- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:492.24-493.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《形而上学》卷七第7章(1033a5)进行注解,阐明为何生成物不是按质料本身被命名,而是通过同源派生词(‘由……制成的’)被言说,并分析了在缺乏有名(疾病与健康)与无名(青铜与雕像)的情况下人们在日常言说“从何物生成”时的差异。
" Ἐξ οὗ δὲ ὡς ὕλης γίνεται ἔνια λέγεται ὅταν λέγηται οὐκ ἐκεῖνο ἀλλ’ ἐκείνινον." Δείξας ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται λέγει ὅτι ἔνια, ὅταν λέγηται, οὐ λέγεται ἐκεῖνο ἐξ οὗ γίνεται, ἀλλ’ ἐκεῖνο μὲν ὅλως οὐ λέγεται οὐδὲν εἰ μὴ παρωνύμως, οἷον ὁ ἀνδριὰς ὅλως οὐ λέγεται λίθος ἀλλὰ λίθινος· οὐ γὰρ ἐγένετο ὁ λίθος ἀνδριάς. τὸ γὰρ γεγονός τι ἀλλοιωθὲν καὶ ἐκστὰν τοῦ ὃ ἦν πρότερον ἐγένετο ὃ οὐκ ἦν· ὁ δὲ λίθος πάλιν λίθος μένει τὸ εἶδος δεξάμενος τοῦ ἀνδριάντος, ὥστε οὔτε ἐγένετο ὁ λίθος ἀνδριὰς οὔτε λέγεται τοῦτο ἤτοι οὔτε λέγεται ἀνδριάς.1 ὥσπερ οὖν ὁ ἀνδριὰς ἐξ οὗ γέγονεν οὐ λέγεται ἐκεῖνο οἷον λίθος, οὕτως οὐδὲ ὁ ὑγιαίνων νοσῶν· καὶ οὗτος γὰρ ἐκ νοσοῦντος γεγονὼς ὑγιαίνων οὐ λέγεται νοσῶν. καὶ τινὰ μὲν ὅλως οὐ λέγεται ἐκεῖνο, τινὰ δὲ λέγονται μὲν ἐκ τῆς στερήσεως τινὰ δ’ οὔ. καὶ χρὴ τοῦ σύμπαντος ῥητοῦ οὕτως ἀκούειν,2 ὅτι ἔνια μὲν ἐξ οὗ ὡς ὕλης ἐγένετο λέγεται οὐκ ἐκεῖνο ἀλλ’ ἐκείνινον, οἷον ὁ ἀνδριὰς οὐ λίθος ἀλλὰ λίθινος· τούτου γάρ, λέγω δὴ τοῦ λίθινος, ἐστὶ δηλωτικὸν τὸ ἐκείνινον. καὶ ὁ ὑγιαίνων ὁμοίως οὐ λέγεται νοσῶν. καὶ τότε δεῖ προσθεῖναι ὅτι καὶ πάλιν τινὰ μὲν τῶν ὄντων λέγεται μὲν ἐκ τῆς στερήσεως, τινὰ δὲ οὐ λέγεται ἐξ ἐκείνης γίνεσθαι ἀλλ’ ἐκ τῆς ὕλης. καὶ εἰ τοῦτο προστεθείη, ἔσται τὸ ἐπαγόμενον σαφές, τὸ αἴτιον δὲ ὅτι γίνεται ἐκ τῆς στερήσεως καὶ τοῦ ὑποκειμένου. καὶ εἴη ἄν τὸ λεγόμενον τοιοῦτον· αἴτιον δὲ τοῦ τινὰ μὲν λέγεσθαι ἐξ οὗ γίνεται τινὰ δὲ μή, ὅτι γίνονται ἐκ τῆς στερήσεως, ἥτις συνείληπται τῇ ὕλῃ· καὶ ὅταν μὲν ὠνομασμένη ᾖ ἡ στέρησις, τότε λέγομεν ὅτι γέγονεν ἐκ τοῦδε, ὥσπερ φαμὲν ὅτι ὁ ὑγιαίνων γέγονεν ἐκ κάμνοντος ὑγιὴς διὰ τὸ κεῖσθαι ὄνομα τῇ στερήσει τῆς ὑγιείας, αὕτη δέ ἐστιν ἡ νόσος, καὶ οὐ λέγομεν ὅτι ὁ ὑγιαίνων ἐξ ἀνθρώπου γέγονεν, ὅστις ἀναλογεῖ ὕλῃ, ἀλλ’ ἐκ κάμνοντος, διότι, ὡς εἴρηται, κεῖται ὄνομα τῇ στερήσει. ἐπ’ ἐνίων δέ, οἷον ἐπὶ τοῦ ἀνδριάντος καὶ τῆς οἰκίας, διὰ τὸ μὴ κεῖσθαι ὄνομα τῇ στερήσει, ὥσπερ ἐνταῦθα ὁ ὑγιὴς ἐκ κάμνοντος λέγεται γενέσθαι, οὕτως καὶ ὁ ἀνδριὰς καὶ ἡ οἰκία ἐκ τῆς τοῦ ἀνδριάντος καὶ τῆς οἰκίας στερήσεως γίνονται, ἀλλὰ διὰ τὸ μὴ κεῖσθαι ὄνομα ταῖς στερήσεσι δοκεῖ3 ὅτι ὥσπερ ὁ ὑγιὴς ἐκ κάμνοντος γίνεται, οὕτως καὶ ὁ ἀνδριὰς καὶ ἡ οἰκία ἐκ χαλκοῦ ἢ λίθων· καὶ διὰ τοῦτό φαμεν ὅτι ἐκ χαλκοῦ γέγονεν ὁ ἀνδριὰς καὶ ἡ οἰκία ἐκ λίθων. καὶ ἐπειδὴ ὥσπερ ὁ ὑγιαίνων ἐκ κάμνοντος γίνεται, οὕτως καὶ ὁ ἀνδριὰς ἐκ χαλκοῦ ἢ λίθου, οὐ λέγεται δὲ ὁ ὑγιὴς ἐκεῖνο ἐξ οὗ γέγονεν, οἷον οὐ λέγεται ὁ ὑγιὴς νοσῶν, οὕτω καὶ ὁ ἀνδριὰς οὐ λέγεται χαλκὸς ἢ λίθος, ἀλλὰ λίθινος ἢ χαλκοῦς. ὅτι δὲ ἀνώνυμος ἡ ἐν τῷ χαλκῷ στέρησις φανερόν.
“但是,以某物为质料而从中生成的某些事物,当它们被言说时,并不是被言说为‘那个’,而是被言说为‘由那个制成的’。” 在指明了凡生成之物皆从某物生成之后,他说,某些事物在被言说时,并不被言说为它们从中生成的那事物本身,而是除了以同源派生词(paronymously)之外,根本不被言说为那事物,例如雕像绝不被称为“石头”,而是被称为“石制的”;因为石头并没有变成雕像。因为生成某物的事物,是通过发生蚀变并脱离了它先前的所是,才变成了先前所不是的事物;但石头在接受了雕像的形式之后,依然保持为石头,因此既不是石头变成了雕像,这也不被言说,即它不被言说为“雕像”。因此,正如雕像并不被言说为它从中生成的那事物(例如“石头”),健康的人同样也不被称为“患病的”;因为这人也是从患病者变成健康者,而不被称为“患病的”。并且,有些事物根本不被言说为那事物,有些事物被言说为出于缺乏[而生成],有些事物则不然。我们应当这样来理解整个文句:某些事物并不被言说为它们以之为质料而从中生成的那事物,而是被言说为“由那个制成的”,例如雕像不是“石头”而是“石制的”(因为“由那个制成的”表明的正是这一点,我指“石制的”)。同样,健康的人也不被称为“患病的”。而在那时必须补充道:在存在的事物中,又有一些事物被言说为出于缺乏[而生成],另一些事物则不被言说为出于缺乏生成,而是出于质料。而如果补充了这一点,接下来的“原因是它出于缺乏与底层而生成”这一句就将变得清楚。所说的大概是这样的意思:某些事物被言说为出于其所从中生成之物,而另一些事物则不如此言说的原因,在于它们是出于与质料结合在一起的缺乏而生成的;每当缺乏被命名时,我们就说它是出于这个生成的,正如我们说健康的人是从患病者变成健康的,这是因为健康的缺乏被赋予了名称,这缺乏就是疾病,而我们并不说健康的人是从类似于质料的“人”生成的,而是说从患病者生成的,因为如前所述,缺乏被赋予了名称。但在某些事物上,例如在雕像和房屋上,由于缺乏未被赋予名称——正如在那里健康的人被说成是从患病者生成的,雕像和房屋同样也是从雕像和房屋的缺乏中生成的,但由于缺乏未被赋予名称,人们便认为正如健康的人是从患病者生成的一样,雕像和房屋也是从青铜或石头生成的;正因此我们才说雕像是从青铜生成的,房屋是从石头生成的。并且,既然正如健康的人是从患病者生成的,雕像同样也是从青铜或石头生成的,但健康的人并不被称为他从中生成的那事物,例如健康的人不被称为“患病的”,同样雕像也不被称为“青铜”或“石头”,而是被称为“石制的”或“青铜制的”。而青铜之中的缺乏是无名的,这是显而易见的。
- 7.22οὔτε ἐγένετο ὁ λίθος ἀνδριὰς οὔτε λέγεται τοῦτο ἤτοι οὔτε λέγεται ἀνδριάς
主语为“石头”(ὁ λίθος)。前半句为“石头并没有变成雕像”,后半句 οὔτε λέγεται τοῦτο 由其后的 ἤτοι οὔτε λέγεται ἀνδριάς 进行了阐释,意即“石头也不被称为雕像”。
- 7.22καὶ χρὴ τοῦ σύμπαντος ῥητοῦ οὕτως ἀκούειν
动词 ἀκούειν 支配属格 τοῦ σύμπαντος ῥητοῦ,在注疏语境中意为“理解”或“解释”,其后的 ὅτι 从句引出应当如此理解的具体内容。
- 7.22ἀλλὰ διὰ τὸ μὴ κεῖσθαι ὄνομα ταῖς στερήσεσι δοκεῖ
在经过插入性的对比从句(ὥσπερ ἐνταῦθα ... γίνονται)之后,介词原因短语 διά + 冠词不定词(διὰ τὸ μὴ κεῖσθαι ὄνομα ταῖς στερήσεσι)重新引出主句动词 δοκεῖ,其宾语/内容由随后的 ὅτι 从句承接。
