- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:497.6-497.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大表明形式是寓于质料的,复合个体乃是由同种形式的直接动因(如父亲)生成的,从而论证无须将理念确立为范型。
τοῦτο δὲ τὸ τόδε ὂν τοιόνδε ἐστὶν ὁ Καλλίας ἢ ὁ Σωκράτης· ὥσπερ γὰρ ἡ σφαῖρα ἡ χαλκῆ ἡδὶ ἐξ ὕλης καὶ εἴδους ἐστίν, οὕτω καὶ ὁ ἄνθρωπος ὁδὶ καὶ ὅλως τὸ ζῷον ἐξ ὕλης εἰσὶ καὶ εἴδους. οὕτω μὲν οὖν τὸ εἶδος τὸ ἔνυλον ποιεῖ περὶ τὴν ὕλην, καὶ ὅταν ποιήσῃ ἢ γεννήσῃ, ἔστιν· εἶδος δὲ αὐτὸ καθ’ αὑτὸ καὶ χωριστὸν οὐκ ἔστιν. Φανερὸν ἄρα ἐκ τῶν εἰρημένων ὅτι τὸ αἰτιᾶσθαι τὰ εἴδη ὡς ποιητικὰ τῶν τῇδε καὶ διδόναι αὐτοῖς ὕπαρξιν διὰ τοῦτο, οὐδέν εἰσι χρήσιμα πρὸς τὰς γενέσεις1 καὶ τὸ ποιεῖν τὰς ἀτόμους οὐσίας· οὐδὲ εἶεν ἂν καθ’ αὑτὰς οὐσίαι διὰ τὸ ὡς εἴρηται τὰ τῇδε ποιεῖν. φανερὸν γάρ ἐστιν ἐπί τινων, οἷον ἐπ’ ἐμοῦ καὶ τῶν κατὰ μέρος ἀνθρώπων, ὅτι ὁ γεννήσας με πατὴρ οἷος ἐγώ ἐστιν ἐξ ὕλης καὶ εἴδους, ἀλλ’ οὐ χωριστὸν εἶδος. εἰ δ’ ἦσαν τὰ εἴδη αἴτια γενέσεως, ἔδει τοῦ πατρός μου μὴ ὄντος γενέσθαι ἐμέ. οὐ πάντῃ δὲ οἷος ἐγώ ἐστιν ὁ πατήρ μου, ἀλλὰ τῷ μὲν εἴδει ὁ αὐτός, τῷ δ’ ἀριθμῷ οὐκέτι. καὶ ἁπλῶς ἐπὶ τῶν φυσικῶν οἷον τὸ γεννῶν, τοιοῦτον καὶ τὸ γεννώμενον· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου γεννᾶται καὶ ἵππος ἐξ ἵππου, εἰ μή τι παρὰ φύσιν γένηται, ὥσπερ ἵππος οὐ διόλου ἵππον γεννᾷ· ἵππον μὲν γὰρ γεννᾷ ἵππῳ θηλείᾳ συνδυασθείς, ἀλλὰ καὶ ἡμίονον ὄνῳ συνιών. ἀλλὰ καὶ ταῦτα, φησίν, ὁ ἵππος καὶ ἡ ὄνος κατά τι κοινὸν τὸν ἡμίονον γεννῶσιν· ὡς γὰρ ὁ Σωκράτης μετὰ τῆς Ξανθίππης κατὰ κοινόν τι τὸν ἄνθρωπον ἐγέννησε τοὺς αὐτοῦ παῖδας, οὕτω καὶ ὁ ἵππος μετὰ τῆς ὄνου κατὰ κοινόν τι τὸν ἡμίονον ἐγέννησεν· ἀλλὰ διὰ τὸ μὴ ὠνομάσθαι τὸ ἐγγύτατον γένος, τουτέστι τὸ κοινὸν καθ’ ὃ τὸν ἡμίονον ἐγέννησεν, οὐ φαίνεται τοῦτο, εἴη δ’ ἄν, φησίν, ἴσως τὸ κοινὸν οἷον ἡμίονος. ὥστε δῆλον ὅτι οὐ δεῖ ὡς παράδειγμα εἶδος κατασκευάζειν· μάλιστα γὰρ ἂν ἐν τούτοις ἐπεζητοῦντο, τουτέστιν αἱ ἐνέργειαι τῶν εἰδῶν μάλιστα ἐν τοῖς αἰσθητοῖς ἐφαίνοντο ἂν καὶ ἀτόμοις· ταῦτα γὰρ μάλιστα οὐσίαι. οὐ φαίνονται δ’ οὐδὲν περὶ τὴν γένεσιν αὐτῶν ἐνεργοῦντα, ἀλλ’ ἱκανόν ἐστι τὸ γεννῶν ποιῆσαι τὸ γεννώμενον μηδενὸς παραδείγματος φροντίζον· μήτε δὲ εἰς παράδειγμα ἀφορῶν τὸ γεννῶν γεννᾷ τὸ γεννώμενον, καί ἐστιν αἴτιον τὸ γεννῶν προσεχὲς τοῦ εἴδους τὸ εἶναι ἐν τῇ ὕλῃ·2 αὐτὸ γάρ ἐστι διὰ μέσης τῆς φύσεως τὸ τῷ εἴδει παρέχον τὸ εἶναι ἐν τῇ ὕλῃ, ἀλλ’ οὐ τὸ εἶδος καὶ τὸ παράδειγμα. καὶ ἐστὶ τὸ ὑπὸ τοῦ γεννῶντος ἐν ταῖς σαρξὶ καὶ ὀστέοις καὶ νεύροις εἶδος γεγονὸς ὁ Καλλίας καὶ ὁ Σωκράτης3 τῷ μὲν εἴδει οἱ αὐτοί, τῷ δ’ ἀριθμῷ ἕτεροι· ἑτέρα γὰρ ἡ ἑκάστου ὕλη· ὧν δὲ ἡ ὕλη ἑτέρα, καὶ αὐτὰ ἕτερα τῷ ἀριθμῷ.
而这个“具有这样性质的某个这”乃是卡利亚斯或苏格拉底;因为正如现存的这个青铜球是由质料与形式构成的,现存的这个人以及一般的动物也是由质料与形式构成的。因此,寓于质料的形式以这种方式围绕质料发生作用,并且当它发生作用或生殖时,它就存在;但是依自身且分离的形式是不存在的。由此可见,从所说的话中清楚的是,把诸形式归为这世上事物的创造因并因这缘故赋予它们以存在,它们对于生成以及对于产生不可分割的实体是毫无用处的;它们也不会由于如前所述造成这世上的事物而成为依自身存在的实体。因为在某些事物上,例如在我以及个别的人们身上是显然的:生我的父亲乃是像我一样由质料与形式构成的,而不是分离的形式。如果诸形式是生成的动因,那么在我的父亲不存在时我就应当已经生成。但我的父亲并非在所有方面都如我一般,而是在形式上是同一的,在数目上则不再[是同一的]。并且单纯就自然物而言,生成者是怎样的,被生成者也就是怎样的;因为人是由人生成的,马是由马生成的,除非发生了反常的情况,正如马并不全然生成马;因为与母马交配时它生成马,而与母驴交合时它也生成骡。但他指出,即使是这些——马与母驴——也是按照某种共通的东西生成骡的;因为正如苏格拉底与克珊西珀按照某种共通的东西,即“人”,生成了他自己的孩子们,同样,马与母驴也是按照某种共通的东西生成了骡;但由于最近的属——即它据以生成骡的那个共通之物——没有被命名,这一点并不明显,不过他说,那共通之物或许类似于骡。从而显而易见,不应当把形式建立为范型;因为如果[需要的话]最应当在这些事物中被探求,也就是说诸形式的现实活动最应当表现在可感觉的与不可分割的事物中;因为这些最是实体。然而诸形式在它们的生成上并不显出有任何作用,相反,生成者足以产生被生成者,而无须顾及任何范型。生成者并不着眼于范型而生成被生成者,并且生成者乃是形式存在于质料之中的直接原因;因为正是它自身通过自然的中介而向形式提供了存在于质料之中的存在,而不是形式和范型。而由生成者在血肉、骨骼和肌腱中所造成的形式,乃是卡利亚斯和苏格拉底,他们在形式上是同一的,在数目上则是不同的;因为每个人的质料是不同的,而凡质料不同的事物,它们自身在数目上也是不同的。
- 7.24τὸ αἰτιᾶσθαι τὰ εἴδη ὡς ποιητικὰ τῶν τῇδε καὶ διδόναι αὐτοῖς ὕπαρξιν διὰ τοῦτο, οὐδέν εἰσι χρήσιμα πρὸς τὰς γενέσεις
此处出现语法上的破格结构(anacoluthon)。ὅτι 引导的从句以带冠词的不定式短语 τὸ αἰτιᾶσθαι ... καὶ διδόναι 开头,处于主语位置,但其谓语却受到 τὰ εἴδη 的同化牵引,变成了复数动词与形容词 οὐδέν εἰσι χρήσιμα。在句义上,前置的不定式短语承担悬垂主题化的功能,即“就将形式归因为……并赋予其存在而言,它们毫无用处”。
- 7.24καί ἐστιν αἴτιον τὸ γεννῶν προσεχὲς τοῦ εἴδους τὸ εἶναι ἐν τῇ ὕλῃ
主语为 τὸ γεννῶν(生成者),αἴτιον ... προσεχές(直接原因)为谓表语。其后附有限定结构 τοῦ εἴδους τὸ εἶναι ἐν τῇ ὕλῃ(形式存在于质料之中的),由属格 τοῦ εἴδους 与解释性的带冠词不定式 τὸ εἶναι 构成(或以 τοῦ εἴδους 作为 τὸ εἶναι 的主格性属格),整体作为 αἴτιον 的限定补足成分。
- 7.24καὶ ἐστὶ τὸ ὑπὸ τοῦ γεννῶντος ἐν ταῖς σαρξὶ καὶ ὀστέοις καὶ νεύροις εἶδος γεγονὸς ὁ Καλλίας καὶ ὁ Σωκράτης
单数系动词 ἐστὶ 与中性单数短语 τὸ ... εἶδος γεγονός(被造成的形相)形成核心,而表语部分则是以并列阳性专名 ὁ Καλλίας καὶ ὁ Σωκράτης 充当,并在下文由阳性复数同位语 τῷ μὲν εἴδει οἱ αὐτοί 接续。该结构表达了质料中所体现的形相直接等同于具体的各个个体。
