← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§498.1-498.32

技术与自发生成及质料的自我运动

针对亚里士多德提出的“为何某些事物既由技术也自发地生成,而房屋等物却决不自发生成”这一疑难,亚历山大解释其原因在于底层质料自身运动能力的不同,并阐明了自发生成如何通过无技术者或质料自身的自发活动而实现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.25

" Ἀπορήσειε δ’ ἄν τις διὰ τί τὰ μὲν γίνεται καὶ τέχνῃ καὶ ἀπὸ ταὐτομάτου." Ἐπειδὴ πολλὰ τῶν ὄντων γίνεται καὶ ἀπὸ τέχνης καὶ ἀπὸ ταὐτομάτου, ὥσπερ εἴρηται ἐπὶ τῆς ὑγιείας, τινὰ δὲ ἀπὸ τέχνης μὲν γίνεται ὡς ἡ οἰκία, ἀπὸ ταὐτομάτου δ’ οὐδαμῶς (οὐδέποτε γὰρ ἀπὸ ταὐτομάτου μηδενὸς κινοῦντος συνετέθησαν οἱ λίθοι καὶ γέγονεν οἰκία), ζητεῖ διὰ τί τοῦτο γίνεται. καὶ εἰπὼν λέγει τὴν αἰτίαν τοῦ οὕτω ταῦτα γίνεσθαι, ὅτι τῶν μέν, φησίν, ἡ ὕλη ἡ ἄρχουσα τῆς γενέσεως, τουτέστιν ἡ ὡς ἀρχὴ καὶ αἰτία ὑποκειμένη ἐν τῷ ποιεῖν ἤτοι ἐν τῷ ποιεῖσθαι καὶ γίνεσθαί τι τῶν ἀπὸ τέχνης, ἐν ᾗ ὕλῃ ὑπάρχει τι μέρος τοῦ πράγματος (εἶπε γὰρ καὶ πρότερον ὅτι ἡ θερμότης ἡ ἐν τῷ σώματι ἢ ὑγίειά ἐστιν ἢ ἕπεται αὐτῇ μέρος τι τῆς ὑγείας), ἡ ὕλη δὴ ἡ ὑποκειμένη ἐν τῷ γίνεσθαί τι τῶν ἀπὸ τέχνης ἡ μὲν τοιαύτη ἐστὶν ὡς δυναμένη κινεῖσθαι καὶ ὑφ’ ἑαυτῆς ὡς ἂν κινηθείη καὶ ὑπὸ τοῦ τεχνίτου, ἡ δὲ οὔ,1 ἀλλ’ ἔστιν ἀδύνατος κινηθῆναι ὑφ’ ἑαυτῆς ὡς ὑπὸ τέχνης κινεῖται· τοῦτό ἐστι τὸ αἴτιον τοῦ τὰ μὲν γίνεσθαι καὶ ἐκ ταὐτομάτου τὰ δὲ μή. ἐπειδὴ δὲ πάντα φυσικήν τινα κίνησιν ἔχει (φέρεται γὰρ ὁ λίθος κάτω καὶ τὸ πῦρ ἄνω), λέγει ὅτι ὥσπερ καὶ τῶν ζῴων πολλὰ τὴν μὲν κατὰ τόπον κίνησιν κινοῦνται, ὡδὶ δὲ κινηθῆναι, οἷον φέρε εἰπεῖν ὀρχήσασθαι, οὐ δύνανται, οὕτω καὶ οἱ λίθοι καὶ τὰ ξύλα κάτω μὲν κινηθῆναι δύνανται φυσικῶς, ὡδὶ δὲ ὥστε ἀποτελέσαι οἰκίαν οὐδαμῶς, εἰ μὴ ὑπὸ τοῦ οἰκοδόμου, καὶ τὸ πῦρ ἄνω μὲν κινηθῆναι ὑφ’ ἑαυτοῦ δύναται, ὡδὶ δὲ ὥστε τὸν χαλκὸν ἐκπυρῶσαι οὐδαμῶς, εἰ μὴ ὑπὸ τοῦ χαλκέως. διὰ ταύτας οὖν τὰς αἰτίας τὰ μέν, οἷον οἰκία καὶ πλοῖον καὶ τὰ τοιαῦτα, οὐκ ἔσται ἄνευ τῶν ἐχόντων τὴν τέχνην, τὰ δέ, ὥσπερ ἡ ὑγίεια, ἔσται. εἶτα διαρθρῶν τὸν λόγον λέγει ὅτι τὰ καὶ ὑφ’ ἑαυτῶν δυνάμενα κινεῖσθαι οὐ μόνον ὑπὸ τῶν ἐχόντων τὴν τέχνην κινηθήσεται, ἀλλὰ καὶ κινηθήσεται ὑπὸ τῶν τοιούτων τῶν οὐκ ἐχόντων τὴν τέχνην. τρῖψις γάρ, ὡς πολλάκις εἴρηται, καὶ ὑπὸ τοῦ τεχνίτου γενήσεται καὶ ὑπὸ τοῦ τὴν τέχνην μὴ ἔχοντος. ἢ οὖν κινηθήσεται ὑπὸ τῶν τὴν τέχνην μὴ ἐχόντων, ἢ ἐκ μέρους, τουτέστιν ὑφ’ ἑαυτῶν·2 ἐπειδὴ γὰρ δύναται κινεῖσθαι καὶ ὑφ’ ἑαυτῶν, ποτὲ μὲν ὑπὸ τοῦ τεχνίτου κινηθήσεται, ποτὲ δὲ καὶ ὑπὸ τοῦ τὴν τέχνην μὴ ἔχοντος, ποτὲ δὲ καὶ ὑφ’ ἑαυτῶν.

“人们或许会疑惑,为何有些事物既由技术也自发地生成。” 既然存在的许多事物既由技术也自发地生成,正如在健康的情形中所说的那样,而某些事物则由技术生成,如房屋,却决不自发地生成(因为石头绝不会在没有任何动因推动的情况下自发地组合在一起并生成房屋),因此他探求为何会发生这种情况。在提出[这一疑难]之后,他说明了这些事物以这种方式生成的原因:他说,在某些事物中,主导生成的质料——也就是作为始基和原因而在制作中,或者说在由技术生成的事物被制作并生成时作为底层的质料,在其中存在着事物的某个部分(因为他先前也曾说过,身体中的热量要么就是健康,要么健康的某个部分伴随着它)——确实,在由技术生成的事物生成时作为底层的质料,一方面是这样一种性质,以至于既能由自身运动,正如它也能被工匠所推动一样,但另一方面却不是这样,而是不可能如被技术所推动那样由自身运动;这就是某些事物也自发地生成而另一些事物则不然的原因。而由于万物都具有某种自然的运动(因为石头向下运动,火向上运动),他说,正如许多动物固然进行位置运动,却不能以这种特定方式运动,比如比方说跳舞,同样,石头和木材固然能够自然地向下运动,但以这种特定方式运动以至于造成一座房屋,若非由建筑师推动则决不可能;火固然能由自身向上运动,但以这种特定方式运动以至于灼透青铜,若非由铜匠推动则决不可能。因此,由于这些原因,诸如房屋、船只以及此类的事物,没有掌握技术的人就不会存在,而另一些事物,如健康,则会存在。接着,他阐明该论证说,那些亦能由自身运动的事物,不仅将被掌握技术的人所推动,而且也将被那些并不掌握技术的这类人所推动。因为正如屡次指出的那样,摩擦既能由工匠产生,也能由不掌握技术的人产生。因此,它们要么将被不掌握技术的人推动,要么从部分上被推动,也就是说由自身推动;因为既然它们亦能由自身运动,它们有时将被工匠推动,有时也将被不掌握技术的人推动,有时也将由自身推动。

语法注2 条
  1. 7.25ὅτι τῶν μέν, φησίν, ἡ ὕλη ἡ ἄρχουσα τῆς γενέσεως... ἡ ὕλη δὴ ἡ ὑποκειμένη... ἡ μὲν τοιαύτη ἐστὶν... ἡ δὲ οὔ

    该句以 ὅτι τῶν μέν, φησίν, ἡ ὕλη... 开头,其后插入了同位语短语(τουτέστιν...)、关系从句(ἐν ᾗ ὕλῃ...)以及说明原因的括号从句(εἶπε γάρ...),随后通过 ἡ ὕλη δὴ ἡ ὑποκειμένη... 对主语进行了重申与复提(epanalepsis),最终落实到 ἡ μὲν τοιαύτη ἐστὶν... ἡ δὲ οὔ 的对举结构中。句首的 τῶν μέν 作部分格属格,预示了产物/质料的分类,即某些事物的质料能由自身运动,而另一些事物的质料则不能。

  2. 7.25ἢ ἐκ μέρους, τουτέστιν ὑφ’ ἑαυτῶν

    短语 ἢ ἐκ μέρους 与前文的 ἢ οὖν κινηθήσεται ὑπὸ τῶν τὴν τέχνην μὴ ἐχόντων 相对立,意为“或者从部分出发[引起运动]”。正如其后紧跟的解释 τουτέστιν ὑφ’ ἑαυτῶν(即由自身)所表明的,该结构指的是无需外在专业人员,而是由物体内部的某个组成部分(如身体内部的热)作为起点所引发的自发运动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:498.1-498.32