- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:500.4-501.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了自然生成如何因种子传递形式而类似于技术,但因骡子等畸形或男女差异而仅具有部分同义性,并阐明了亚里士多德文本的倒置结构以及自然中自发生成的条件。
τί δέ ἐστιν ἐκεῖνο τὸ τὴν ὑγίειαν ποιοῦν; ἡ θερμότης, ᾧ, ἤτοι τῇ θερμότητι, ἀκολουθεῖ καὶ συμβέβηκεν ἡ ὑγίεια. καὶ ὥσπερ ἐν τοῖς συλλογισμοῖς ἀρχαὶ καὶ αἴτιά εἰσὶν οἱ ὅροι (τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ οὐσία καὶ τί ἐστιν), αἴτιοι δ’ εἰσὶ τῶν συμπερασμάτων (ἐκ γὰρ τῶν ὅρων γίνονται αἱ ἀποδείξεις), οὕτω καὶ ἐπὶ τῶν ἀπὸ τέχνης αἴτιά εἰσιν αἱ γενέσεις αὐτῶν. ὁμοίως δὲ τούτοις ἔχει τὰ ἀπὸ φύσεως· τὸ μὲν γὰρ σπέρμα ποιεῖ ὥσπερ ὁ τεχνίτης· ὥσπερ γὰρ ἐκεῖνος ἐν ἑαυτῷ ἔχει τὸ εἶδος τῆς οἰκίας ἢ ἄλλου τινὸς οὗ ἐστι ποιητής, οὕτω καὶ τὸ σπέρμα ἔχει ἐν ἑαυτῷ δυνάμει τὸ εἶδος. ἀφ’ οὗ δὲ τὸ σπέρμα, ἐστί πως ὁμώνυμον,1 τουτέστι συνώνυμον, τῷ γινομένῳ, ἐὰν μὴ πήρωμα ᾖ, ὡς ἐπὶ τοῦ ἡμιόνου· οὐ γάρ ἐστιν ὁ ἵππος, ἀφ’ οὗ τὸ σπέρμα τὸ τὸν ἡμίονον ποιῆσαν, συνώνυμος τῷ ἡμιόνῳ. καὶ τί λέγω συνώνυμος; ὅλως γὰρ οὐδὲ τοῦ ὀνόματος αὐτοῦ μεταλαμβάνει· οὐ γὰρ λέγεται ἡ ἡμίονος ἵππος. ὅτι δὲ πήρωμά ἐστιν ὁ ἡμίονος δῆλον ἐκ τοῦ μὴ γίνεσθαι ἡμίονον ἐξ ἡμιόνου· εἰ γὰρ μὴ ἦν πήρωμα ἀλλά τι τῶν φύσει συνισταμένων, ἐγέννα ἄν. εἰπὼν δὲ ὅτι ἀφ’ οὗ τὸ σπέρμα ἐστὶν ὁμώνυμόν πώς ἐστι τῷ διὰ τοῦ σπέρματος γεγονότι, τίνος ἕνεκα τὸ πως προσέθηκεν ἐπήγαγεν οὐ γὰρ πάντα οὕτω δεῖ ζητεῖν ὡς ἐξ ἀνθρώπου ἄνθρωπος· καὶ γὰρ γυνὴ ἐξ ἀνδρός, ὡς ἂν εἰ ἔλεγεν ὅτι οὐ χρὴ ἐπὶ πάντων τὸ συνώνυμον ζητεῖν· ἰδοὺ γὰρ γυνὴ ἐξ ἀνδρὸς γίνεται, καὶ ὅμως οὐ λέγεται ἡ γυνὴ ἀνήρ. ὥστε καλῶς πρόσκειται τὸ πῶς διὰ τὸ τινὰ μὲν συνωνυμεῖν τοῖς ἐξ ὧν γίνονται τινὰ δὲ μή. καὶ οἶμαι ὡς καὶ ἀνωτέρω, ὅτε ἔλεγεν ὅτι δῆλον ἐκ τῶν εἰρημένων ὅτι τρόπον τινὰ πάντα γίνεται ἐξ ὁμωνύμου ἢ μέρους ὁμωνύμου, διὰ τοῦτο προσετίθει ταῦτα, λέγω δὴ τὸ τρόπον τινὰ καὶ τὸ ἐκ μέρους· ὡς μὲν γὰρ ἄνθρωποι ὅ τε ἀνὴρ καὶ ἡ γυνὴ συνώνυμοί εἰσιν, ὡς δὲ ἀνὴρ καὶ γυνὴ οὐ συνώνυμοι· ὥστε ἐκ μέρους συνωνυμοῦσιν. ὁ δὲ ἐξ ἀνδρὸς ἀνὴρ οὐκ ἐκ μέρους ἀλλ’ ὁλοκλήρως· καὶ γὰρ καὶ ὡς ἄνθρωποι καὶ ὡς ἄνδρες συνώνυμοί εἰσιν. καὶ περιέργως δὴ ἀνωτέρω ταῦτα ἐξηγούμεθα, καὶ δεῖ κἀκεῖνα ὥσπερ τὰ τῇδε λέγεται ἐκδέχεσθαι. ἀλλὰ ταῦτα μὲν οὕτως ἴσως λέγονται, τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον2 οὑτωσί· ἔστι γὰρ τὸ ἑξῆς καὶ ὑφ’ οὗ τὸ σπέρμα, ἐστί πως ὁμώνυμον, ἐὰν μὴ πήρωμα ᾖ· διὸ ἡμίονος οὐκ ἐξ ἡμιόνου· εἶτα οὐ γὰρ πάντα οὕτω δεῖ ζητεῖν, ὡς ἐξ ἀνθρώπου ἄνθρωπος· καὶ γὰρ γυνὴ ἐξ ἀνδρός. εἰπὼν δὲ περὶ τῶν ἀπὸ τέχνης ἐκ ταὐτομάτου γινομένων λέγει καὶ περὶ τῶν ἀπὸ φύσεως, καὶ φησὶν ὅσα δὲ ἀπὸ ταὐτομάτου ὥσπερ ἐκεῖ γίνεται, τὸ ὅσα ἀντὶ τοῦ ἐκεῖνα εἰπών. καὶ εἴη ἂν ὃ λέγει τοιοῦτον· ἐκεῖνα τῶν ἀπὸ φύσεως λέγομεν ἐκ ταὐτομάτου γίνεσθαι, ὅσων ἡ ὕλη οὐ μόνον ὑπὸ τοῦ ποιοῦντος σπέρματος ἀλλὰ καὶ ὑφ’ ἑαυτῆς δύναται κινεῖσθαι τὴν κίνησιν ἣν τὸ σπέρμα κινεῖ.3 γίνεται γὰρ βοτάνη καὶ ἐκ σπέρματος καὶ χωρὶς σπέρματος διὰ τὸ δύνασθαι κινεῖσθαι τὴν τῆς βοτάνης ὕλην τὴν κίνησιν ἣν τὸ σπέρμα κινεῖ. ὅσων δὲ μὴ δύναται ἡ ὕλη καὶ ὑφ’ ἑαυτῆς κινεῖσθαι ὥσπερ ἐπὶ ἀνθρώπου, ταῦτα ἀδύνατον γενέσθαι ἄλλως πως, ἀλλὰ γίνονται ἐξ αὐτῶν τῶν γεννώντων αὐτὰ καὶ οὐκ ἐκ ταὐτομάτου. ἐν τῇ λέξει δὲ τῇ ὅσα δὲ ἀπὸ ταὐτομάτου ὥσπερ ἐκεῖ, τὸ ὥσπερ ἐκεῖ ἀντὶ τοῦ ὥσπερ ἐν τοῖς ἀπὸ τέχνης.
那么,制作健康的那一事物是什么?是热,伴随并偶然结合于这——也就是热——之上的正是健康。正如在三段论中词项是本原和原因(因为他通过“实体和是什么”表明了这一点),并且它们是结论的原因(因为证明由词项产生),同样在技术制品的情形下,它们的生成也是原因。依自然生成的事物与这些情况相似:因为种子就像工匠一样进行制作;正如工匠自身中具有房屋或他是其制作者的某种其他事物的形式,种子同样在自身中潜在地具有形式。而种子由以出之物,只要不是畸形,就与生成物在某种方式上是同名的——也就是同义的——正如在骡子的情形中那样;因为产生出制作骡子的种子的马,与骡子并不是同义的。我何必说同义呢?因为它根本不分有其名称;因为骡子不被称为马。而骡子是畸形,这一点从骡子不生自骡子便可明白;因为如果它不是畸形而是依自然构成的事物之一,它就会繁殖。在说了种子由以出之物与通过种子生成之物在某种方式上是同名的之后,关于他为何附加了“在某种方式上”,他补充说明道:“因为不应当在一切事物上都如此寻求,正如人由人生成;因为女人也由男人生成”,这宛如他在说不应该在一切事物上都寻求同义之物;看啊,女人由男人生成,然而女人并不被称为男人。因此,“在某种方式上”的附加是很恰当的,因为某些事物确实与其由以出之物同义,另一些则不然。而且我认为在前面,当他说从所说的话中清楚可见万物在某种方式上由同名之物或同名部分生成时,他也就是由于这个缘故附加了这些表达,即“在某种方式上”和“由部分”;因为就作为人而言,男人和女人都是同义的,但作为男人和女人则不是同义的;因此它们在部分上是同义的。而由男人生成的男人则不是在部分上、而是在整体上同义的;因为他们无论作为人还是作为男人都是同义的。我们之前对这些的解释是多余的,那些事情也必须按照这里所说的那样来理解。不过这些事情或许可以这样说,但行文应当倒置地作如下阅读:因为连贯的语序是:“而且种子依其生成之物,只要不是畸形,在某种方式上就是同名的;因此骡子不生自骡子”;接着是:“因为不应当在一切事物上都如此寻求,正如人由人生成;因为女人也由男人生成”。在谈论了技术制品中自发生成的事物之后,他也谈论依自然生成的事物,并且说“至于凡是那些正如在那里那样自发生成的”,是用“凡是那些”代替了“那些事物”。而他所说的意思大概是这样:在依自然生成的事物中,凡是其质料不仅能被起作用的种子推动、而且也能被其自身推动以实现种子所推动的那种运动的事物,我们就说它们是自发生成的。因为草既由种子生成也无种子生成,这是由于草的质料能够被推动以实现种子所推动的那种运动。但在其质料不能也被自身推动的事物中,正如在人身上的情形那样,这些事物不可能以任何其他方式生成,而是由产生它们的产生者自身生成,并非自发生成。而在“至于那些正如在那里那样自发生成的”这一行文中,“正如在那里”是用来代替“正如在技术制品中”。
- 7.26ἀφ’ οὗ δὲ τὸ σπέρμα, ἐστί πως ὁμώνυμον
在关系从句 ἀφ’ οὗ δὲ τὸ σπέρμα 中省略了动词(如 ἐστί 或 γέγονε),且主句中作为主语的指示代词(ἐκεῖνο)作为先行词也被省略。它与主句的谓语动词 ἐστί 结合,意为“种子由以产生之[物]……是同名的”。
- 7.26τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον
副词 ὑπερβατῶς(以倒置方式)修饰动词性形容词 ἀναγνωστέον(应当被阅读)。亚历山大在句法上指出,不应当按照字面顺序理解亚里士多德流传下来的文本,而应当为了逻辑脉络将其倒置重排后再作阅读。
- 7.26κινεῖσθαι τὴν κίνησιν ἣν τὸ σπέρμα κινεῖ
动词 κινεῖσθαι 作被动态(被推动),并带有作同族宾格(cognate accusative)的 τὴν κίνησιν(运动),后者进一步受到关系从句 ἣν τὸ σπέρμα κινεῖ(种子主动推动的[运动])修饰。这构成了被动动词与同族宾格结合的句式结构:“被推动以实现种子所推动的那种运动”。
