ τὰς λοιπὰς κατηγορίας
在主要动词 λέγει 之后的 ὡς 从句内部,主语 ὁ δεικνύων λόγος 对应谓语动词 δείκνυσι,后者支配一个带不定式的宾格结构(μὴ γίνεσθαι)。不定式的逻辑主语 τὸ οὐσιῶδες εἶδος ἤτοι τὴν οὐσίαν 与其后的 τὰς λοιπὰς κατηγορίας 由 οὐ μόνον ... ἀλλὰ καί 并列连接。
- 7.27ἢ ὅτι
古代注疏中用于引出对前述疑问(τί ἂν διαφέροι...;)之回答的惯用表达。连词 ἢ 引出对疑难(aporia)的解答,在 ὅτι 之前推定省略了如 λεκτέον 或 διαφέρει 之类的动词,意为“抑或是因为……”或“抑或[答案在于]……”。
