← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§495.16-496.6

质料的无限倒退与形式的无时间性生起

亚历山大指出,若假定形式生成则会导致质料的无限倒退,并论证形式不是通过时间性的生成过程,而是在无时间中附加于质料之上。进而,他区分了处于可感觉个别事物之中的形式与普遍的本质,并确认了亚里士多德的结论:生成的乃是质料与形式的复合实体,而非形式本身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.23#2

ὥσπερ γὰρ ὁ ποιῶν τὴν χαλκῆν σφαῖραν ἐκ τουδὶ τοῦ ὄντος ποιεῖ, οἷον ἐκ χαλκοῦ τοδὶ τὴν σύνθετον σφαῖραν ποιεῖ, οὕτω εἰ καὶ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι σφαῖρα ποιεῖ, ἐξ ὑποκειμένου τινὸς ποιήσει, καὶ βαδιοῦνται αἱ γενέσεις εἰς ἄπειρον. ὥστε καὶ ἐκ τούτων φανερόν ἐστιν ὅτι οὐδὲ τὸ εἶδος, ἢ ὅ τι χρὴ καλεῖν τὴν μορφὴν τὴν ἐν τοῖς αἰσθητοῖς, γίνεται, οὐδὲ διὰ γενέσεως εἰς τὸ εἶναι ἄγεται, ἀλλὰ τῆς ὕλης ὑπὸ τῆς ἐν αὐτῇ φύσεως ἀλλοιουμένης καὶ γινομένης ἀχρόνως ἐπιγίνεται αὐτῇ καὶ ἐν ἀτόμῳ νῦν.1 οὐ μόνον δέ, φησί, φανερόν ἐστιν ὅτι τὸ ἐν τῷ αἰσθητῷ εἶδος οὐ γίνεται, ἀλλ’ οὐδ’ ἔστι τοῦτο, λέγω δὴ τὸ ἐν τῷ αἰσθητῷ εἶδος, τὸ τί ἦν εἶναι· τὸ γὰρ τί ἦν εἶναι καθόλου καὶ νοητόν, τοῦτο δὲ αἰσθητὸν καὶ μερικόν, ὃ καὶ γίνεται ἐν τῇ ὕλῃ ὑπὸ φύσεως ὥσπερ τὸ ἐν ἐμοὶ εἶδος καὶ τὸ ἐν τοῖς καθ’ ἕκαστα, ὑπὸ τέχνης δὲ ὡς ἡ χαλκῆ σφαῖρα, ὑπὸ δυνάμεως δὲ ὡς αἱ ἀρεταί· εἴδη γάρ τινα καὶ αὗται κοσμοῦσαι τὴν ψυχὴν ὡς τὰ εἴδη τὴν ὕλην· αἵπερ ἀρεταὶ οὐ γίνονται, ὥσπερ οὐδὲ ἡ σφαῖρα, καὶ γίνονται ἐν ἄλλῳ, ἤτοι τῇ ψυχῇ, ὡς ἡ σφαῖρα ἐν τῷ χαλκῷ. καὶ τὴν μὲν χαλκῆν σφαῖραν ποιεῖ ἔκ τε τοῦ χαλκοῦ καὶ τοῦ εἴδους τῆς σφαίρας· ποιεῖ γὰρ τὴν σφαῖραν ἐν τῷ χαλκῷ, καὶ ἔστιν ὃ πεποίηκε σφαῖρα χαλκῆ· τὸ δὲ τί ἦν εἶναι σφαίρᾳ ὅλως οὐ ποιεῖ.2 εἰ γὰρ ἔσται γένεσις αὐτῆς, ἔκ τινος ἔσται· πᾶν γὰρ τὸ γεγονὸς διαιρεῖται εἰς τὸ ἐξ οὗ γέγονε καὶ εἰς τὸ ὃ ἐγένετο. καὶ εἴπερ ἐστὶ σφαῖρα σχῆμα τὸ πάντῃ ἴσον ἀπέχον τοῦ κέντρου, τούτου τοῦ σχήματος τὸ μὲν ἔσται ὑποκείμενον, ἐν ᾧ τὸ εἶδος ἔσται, ὃ ποιεῖ ὁ ποιῶν περὶ αὐτό, τὸ δὲ ἔσται εἶδος ἐν τῷ ὑποκειμένῳ ὄν, τὸ δ’ ἐκ τούτων ἔσται ἡ γεγονυῖα χαλκῆ σφαῖρα. καὶ λοιπὸν συμπεραίνεται λέγων φανερόν ἐστιν ἐκ τῶν εἰρημένων ὅτι τὸ μὲν λεγόμενον ὡς εἶδος ἢ ὡς οὐσία οὐ γίνεται, τὸ δὲ σύνθετον τὸ ἐκ τούτου καὶ τῆς ὕλης γίνεται (τοῦτο γὰρ εἶπεν ὅτι ἡ κατὰ ταύτην σύνοδος), καὶ ὅτι ἐν παντὶ τῷ γινομένῳ ὕλη ἔνεστι καί ἐστι τὸ μὲν ὡς εἶδος τὸ δ’ ὡς ὕλη.

因为正如制造青铜球的人是从现存的这物制造的——例如从青铜制造出这物即复合的球——同样,如果他也制造形式以及作为“球”的“是什么”,他必将从某种底层来制造,而生成就将走向无限。因此,从这些考虑出发也很显然:形式——无论应当怎样称呼在可感觉物之中的形相——既不生成,也不是通过生成而被导向存在;相反,当质料被其内部的自然所改变并达到[适宜状态]时,[形式]乃是在无时间之中并在不可分割的“当下”附加于它的。而且他说,不仅显而易见在可感觉物之中的形式不生成,而且这东西——我指在可感觉物之中的形式——甚至也不是“是什么”;因为“是什么”是普遍的和可理知的,而这[形式]则是可感觉的和个别的,它也是由自然在质料中生成的(犹如我身上的形式和各具体事物之中的形式那样),或者是由技艺生成的(犹如青铜球),或者是由能力生成的(犹如诸德性;因为这些德性也是某种装点灵魂的形式,正如形式装点质料一样;这些德性并不生成,正如球也不生成,它们乃是生成在另一物即灵魂之中,正如球生成在青铜之中一样)。并且[工匠]是由青铜与球的形式这两者制造出青铜球;因为他是在青铜之中制造球,而他所制造出来的就是青铜球;但他根本不制造球的“是什么”。因为如果会有它的生成,它就必将从某物生成;因为凡已生成的事物,都被划分为它从中生成的那物与它已生成为的那物。而如果球确实是从中心向各方等距延伸的图形,那么在这图形之中,一部分将是底层,形式将在其中,即制造者赋予它的形式,另一部分将是存在于底层之中的形式,而由这些构成的就将是已生成的青铜球。最后他总结说,从所言各点显而易见:被称作形式或实体的并不生成,而由形式与质料构成的复合实体则生成(因为这就是他所说的“按照它的结合”),并且在一切生成之物中都存在着质料,其中一部分作为形式,另一部分则作为质料。

语法注2 条
  1. 7.23ἀλλὰ τῆς ὕλης ὑπὸ τῆς ἐν αὐτῇ φύσεως ἀλλοιουμένης καὶ γινομένης ἀχρόνως ἐπιγίνεται αὐτῇ καὶ ἐν ἀτόμῳ νῦν

    τῆς ὕλης ... ἀλλοιουμένης καὶ γινομένης 为属格独立结构,主句的主语承前省略了 τὸ εἶδος。γινομένης 在此作绝对用法(达到适宜状态)或表示趋向变化完成的过程;与主动词 ἐπιγίνεται 相连,表明一旦质料在其内部自然的作用下准备就绪,形式便在无时间中(ἀχρόνως)并在不可分割的瞬间(ἐν ἀτόμῳ νῦν)附加于质料之上。

  2. 7.23τὸ δὲ τί ἦν εἶναι σφαίρᾳ ὅλως οὐ ποιεῖ

    σφαίρᾳ 为表示限定或领属的与格(“对球而言的”是什么)。此前出现的句式(τὸ τί ἦν εἶναι σφαῖρα)使用的是同格的主格 σφαῖρα,而此处则采用了亚里士多德典型的 τὸ τί ἦν εἶναι 加与格结构,用来指称所谈事物的本质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:495.16-496.6