← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§494.24-495.16

形式的非生成与生成的三个环节

亚里士多德在《形而上学》Z卷第8章(1033a24)开始论证形式和“是什么”本身并不生成,亚历山大梳理了动因、质料与复合实体这三个生成环节,阐明工匠在制作青铜球时并不是制造形式本身而是将形式赋予质料,并指出若主张形式自身生成则将陷入无穷倒退。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.23#1

" Ἐπεὶ δ’ ὑπό τινος γίνεται τὸ γινόμενον· τοῦτο δὲ λέγω, ὅθεν ἡ ἀρχὴ τῆς γενέσεώς ἐστι." Προθέμενος δεῖξαι ὅτι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι οὐ γίνεται, καὶ συνιδὼν ὅτι οὐδὲν αὐτῷ πρᾶγμα οὐδὲ δυσχερὲς εἰς τὸ τοῦτο δεῖξαι γενήσεται, εἰ πρότερον δείξει ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται, καὶ τοῦτο δείξας, νῦν τρέπεται εἰς τὴν δεῖξιν τοῦ ὅτι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι οὐ γίνεται. καὶ φησιν ἐπειδὴ τὸ γινόμενον ὑπό τινος γίνεται (τοῦτο δὲ ὑφ’ οὗ γίνεται τὸ γινόμενον ἐστὶ τὸ ποιητικόν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὅθεν ἡ ἀρχὴ τῆς γενέσεως), καὶ ἔκ τινος γίνεται (καὶ ἔστω, φησίν, ἐξ οὗ γίνεται τὸ γινόμενον μὴ ἡ στέρησις ἀλλ’ ἡ ὕλη· ἤδη γὰρ ὥρισται ὃν τρόπον τοῦτο λέγεται ὅτι ἐκ τῆς στερήσεως γίνεται, ἀλλὰ διὰ τὸ μὴ κεῖσθαι αὐτῇ ὄνομα λέγομεν ἐκ τῆς ὕλης), ἐπειδὴ οὖν τὸ γινόμενον ὑπό τε ποιητικοῦ γίνεται καὶ ἐκ τῆς στερήσεως ἢ καὶ ἐκ τῆς ὕλης, καὶ τὶ γίνεται, οἷον ἄνθρωπος ἢ ἵππος ἢ σφαῖρα ἢ κύκλος ἢ ἄλλο τι. ὥσπερ οὐδὲ τὸν χαλκόν (λεγέσθω γὰρ ἐπὶ τούτου) ποιεῖ, οὕτως οὐδὲ τὴν σφαῖραν,1 οὐχὶ τήνδε τὴν μερικήν (φανερὸν γὰρ ὅτι ταύτην ποιεῖ), ἀλλὰ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι σφαῖρα2 οὐ ποιεῖ, ἀλλὰ τίθησιν αὐτὸ περὶ τὸν χαλκόν· εἰ δὲ καὶ λέγεται σφαῖραν ποιεῖν, κατὰ συμβεβηκὸς τοῦτο λέγεται· διὰ γὰρ τὸ τὴν χαλκῆν σφαῖραν ποιεῖν λέγεται σφαῖραν ποιεῖν, ἀλλ’ οὐχὶ διὰ τὸ τὸ εἶδος τῆς σφαίρας καὶ τὸ τί ἦν εἶναι, ὃ περὶ τὸν χαλκὸν τίθησιν· αὐτὸ γὰρ οὐ γίνεται. τὸ γὰρ τόδε τι ποιεῖν, τουτέστι τὸ γὰρ τήνδε τὴν μερικὴν σφαῖραν ποιεῖν, ἐστὶ τὸ ἐξ ὑποκειμένου τοῦ χαλκοῦ καὶ τοῦ εἴδους ποιεῖν τόδε τι ἤτοι σύνθετον. ποιεῖ γὰρ τὸ στρογγύλον ἐν τῷ χαλκῷ, τὸ δὲ στρογγύλον (αὐτὴν λέγω τὴν στρογγυλότητα τὴν ἐν τοῖς καθ’ ἕκαστα τὸ εἶναι ἔχουσαν) οὐ ποιεῖ οὐδὲ τὸ εἶδος τῆς σφαίρας (ἔστι γάρ), ἀλλὰ τοῦτο τὸ εἶδος τῆς σφαίρας ποιεῖ ἐν ἄλλῳ καὶ περιτίθησιν αὐτὸ τῷ χαλκῷ. εἰ δὲ λέγει τις καὶ τὸ εἶδος ποιεῖν τῆς σφαίρας ὥσπερ τὸ σύνθετον, ἐπειδὴ πᾶν τὸ γινόμενον, ὡς δέδεικται, ἔκ τινος γίνεται, γενήσεται καὶ τοῦτο ἐξ ἄλλου κἀκεῖνο ἐξ ἄλλου καὶ τοῦτο εἰς ἄπειρον, ὅπερ ἀδύνατον.

“然而,既然生成之物是由某物生成的——我指的是生成之起端所从出的那物——”在立意要证明形式与“是什么”并不生成,并且洞察到如果事先证明凡生成之物皆从某物生成,那么在证明这一点上对自己而言就不会产生任何麻烦或困难,并且在证明了这一点之后,[亚里士多德]现在转向去证明形式与“是什么”并不生成。并且他说,既然生成之物是由某物生成的(而这生成之物由之生成的某物,就是动因;因为“生成之起端所从出的那物”表明的正是这一点),并且是从某物生成的(他说,生成之物从中生成的某物,且当作不是缺乏而是质料;因为关于它是如何被说成是从缺乏生成的,此前已经界定,只是由于缺乏未被赋予名称,我们才说它是从质料生成的),因此,既然生成之物既是由动因生成的,又是从缺乏或者也就是从质料生成的,并且生成为某物,例如人、马、球、圆或某种其他事物,那么,正如[工匠]不制造青铜一样(且以此为例来说),同样他也不制造球;这并非说他不制造这具体个别的[球](因为显然他是制造这个的),而是说他不制造形式以及作为“球”的“是什么”,而是把它赋予青铜。即使他也被说成是制造球,这也是偶适地这样说的;因为他是由于制造了青铜球才被说成制造球,而不是由于制造了他赋予青铜的球的形式与“是什么”;因为形式本身并不生成。因为制造一个“这个”,也就是制造这具体个别的球,乃是由底层的青铜和形式来制造一个“这个”即复合实体。因为他是在青铜中制造出圆形,但圆形(我指在各个别事物中具有其存在的圆性本身)他并不制造,也不制造球的形式(因为它存在着),而是他在另一物中制造这球的形式并把它加于青铜。但如果有人说他也像制造复合实体那样制造球的形式,那么既然如已表明的那样凡生成之物皆从某物生成,这形式也将从另一物生成,那物又从另一物生成,以致走向无限,而这是不可能的。

语法注2 条
  1. 7.23ἐπειδὴ οὖν τὸ γινόμενον ὑπό τε ποιητικοῦ γίνεται καὶ ἐκ τῆς στερήσεως ἢ καὶ ἐκ τῆς ὕλης, καὶ τὶ γίνεται... ὥσπερ οὐδὲ τὸν χαλκόν... οὕτως οὐδὲ τὴν σφαῖραν

    句法上的破格(破式连接,anacoluthon)。由 ἐπειδὴ οὖν 引导的包含对前文插入成分进行总结的冗长原因从句之后,主句转而以 ὥσπερ οὐδὲ τὸν χαλκόν... οὕτως οὐδὲ τὴν σφαῖραν [ποιεῖ] 这一对比相关结构接续。其主语在语境中承前补出“制作者/工匠”。

  2. 7.23τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι σφαῖρα

    名词主格形式 σφαῖρα 直接与带冠词的短语 τὸ τί ἦν εἶναι 并置,起同位语或谓词性说明作用,用以指明其具体内容(“作为球的‘是什么’/本质”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:494.24-495.16