← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§498.33-500.4

从同义之物的生成与技术中的形式

针对亚里士多德关于万物的生成都在某种方式上源于同名(同义)之物的论点,亚历山大注释了解释中对偶性生成的排除、形式在技术生成中的作用,以及通过摩擦产生的热如何借助体内热产生健康的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.26#1

" Δῆλον δ’ ἐκ τῶν εἰρημένων καὶ ὅτι πάντα τρόπον τινὰ γίνεται ἐξ ὁμωνύμου." Δείξας διὰ πλειόνων ὅτι οὐ μόνον ὁ ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται ἀλλὰ καὶ ἡ οἰκία ἐξ οἰκίας (ἡ γὰρ τέχνη, καθ’ ἣν ἡ οἰκία γίνεται, οὐδὲν ἄλλο ἐστὶν ἀλλ’ ἢ τὸ τῆς οἰκίας εἶδος),1 ὁμοίως καὶ ἡ ὑγίεια ἐξ ὑγιείας, λέγει ὅτι ἐκ τῶν εἰρημένων δῆλόν ἐστιν ὡς πάντα τρόπον τινὰ ἐξ ὁμωνύμου ἤτοι συνωνύμου γίνεται, εἰ μὴ κατὰ συμβεβηκός τι γίνεται. ἐκεῖνο γὰρ τὸ κατὰ συμβεβηκὸς γινόμενον οὐκ ἐκ συνωνύμου φήσει τις εἶναι, οἷον καθ’ αὑτὸ γινομένης τῆς οἰκίας κατὰ συμβεβηκὸς γίνεται τῷδε μὲν βλαβερά τῳδὶ δὲ ἡδεῖα. τὸ δὴ βλαβερὸν καὶ τὸ ἡδὺ οὔ φαμεν ἐκ συνωνύμου βλαβεροῦ καὶ ἡδέος γίνεσθαι· οὐ γὰρ ἔστι τέχνη τις αὐτῶν καὶ εἶδος. πάντα οὖν, φησί, τρόπον τινὰ ἐκ συνωνύμου γίνεται. τὸ δὲ τρόπον τινὰ καὶ μετ’ ὀλίγον τὸ ἢ ἐκ μέρους ὁμωνύμου πρόσκειται διὰ τὰ ἀπὸ τέχνης. οὐ γὰρ οὕτως ἐξ οἰκίας ἐνεργείᾳ οὔσης οἰκία γίνεται, ὥσπερ ὁ ἄνθρωπος ἐξ ἀνθρώπου. ἔστιν οὖν ἡ οἰκία τρόπον τινὰ ἐκ συνωνύμου, ἢ ἐκ μέρους συνωνύμου, τουτέστι τρόπον μέν τινα ἐκ συνωνύμου (ὁ γὰρ λόγος τῆς οἰκίας κατηγορεῖται καὶ κατὰ τῆσδε τῆς οἰκίας), τρόπον δέ τινα οὐκ ἐκ συνωνύμου· οὐ γὰρ ὑφέστηκεν ἡ οἰκία ἐξ ἧς γίνεται· διὸ τρόπον τινὰ αὖθις οὐκ ἐκ συνωνύμων. εἰπὼν δὲ ὅτι ἡ οἰκία ἐξ οἰκίας, ἐπειδὴ ὑπὸ τέχνης ἀλλ’ οὐκ ἐξ οἰκίας ἡ οἰκία γίνεται, τὴν αἰτίαν τοῦ πῶς τοῦτο λέγεται ἐπήγαγεν εἰπὼν ἡ γὰρ τέχνη τὸ εἶδος, τουτέστιν ἡ τέχνη, ὑφ’ ἧς ἡ οἰκία γίνεται, οὐκ ἔστιν ἄλλο τι ἀλλ’ ἢ οἰκία· τὸ γὰρ εἶδος τῆς οἰκίας τὸ ἐν τῇ ψυχῇ ἀΰλως ὂν τοῦ οἰκοδόμου ἐστὶν ἡ τέχνη, ὡς ἐν τῷ Γ τῶν Περὶ τῆς ψυχῆς δέδεικται. τὸ δὲ ἢ ἐκ μέρους συνωνύμου ἢ ἔχοντός τι μέρος τοιαύτην ἔχει τὴν ἔννοιαν· τὸ γὰρ θερμόν, ἐξ οὗ γέγονεν ἡ ὑγίεια, ἢ μέρος τι τῆς ὑγιείας ἐστὶν ἢ ἔχει μέρος αὐτῆς. αὐτὸς δὲ λίαν ἐναργῆ τῶν λεγομένων τέθεικε παραδείγματα, εἰπὼν τὸ γὰρ αἴτιον τοῦ ποιεῖν πρῶτον καθ’ αὑτὸ μέρος. ἡ θερμότης γὰρ ἡ διὰ τῆς κινήσεως καὶ τρίψεως ἐκτὸς γεγονυῖα θερμότητα ἐν τῷ σώματι ἐποίησεν· αὕτη δὲ ἡ ἐν τῷ σώματι γεγονυῖα θερμότης ἐστὶν ἡ ὑγίεια ἢ μέρος ὑγιείας. ἢ κάλλιόν ἐστι λέγειν ὅτι ἀκολουθεῖ αὐτῇ τῇ θερμότητι μέρος τῆς ὑγιείας, ἢ οὐ μέρος αὐτῇ τῆς ὑγιείας ἀκολουθεῖ, ἀλλ’ ἀκολουθεῖ τῇ θερμότητι αὐτὴ ἡ ὑγίεια. καὶ ἔστιν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· ἡ θερμότης ἢ αὐτὴ ἡ ὑγίειά ἐστιν, ἢ εἴπερ οὐκ ἔστιν, ἀλλ’ οὖν ἀκολουθεῖ αὐτῇ μέρος τι τῆς ὑγιείας ἢ αὐτὴ ἡ ὑγίεια. καὶ ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη ἂν εἴη, καταστήσαις δ’ ἂν τὴν λέξιν ὧδε· πάντα γίνεται ἐξ ὁμωνύμου, ὅταν μὴ κατὰ συμβεβηκὸς γένηται· εἶτα ἐπάγει ὥσπερ τὰ φύσει καὶ τὰ ἑξῆς. εἰπὼν δὲ ὅτι ἡ ἐν τῇ κινήσει θερμότης ἢ ὑγίειά ἐστιν ἢ μέρος ὑγιείας ἢ ἀκολουθεῖ αὐτῇ μέρος ὑγιείας ἢ αὐτὴ ἡ ὑγίεια, ἐπήγαγε τὴν αἰτίαν τοῦ πῶς λέγεται ἡ ἐν τῇ κινήσει θερμότης ποιεῖν τὴν ὑγίειαν εἰπὼν διὸ καὶ λέγεται ποιεῖν, ὅτι ἐκεῖνο ποιεῖ,2 τουτέστι διὰ τοῦτο λέγεται ποιεῖν ἡ τρίψις ἢ ἡ ἐν τῇ τρίψει θερμότης ὑγίειαν, ὅτι ἐκεῖνο, ὅπερ ποιεῖ ἡ τρῖψις, ποιεῖ τὴν ὑγίειαν· ἔστι δὲ ὃ ποιεῖ ἡ τρῖψις ἡ ἐν τῷ σώματι θερμότης, ᾗτινι θερμότητι ἀκολουθεῖ ἢ συμβέβηκεν ἡ ὑγίεια. οὕτω γὰρ χρὴ τῆς λέξεως ἀκούειν διὸ καὶ λέγεται ποιεῖν, ὅτι ἐκεῖνο ποιεῖ τὴν ὑγίειαν.

“从所说的话中也清楚可见,万物在某种方式上都由同名之物生成。” 在通过多方面的论证表明不仅人由人生成,而且房屋也由房屋生成(因为依照其生成房屋的技术,无非就是房屋的形式),同样健康也由健康生成之后,他说,从所说的话中清楚可见,除非某种事物是出于偶性生成的,否则万物在某种方式上都由同名之物生成,也就是由同义之物生成。因为凡出于偶性生成的事物,谁也不会说它是从同义之物生成的:例如,当房屋自身生成时,它出于偶性对这个人有害,对另一个人却令人愉悦。确实,我们并不说有害之物和愉悦之物是从同义的有害之物和愉悦之物生成的;因为不存在它们的某种技术和形式。因此,他说,万物在某种方式上都由同义之物生成。而“在某种方式上”以及稍后的“或者由同名部分生成”的说法,是因技术制品而附加的。因为并不是像人由人生成那样,房屋由一座现实存在的房屋生成。因此,房屋在某种方式上是由同义之物生成,或者由同义部分生成的;也就是说,一方面在某种方式上是由同义之物生成(因为房屋的定义也述说这个特定的房屋),但另一方面在某种方式上并不是由同义之物生成:因为生成它所由以出的那座房屋并不独立存在;因此再次在某种方式上不是由同义之物生成。在说了房屋由房屋生成之后,既然房屋是由技术生成而不是由房屋生成的,他通过说“因为技术就是形式”而补充说明了何以这样说出的原因;也就是说,房屋由以生成的技术,无非就是房屋;因为建筑师灵魂中非质料地存在的房屋形式就是技术,正如在《论灵魂》第三卷中所指出的那样。而“或者由同义部分生成,或者由具有某个部分之物生成”具有这样的含义:因为生成健康所由以出的热,要么是健康的某个部分,要么具有健康的一部分。他自己也为所说的事情给出了极其明晰的例证,他说“因为制作的首要原因就是本然的部分”。因为通过运动和摩擦在外部产生的热,在身体内部产生了热;而这在身体内部产生的热就是健康或健康的一部分。或者更妥当的说法是,健康的一部分伴随着这热本身,或者并不是健康的一部分伴随它,而是健康本身伴随着热。论述的总结如下:热要么就是健康本身,要么即使它不是健康,总之健康的某个部分或健康本身也伴随着它。所论述的思想大概就是如此,但人们可以把行文这样排列:“万物当不是出于偶性生成时,皆由同名之物生成”;接着他补充道“正如依自然生成的事物”等等。在说了运动中的热要么是健康,要么是健康的部分,要么健康的部分伴随它,要么健康本身伴随它之后,他通过说“因此它也被说成制作[健康],因为那[后一事物]制作[健康]”,补充了何以说运动中的热制作健康的原因;也就是说,摩擦或摩擦中的热之所以被说成制作健康,是因为摩擦所制作的那一事物制作了健康;而摩擦所制作的正是身体内部的热,健康便伴随或偶然结合于这一热。因为确实必须这样来理解这一行文:“因此它也被说成制作[健康],因为那[后一事物]制作健康”。

语法注2 条
  1. 7.26οὐδὲν ἄλλο ἐστὶν ἀλλ’ ἢ τὸ τῆς οἰκίας εἶδος

    οὐδὲν ἄλλο ... ἀλλ’ ἤ 是表示排他限制的惯用结构,意为“除……之外别无其他”“无非是……”。在否定代词 οὐδὲν ἄλλο 之后,ἀλλ’ ἤ 引导出真正的表语/主语成分 τὸ ... εἶδος。下文的 οὐκ ἔστιν ἄλλο τι ἀλλ’ ἢ οἰκία 亦是同一结构。

  2. 7.26διὸ καὶ λέγεται ποιεῖν, ὅτι ἐκεῖνο ποιεῖ

    此处引用并解释亚里士多德的原文章句。相对于主句动词 λέγεται,连词 ὅτι 引导原因从句(“因为……”)。指示代名词 ἐκεῖνο 指摩擦直接产生的结果(体内的热),ποιεῖ 的宾语“健康(τὴν ὑγίειαν)”由上下文补出。亚历山大紧接着将其重述为 ὅτι ἐκεῖνο, ὅπερ ποιεῖ ἡ τρῖψις, ποιεῖ τὴν ὑγίειαν,明确了该句的句法关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:498.33-500.4