← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§491.25-492.23

依技术与自发性的生成及质料的先在

针对亚里士多德《形而上学》卷七第七章(1032b15起),亚历山大解释了技术生成与自发性生成如何能够从同一始元(摩擦)出发,并阐明一切生成皆有质料性基质预先存在,且属在定义中亦承担质料的角色。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.21#2

ἡ τρῖψις οὖν ἡ ποιοῦσα τὴν θερμότητα καὶ ἐξ ἧς ἡ κίνησις καὶ ἡ ἀρχὴ τοῦ ὑγιαίνειν γίνεται, ἐὰν μὲν ἀπὸ τέχνης ἤτοι ἀπὸ τοῦ τεχνίτου γίνηται, οὐκ ἀπὸ ταὐτομάτου λέγεται γίνεσθαι ἡ ὑγίεια ἡ ἐκ ταύτης τῆς τρίψεως γεγονυῖα, ἀλλὰ τὸ εἶδος τῆς ὑγιείας τὸ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ αἴτιόν ἐστι ταύτης τῆς ὑγιείας. εἰ δὲ ἀπὸ ταὐτομάτου συμβῇ γενέσθαι τὴν ὑγίειαν, ὅπερ γέγονεν αἴτιον τῆς ἀπὸ τέχνης γεγονυίας ὑγιείας, τοῦτο γενήσεται καὶ τῆς ἐξ αὐτομάτου.1 οἷον εἰ ὑγίεια ἡ ἀπὸ τοῦ τεχνίτου γεγονυῖα ἐκ τρίψεως ἐγένετο, αὕτη ἡ τρῖψις γενήσεταί ποτε καὶ ἐκ ταὐτομάτου αἰτία ὑγιείας. ὡς γὰρ ὁ ἰατρὸς τρίψας τὴν κοιλίαν τοῦ νοσοῦντος θερμότητα πεποίηκε καὶ αὕτη ὁμαλότητα κἀκείνη τὴν ὑγίειαν, οὕτω συμβήσεται καὶ τὸν νοσοῦντα τρῖψαι τὴν ἰδίαν κοιλίαν, οὐ χάριν τοῦ ποιῆσαι θερμότητα ἀλλὰ κατὰ τύχην, ταύτην δὲ τὴν τρῖψιν ποιῆσαι θερμότητα καὶ ταύτην ὁμαλότητα καὶ ταύτην ὑγίειαν. ὥστε ἀντιστρέφει· εἰ μὲν ἡ ὑγίεια ἡ ἐκ τρίψεως γεγονυῖα ἐκ ταὐτομάτου γέγονε, καὶ ἡ τρῖψις ἄρα ἐκ ταὐτομάτου ἐγένετο, καὶ ἐὰν ἡ τρῖψις ἐκ ταὐτομάτου καὶ ἡ ὑγίεια. ἐὰν δὲ ἀπὸ ταὐτομάτου, φησί, γένηται ἡ ὑγίεια, ἀπὸ τούτου γενήσεται, ἤτοι ἀπὸ τῆς τρίψεως, ὅπερ ἐγένετο τοῦ ποιεῖν ἀρχὴ τῷ ποιοῦντι ἀπὸ τέχνης· τουτέστιν ἥτις τρῖψις καὶ τῷ ἀπὸ τέχνης ποιοῦντι τεχνίτῃ τὴν ὑγίειαν ἀρχὴ γέγονεν αὐτῷ καὶ αἴτιον τοῦ τὴν ὑγίειαν ποιῆσαι, αὕτη γενήσεται καὶ ἐκ ταυτομάτου. καὶ τὴν μὲν θερμότητα τὴν ἐν τῷ σώματι ποιεῖ τῇ τρίψει. αὕτη δὲ ἡ ἐν τῷ σώματι ὑπὸ τῆς τρίψεως γεγονυῖα θερμότης ἢ μέρος ἐστὶ τῆς γεγονυίας ὑγιείας, ἢ εἰ μή ἐστιν ἡ θερμότης μέρος τῆς ὑγιείας, ἀλλ’ οὖν ἕπεται αὐτῇ τοιοῦτόν τι οἷον ἡ ὁμαλότης, ἥτις μέρος ἐστὶ τῆς ὑγιείας. αὐτὸ δὲ τὸ ἑπόμενον τῇ θερμότητι καὶ μέρος ὂν τῆς ὑγιείας ἢ εὐθὺς ἕπεται αὐτῇ, ἢ εἰ μὴ εὐθύς, ἀλλ’ οὖν διὰ πλειόνων. τὸ δὲ τοῦτο δ’ ἔσχατον τὸ ποιοῦν τοιοῦτον ἂν εἴη, ὅτι2 ἡ τρίψις ἡ ποιοῦσα τὸ μέρος τῆς ὑγιείας ἐσχάτη ἐστὶ καὶ τῆς θερμότητος καὶ τῆς ὁμαλότητος καὶ τῶν λοιπῶν. καὶ ὥσπερ ἡ θερμότης ἢ τὸ ἑπόμενον αὐτῇ (τοῦτο γὰρ δεῖ προσυπακούειν) μέρος ἐστὶ τῆς ὑγιείας, οὕτω καὶ οἱ λίθοι τῆς οἰκίας καὶ ὁ χαλκὸς τοῦ ἀνδριάντος. ὥστε φανερόν ἐστιν ἐκ τῶν εἰρημένων ὅτι οὐθὲν γίνεται μὴ προϋπάρχοντός τινος, ἀλλὰ πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται. καὶ ὅτι μὲν οὖν μέρος τι ἀναλογοῦν ὕλῃ ἐξ ἀνάγκης ὑπάρξει τοῖς γινομένοις, φανερόν. ὅτι δὲ καὶ τῶν τοῦ ὁρισμοῦ μερῶν τι λόγον ὕλης ἐπέχει, οὐκ ἀφανές· τὰ γὰρ γένη ὕλῃ ἀναλογεῖ, καὶ τοῦτο δῆλον ἐκ τοῦ τὸν χαλκοῦν κύκλον δύο λέγεσθαι ἔχειν ὕλας, τόν τε χαλκὸν καὶ τὸ σχῆμα, τὸν μὲν χαλκὸν ὡς τοῦ συναμφοτέρου, τὸ δὲ σχῆμα ὡς τοῦ εἴδους. ἔχει δὴ ὁ χαλκοῦς κύκλος οὐ μόνον κατὰ τὸ συναμφότερον τὴν ὕλην, ἀλλὰ καὶ ἐν τῷ λόγῳ.

因此,产生热、且健康生成的运动与始元由此而来的摩擦,如果出于技术、即出于技术人员而产生,那么由这摩擦产生的健康便不说是出于自发性产生的,而是医生灵魂中健康的形式才是这健康的原因。但如果健康碰巧出于自发性生成,那么恰恰是那曾作为出于技术的健康之原因的事物,也将成为出于自发性的健康之原因。例如,如果出于技术人员的健康是由摩擦产生的,那么这摩擦有时也将出于自发性成为健康的原因。因为正如医生摩擦病患的腹部产生了热,热产生均衡,而均衡产生健康,同样也会发生这样的情况:病患摩擦自己的腹部,并非为了产生热而是出于偶然,而这摩擦产生了热,热产生均衡,均衡产生健康。因此这是互逆的:如果由摩擦产生的健康是出于自发性生成的,那么摩擦也是出于自发性产生的;而如果摩擦出于自发性,健康也是出于自发性。他说:“如果健康出于自发性生成,它将由此生成”,即由摩擦生成,“这对于出于技术进行制作的人而言乃是制作的始元”;也就是说,对于出于技术制作健康的技术人员而言作为制作健康的始元和原因的那同一种摩擦,也将出于自发性生成。而且他通过摩擦在身体中产生热。而这在身体中由摩擦产生的热,要么是已生成的健康的一部分,要么即使热不是健康的一部分,至少像均衡这样作为健康一部分的事物紧随热而来。而紧随热且作为健康一部分的事物本身,要么直接紧随热而来,要么即使不直接,至少也是通过多个中间环节而来。而“并且这进行制作的事物乃是最后的”这句话的意思大概是:产生健康的那一部分的摩擦,对于热、均衡以及其余事物而言乃是最后的。正如热或紧随热而来的事物(因为必须补充理解这一点)是健康的一部分,房屋的石头和雕像的青铜亦是如此。因此,从所说的话中显而易见:没有任何事物是在没有任何在先存在之物的情况下生成的,相反,一切生成的事物都是从某种事物生成的。因此,类似于质料的某一部分必然存在于生成的事物中,这是显而易见的。并且,定义的各部分中的某些部分占有质料的地位,这也是清楚的;因为属类似于质料,而这一点从青铜圆被说成具有两种质料——即青铜与形状——中便可清楚看出:青铜作为复合体的质料,而形状作为形式的质料。因此,青铜圆不仅就复合体而言具有质料,而且在定义中亦具有质料。

语法注2 条
  1. 7.21ὅπερ γέγονεν αἴτιον τῆς ἀπὸ τέχνης γεγονυίας ὑγιείας, τοῦτο γενήσεται καὶ τῆς ἐξ αὐτομάτου

    关系从句 ὅπερ γέγονεν αἴτιον... 与主句中的指示代词 τοῦτο 相应;在主句 τοῦτο γενήσεται καὶ τῆς ἐξ αὐτομάτου 中,需要根据上文承前省略补出谓项 αἴτιον [ὑγιείας],从而构成技术与自发性生成原因对称的对应句式。

  2. 7.21τὸ δὲ τοῦτο δ’ ἔσχατον τὸ ποιοῦν τοιοῦτον ἂν εἴη, ὅτι

    由中性定冠词 τὸ 引导的词组 τὸ δὲ τοῦτο δ’ ἔσχατον τὸ ποιοῦν 将亚里士多德的原句(1032b28)名词化作为主语,谓语为 τοιοῦτον ἂν εἴη,其后接引出解释性内容的 ὅτι 从句,属于古希腊注疏中解释疑难词句的标准句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:491.25-492.23