- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:496.7-497.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《形而上学》1033b19的发问,亚历山大借助建筑与混合的类比论证道:若如柏拉图主义那样主张形式独立自存于可感觉个体之外,将无法解释生成与“这个”的形成,从而陷入荒谬。
" Πότερον δέ ἐστί τις σφαῖρα παρὰ τάσδε ἢ οἰκία παρὰ τὰς πλίνθους." Δείξας ὅτι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι οὐ γίνεται ἀλλ’ ἔστι μέν, γίνεται δὲ περὶ τὸ ὑποκείμενον, εἰπὼν δὲ καὶ ὅτι τὸ εἶδος ἢ ἡ μορφὴ ἡ ἐν τῷ αἰσθητῷ οὐ διὰ γενέσεως γίνεται ἀλλ’ ἀχρόνως καὶ ἐν ἀτόμῳ νῦν (λέγει δὲ εἶναι τὸ εἶδος οὐκ ἐνεργείᾳ καὶ καθ’ αὑτό, ὥσπερ ἐγώ,1 ἀλλὰ τῇ ἐπινοίᾳ), ταῦτα δὴ δείξας ἐρωτᾷ πότερον ἔστι τις σφαῖρα παρὰ τάσδε ἢ οἰκία παρὰ τὰς πλίνθους αὐτὴ καθ’ αὑτὴν καὶ ἁπλῶς ἄνθρωπος παρὰ τοὺς ἀνθρώπους. καὶ ἐρωτήσας ἐπικρίνει λέγων ἢ οὐκ ἄν ποτε ἐγίνετο τόδε καὶ αἰσθητόν·2 σύνηθες δὲ αὐτῷ τὸ τόδε τι ἐπὶ τῶν αἰσθητῶν καὶ εἰς δεῖξιν πιπτόντων καὶ ὅλως ἐπὶ τῶν καθ’ αὑτὰ δυναμένων εἶναι λαμβάνειν. καὶ ἐν ταῖς Κατηγορίαις γὰρ εἶπεν ὅτι ἐπὶ μὲν τῶν πρώτων οὐσιῶν, πρώτας λέγων Σωκράτην καὶ ἁπλῶς τὰ ἄτομα, ἀναμφισβητήτως τόδε τι σημαίνει ἑκάστη. οὐκ ἂν οὖν, φησίν, εἰ οὕτως ἦν, τουτέστιν εἰ χωριστὰ καὶ καθ’ αὑτὰ ἦν τὰ εἴδη, ἐγίνετο ἄν τόδε τι, ὥστε καὶ ἄλλου τινος ἀλλοιουμένου ἐπιγίνεσθαι τὸ εἶδος ἀχρόνως τῷ ἀλλοιουμένῳ·3 ἀλλ’ εἴπερ ἄρα ἔμελλε γίνεσθαι ἐν τῇ ὕλῃ, κατὰ σύνθεσιν ἄν τοῦτο ἐγένετο. ὡς γὰρ οἱ λίθοι αὐτοὶ καθ’ αὑτοὺς ὄντες συνθέσει ἀλλ’ οὐ διὰ γενέσεως καὶ ὅλως ἀλλοιώσεως τῆς οἰκίας μέρη γίνονται καὶ ταύτην ἀπεργάζονται, οὕτως εἴπερ ἦσαν καὶ τὰ εἴδη καθ’ αὑτά, συντιθέμενα μετὰ τῆς ὕλης τὰ ἄτομα ἂν ἐποίει, ἀλλ’ οὐ διὰ γενέσεως καὶ ἀλλοιώσεως. καὶ ἄλλως, ὥσπερ ὁδὶ ὁ οἶνος καὶ τοδὶ τὸ μέλι καθ’ αὑτὰ ὄντα τὸ οἰνόμελι πεποιηκότα οὐ δύνανται καὶ ἐν ἄλλοις εὑρίσκεσθαι, οὕτως εἴπερ καὶ ὁ ἄνθρωπος καθ’ αὑτὸν ἦν συντεθεὶς τῇδὶ τῇ ὕλῃ καὶ ποιήσας τὸν Σωκράτην, ἐν ἑτέρᾳ ὕλῃ οὐκ ἂν ἠδυνήθη γενέσθαι, ὥστε καὶ ἕτερον ἄνθρωπον ποιῆσαι, μέχρις οὗ ἐχωρίσθη τῆς ὕλης μεθ’ ἧς τὸν Σωκράτην ἐποίησεν. ὅπερ οὐ συμβαίνει τοῖς μὴ χωριστὰ τὰ εἴδη λέγουσιν· οὐ γὰρ καθ’ αὑτόν φασιν εἶναι τὸν ἄνθρωπον καὶ τὸ εἶδος τοῦ ἀνθρώπου, ἀλλὰ τῇ ἐπινοίᾳ τοῦτον χωρίζουσιν ἐκ τῶν πολλῶν, ἐν τοῖς μερικοῖς δὲ τὴν τοιάνδε φύσιν τὸ εἶναι διδόασιν. εἰ μὲν οὖν ἦν, φησί, τὰ εἴδη καθ’ αὑτά, οὐκ ἂν ἐγίνετο τόδε τι· ἀλλὰ τὸ μὲν εἶδος τοιόνδε τι σημαίνει, τουτέστι ποιόν τι σημαίνει, οὐχ ἁπλῶς δὲ ποιόν, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, ἤτοι οὐσίαν τινὰ ποιότητα ἔχουσαν, καὶ τοῦτο διαφέρει τῆς ὕλης ὅτι ἐκείνη ἄποιός ἐστιν. ἀλλὰ τοιόνδε μὲν τὸ εἶδος σημαίνει, τόδε δέ τι καὶ ὡρισμένον καὶ καθ’ αὐτὸ δυνάμενον εἶναι οὐκ ἔστιν, ἀλλ’ ὁ ποιῶν καὶ γεννῶν ἐκ τοῦδε τοῦ εἴδους ποιεῖ καὶ γεννᾷ τοιόνδε, ἤτοι τὸ ἐξ ὕλης καὶ εἴδους. καὶ ὅταν γεννηθῇ, ἔστι τόδε τοιόνδε, τουτέστι σύνθετος οὐσία ἐξ ὕλης καὶ εἴδους.
“那么,除了这些[球]之外是否存在着某种球,或者除了砖块之外是否存在着房屋呢?” 在表明了形式与“是什么”并不生成,而是[早已]存在,并在底层周围生成,并且也说了在可感觉物之中的形式或形相不是通过生成而生成,而是在无时间之中并在不可分割的“当下”生成之后(但他所说的形式并不像我[这样的个体]那样现实地且依自身存在,而是存在于思维之中),在确实表明了这些之后,他发问:除了这些[个别的球]之外是否存在着依自身的某种球,或者除了砖块之外是否存在着房屋,以及除了众具体人之外是否存在着绝对的“人”。在发问之后,他通过说“否则绝不会生成‘这个’与可感觉物”作出了判定。对他而言,习惯于把“某个这个”用于可感觉的事物,即落入指示的事物,并且总的来说用于能够依自身存在的事物。因为在《范畴篇》中他也说过,就第一实体而言——称苏格拉底以及简言之不可分割的个别物为第一实体——每一个都无可争辩地意指“某个这个”。他说,因此如果情形是这样——也就是说,如果形式是分离的且依自身的——“某个这个”就不会生成,从而随着另某种事物的质变,形式无时间地附加于发生蚀变之物;相反,如果它终究要在质料中生成,这本将是通过结合而生成的。因为正如石块依自身存在,乃是通过结合而非通过生成和一般的蚀变成为房屋的部分并造成房屋,同样,如果形式也是依自身存在的,它们同质料相结合本会产生不可分割的个别物,但不会是通过生成与蚀变。另外:正如现存的这葡萄酒和现存的这蜂蜜依自身存在,在造成了蜜酒之后,就不能再见于别的事物之中,同样,如果“人”也是依自身存在,与这质料相结合并造成了苏格拉底,那么直到他脱离了他用以造成苏格拉底的质料之前,他就不能再在另一质料中生成,以致也造成另一个人。这并不会发生在那些不说形式是分离的人身上;因为他们并不说“人”与人的形式是依自身的,而是通过思维把此形式从多数之中分离出来,并在个别物之中赋予此类本性以存在。他说,因此,如果形式是依自身的,“某个这个”就不会生成;相反,形式意指“这样性质的某物”,也就是说它意指某种质,但不是纯粹的质,而是限定了关涉实体的质,即具有某种质的实体,而它不同于质料之处就在于质料是无性质的。然而,形式虽然意指“这样性质的”,但它不是“某个这个”,也不是限定的且能依自身存在的东西;相反,制造者和生成者乃是由这形式制造并生成“这样性质的某物”,即由质料与形式所构成的复合之物。而当它被生成时,它乃是“这个具有这样性质的物”,即由质料与形式构成的复合实体。
- 7.24ὥσπερ ἐγώ
主格 ἐγώ 的搭配在此按省略系词理解为“像我[作为个别者的人]那样(现实地且依自身存在)”,与形式的非现实、非独立自存相对立,并呼应前一语块中的“我身上的形式”。另一种在语法上成立的解释是将其作为插入语理解为“正如我[在注解中]所说”,但考虑到前后肢“现实地且依自身”与“在思维中”的对照,将 ἐγώ 理解为现实且依自身的具体个体实例更为自然。
- 7.24ἢ οὐκ ἄν ποτε ἐγίνετο τόδε καὶ αἰσθητόν
引用亚里士多德原文(1033b21)。连词 ἤ 在此具有省略性质,表示“否则 / 要不然”(相当于 εἰ δὲ μή),引导带过去时陈述语气加 ἄν 的虚拟式反事实结论,用以说明若形式分离将导致的荒谬后果。
- 7.24ὥστε καὶ ἄλλου τινος ἀλλοιουμένου ἐπιγίνεσθαι τὸ εἶδος ἀχρόνως τῷ ἀλλοιουμένῳ
句法骨架为从属于反事实归结分句 οὐκ ἂν... ἐγίνετο τόδε τι 的结果 ὥστε 从句。ἄλλου τινος ἀλλοιουμένου 是独立属格结构(“随着另某种事物发生蚀变”),τῷ ἀλλοιουμένῳ 则是复合不定词 ἐπιγίνεσθαι 所支配的与格(“无时间地附加于发生蚀变之物”)。
