- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:493.23-494.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节是对亚里士多德《形而上学》卷Z第7章(1033a5及后)的注解。亚历山大解释了为何青铜或石头等质料中的缺乏因其不确定性与无名性而使得生成物依质料(派生词)而非缺乏被言说,基于实体变化的差异给出了另一原因,并总结了整段讨论的用意。
εἰ γὰρ δυνατὸν ὁρίσασθαι καὶ εἰπεῖν ὅτι τοῦδε τοῦ σχήματος ἔχει στέρησιν, οἷον φέρε τοῦ ἀνδριάντος, ἵνα λέγωμεν ὅτι ὁ χαλκὸς στέρησιν ἔχων ἀνδριάντος γέγονεν ἐκ τῆς τοιαύτης στερήσεως, λέγω δὴ ἐκ μὴ ἀνδριάντος· εἰ γὰρ τοῦτο λέγοι τις ὅτι ὁ χαλκὸς στέρησιν ἔχει τοῦ σχήματος τοῦ ἀνδριάντος, πρόχειρον ἐμοὶ λέγειν ὅτι οὐ τοῦ ἀνδριάντος ἀλλὰ λέβητος ἢ τρίποδος ἢ κιβωτίου ἢ ἵππου ἢ ἄλλου τινός. ὥστε διὰ τὴν ἀοριστίαν τοῦ ποίου σχήματος ἔχει στέρησιν ὁ χαλκὸς καὶ διὰ τοῦτο καὶ ἀνωνυμίαν (τὰ γὰρ ἀόριστα ἀνώνυμα) οὔ φαμεν τὴν στέρησιν ἀλλὰ τὴν ὕλην. ὁμοίως καὶ ἐπὶ τῶν λίθων· οὐδὲ τούτων γὰρ ἡ στέρησις ὠνομασμένη τυγχάνει, ἵνα λέγωμεν ὅτι ἐκ μὴ οἰκίας γέγονεν ἡ οἰκία. καὶ οὐ τοῦτό φαμεν ὅτι ἡ οἰκία ἐξ οὐκ οἰκίας οὐ γίνεται (μαχόμενα γὰρ ἂν ἐλέγομεν τοῖς ἐν τοῖς Περὶ φύσεως διορισθεῖσι· φανερὸν γὰρ ὅτι ἐκ μὴ οἰκίας γέγονεν), ἀλλὰ ὅτι οὐ δυνατὸν λέγειν ὡς ἐκ τῆς ἐνούσης ἐν τῷ λίθῳ στερήσεως τῆς οἰκίας. οὐ μόνον γὰρ ἐν τῷ λίθῳ στέρησις οἰκίας ἐστίν, ἀλλὰ καὶ ἀνδριάντος καὶ ἄλλων μυρίων. εἰπὼν δὲ ὅτι διὰ τὸ μὴ κεῖσθαι ὄνομα τῇ στερήσει ἐκεῖνο μὲν ὅλως ἐξ οὗ γέγονεν οὐ λέγεται, οἷον οὐ λέγεται λίθος ὁ ἀνδριάς, ἐξ ἐκείνου δὲ κατὰ τοῦτο, διὰ τὸ μὴ κεῖσθαι ὄνομα τῇ στερήσει1 (εἰ γὰρ ἔκειτο οὐκ ἂν τοῦτο ἐλέγομεν, ὥσπερ οὐδ’ ἐπὶ τοῦ ἀνθρώπου· οὐ γὰρ λέγομεν ὅτι ἐξ ἀνθρώπου γέγονεν ὁ ὑγιής), καὶ ἄλλην αἰτίαν τίθησι τοῦ διὰ τί οὐ λέγεται ἐκ λίθου γίνεσθαι τὸν ἀνδριάντα, λέγων ἐπεὶ οὐδ’ ὡς ἐκ ξύλου γίνεται ὁ ἀνδριὰς καὶ τὰ ἑξῆς. τὸ δὲ λεγόμενον τοῦτό ἐστιν. ἐάν τις σφόδρα καὶ ἀκριβῶς ἐπιβλέψῃ καὶ ἐπιστήσῃ τῇ τῶν πραγμάτων φύσει, οὐκ ἂν εἴποι ὅτι ἐκ ξύλου γίνεται ὁ ἀνδριὰς ἢ ἐκ χαλκοῦ, ὅτι τὸ μὲν ἔκ τινος γινόμενον ἐκεῖθεν ἐξ οὗ γίνεται μεταβάλλει καὶ ἐξίσταται τῆς ἐν ᾗ ἦν φύσεως καὶ γέγονεν ἄλλο τι· ὁ δὲ χαλκὸς ἀνδριὰς γεγονὼς πάλιν μένει χαλκός, ὃ οὐκ ἂν εἴποις ἐπὶ τοῦ ὕδατος γεγονότος ἀέρος· οὐκ ἄρα οὔτε γίνεται ἐκ χαλκοῦ ἀνδριὰς οὔτε λεχθήσεται τοῦτο ἐπὶ τοῦ ἀνδριάντος, λέγω δὴ ὅτι ἐκ χαλκοῦ γέγονεν. ἀλλὰ τὰ μὲν λεγόμενα, οἶμαι, τοιαῦτα. ἐν δὲ τῇ λέξει τῇ ὧν δ’ ἡ στέρησις ἄδηλος καὶ ἀνώνυμος οἷον ἐν χαλκῷ σχήματος ὁποιουοῦν2 τοιοῦτόν ἐστιν· ὧν δ’ ἡ στέρησις ἄδηλος καὶ ἀνώνυμος, ἐπὶ τούτων οὐ δοκεῖ ἐκ τῆς στερήσεως γίνεσθαι, ὥσπερ ἐκ κάμνοντος· ἐν γὰρ τῷ χαλκῷ οὐκ ἔστι δῆλον ποίου σχήματος στέρησιν ἔχει. ἡ μὲν δὴ τῶν λεγομένων ἔννοια τοιαύτη τις ἂν εἴη καὶ οὕτω δὴ κατ’ ἐμὴν δύναμιν σεσαφήνισται· ἐπιζητήσειε δ’ ἄν τις ποίαν τινὰ χρείαν τοῖς προσεχῶς δειχθεῖσι παρέχεται. δέδεικται γὰρ ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται. τίνα οὖν χρείαν πρὸς ταῦτα παρέχεται τὸ λέγειν ὅτι τινὰ μὲν λέγεται οὐκ ἐκεῖνο ἐξ οὗ γίνεται ἀλλ’ ἐκείνινον; ἢ οὐδεμίαν ἄλλην, ἀλλ’ ἐπειδὴ3 ἔδειξεν ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται, διαρθρῶσαι ἠθέλησε καὶ τὸ πῶς λέγονται τὰ γινόμενα.
因为,如果能够界定并说明它具有这个特定形状的缺乏,比方说具有雕像的缺乏,以便我们能够说具有雕像缺乏的青铜是出于这样一种缺乏、即出于非雕像而生成的——因为如果有人说青铜具有雕像形状的缺乏,我可以轻而易举地反驳说,这缺乏不是雕像的,而是锅、三足鼎、箱子、马或某种其他事物的。因此,由于青铜具有何种形状的缺乏是不确定的,并且因此也是无名的(因为不确定的事物是无名的),我们所说的不是缺乏,而是质料。在石头的情形中同样如此;因为它们的缺乏也未被命名,以致我们能够说房屋是从非房屋生成的。我们所说的并不是房屋不从非房屋生成(因为这样我们就会说出与《物理学》中所确定的内容相冲突的话;因为显然它是从非房屋生成的),而是说不能把它说成是出于石头中所内在的房屋缺乏而生成。因为在石头中不仅有房屋的缺乏,而且有雕像以及无数其他事物的缺乏。在指明了由于缺乏未被赋予名称,生成之物根本不被言说为它从中生成的那事物本身,例如雕像不被称为“石头”,但却正因为缺乏未被赋予名称而被言说为从那事物生成(因为如果已被赋予名称,我们就不会这样说,正如在人的情形中也不会这样说;因为我们不说健康的人是从人生成的)之后,他又给出了雕像为何不被说成是从石头生成的另一个原因,他说“因为也不像雕像从木头生成”等等。所说的意思是这样的:如果有人极其准确地观察并注视事物的本性,他就不会说雕像是从木头或从青铜生成的,因为从某物生成的事物,是从它从中生成的那事物发生变化,脱离它先前所在的本性而变成了另外的事物;但青铜在变成雕像之后仍然保持为青铜,而这在水变成空气的情形中是不能说的;因此雕像既不是从青铜生成的,关于雕像也不会这样说,我指说它是从青铜生成的。但我认为,所说的大概是这样的意思。而在“但在那些缺乏隐晦且无名的事物中,例如在青铜中关于无论何种形状”这句文句中,意思是这样的:在那些缺乏隐晦且无名的事物中,在这些事物上并不显得像出于患病者那样是出于缺乏生成的;因为在青铜中,它究竟具有何种形状的缺乏并不清楚。所言说的含义大概就是如此,并已依我之力作了这样的澄清;但有人可能会追问,这对于刚刚所表明的事理提供了怎样的用处。因为已经表明,凡生成之物皆从某物生成。那么,说某些事物不被言说为它们从中生成的那事物本身,而是被言说为“由那个制成的”,对于这些事理到底提供了什么用处呢?没有别的用处,只是因为既然他指明了凡生成之物皆从某物生成,他便也想分梳清楚生成之物是如何被言说的。
- 7.22ἐκεῖνο μὲν ὅλως ἐξ οὗ γέγονεν οὐ λέγεται, οἷον οὐ λέγεται λίθος ὁ ἀνδριάς, ἐξ ἐκείνου δὲ κατὰ τοῦτο, διὰ τὸ μὴ κεῖσθαι ὄνομα τῇ στερήσει
对比结构中的谓语承前省略。前半句 ἐκεῖνο μὲν ὅλως... οὐ λέγεται 指直接作谓词的表述(不被称为“石头”),而后半句 ἐξ ἐκείνου δὲ κατὰ τοῦτο 则根据语境补充 λέγεται γίνεσθαι(“被说成是从那事物生成的”)。整句对比了雕像不被称为“石头”,却正因缺乏无名而被说成是“从石头生成”的。
- 7.22ὧν δ’ ἡ στέρησις ἄδηλος καὶ ἀνώνυμος οἷον ἐν χαλκῷ σχήματος ὁποιουοῦν
亚里士多德原文(1033a13–14)的内嵌引用。作为介词短语 ἐν δὲ τῇ λέξει τῇ 的同位引用成分,整个引用句作为中性单数短语与后文的 τοιοῦτόν ἐστιν(“[其含义]是这样的”)相衔接。
- 7.22ἢ οὐδεμίαν ἄλλην, ἀλλ’ ἐπειδὴ
小词 ἤ 用于自问自答句式,直接引出对前一疑问句(τίνα οὖν χρείαν... παρέχεται;)的回答。省略了主句谓语(“不提供其他任何用处”),意为“或者说没有别的用处,只是因为……”。
