- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:490.30-491.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德《形而上学》卷七(1032b15)中关于生成的论述,将生成区分为从形式到行动的“思想”与从行动到完成的“制作”,并通过建筑与医术的推导链条,解释了中间项的生成以及潜能归属的具体句法意涵。
" Τῶν δὲ γενέσεων καὶ κινήσεων ἡ μὲν νόησις καλεῖται, ἡ δὲ ποίησις." Βουλόμενος δεῖξαι πῶς τινα τῶν αἰτίων οὐ μόνον ὑπὸ τῶν κινούντων γίνεται ἀλλὰ καὶ ἐκ ταὐτομάτου, πρότερον διαιρεῖ τὴν γένεσιν εἴς τε τὴν νόησιν καὶ εἰς τὴν ποίησιν, καί φησιν ὅτι τῶν γενέσεων ἡ μὲν νόησις καλεῖται ἡ δὲ ποίησις, ἡ μὲν οὖν ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ εἴδους νόησις, ἡ δὲ ἀπὸ τοῦ τέλους τῆς νοήσεως ποίησις· οἷον νοεῖ ὁ οἰκοδόμος τὸ τῆς οἰκίας εἶδος ὅτι ἐστὶ σκέπασμα τοιονδί, καὶ εἰ μέλλοι τοδὶ εἶναι δεῖ τοίχους γενέσθαι, ἀλλ’ εἰ δεῖ γενέσθαι τοίχους, δεῖ γενέσθαι θεμέλιον, καὶ εἰ ἔσται θεμέλιος, δεῖ ὀρύξαι· καὶ ἄρχεται ἐντεῦθεν ὀρύσσειν καὶ ὀρύξας ποιεῖ θεμέλιον, εἶτα τοίχους, εἶτα σκέπασμα. ἡ μὲν οὖν ἀπὸ τῆς ἀρχῆς τοῦ εἴδους ἄχρι τοῦ ὀρύσσειν γένεσις ἢ κίνησις νόησις καλεῖται, ἡ δὲ ἀπὸ τοῦ ὀρύσσειν, ὃ τέλος μὲν ἦν τῆς νοήσεως ἀρχὴ δὲ τῆς γενέσεως τῆς οἰκίας, ἡ δὴ ἀπὸ τοῦ ὀρύσσειν γένεσις ἢ κίνησις ἄχρι τοῦ σκεπάσματος λέγεται ποίησις. καὶ ὁ ἰατρὸς ἐννοεῖ τὸ εἶδος τῆς ὑγιείας ὅτι ἐστὶ τοδί, καὶ εἰ μέλλει ἔσεσθαι ὑγίεια δεῖ ὁμαλυνθῆναι, τὸ ὁμαλυνθῆναι δέ ἐστι τὸ συμμετρίαν γενέσθαι τῶν τοῦ ζῴου ξηρῶν καὶ ὑγρῶν, θερμῶν καὶ ψυχρῶν, τοῦτο δὲ ἔσται εἰ θερμανθήσεται, θερμανθήσεται δὲ εἰ τρῖψις γενήσεται, αὕτη δὲ ἡ τρῖψις ὑπάρχει ἐν τῷ ἰατρῷ δυνάμει· δύναται γὰρ τρῖψαι τὸν νοσοῦντα, καὶ τρίβει· τῇ δὲ τρίψει ἕπεται ἡ θερμότης, καὶ ταύτῃ τὸ ὁμαλυνθῆναι, τῇ δὲ ὁμαλότητι ἡ ὑγίεια. ἡ μὲν οὖν ἀπὸ τῆς ὑγιείας μέχρι τῆς τρίψεως κίνησις νόησις λέγεται, ἡ δὲ ἀπὸ τῆς τρίψεως ἄχρι τῆς ὑγιείας ποίησις. τὸ δὲ ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν μεταξὺ ἕκαστον γίγνεται οἶμαι ὡς τῷ ὥστε συμβαίνειν τρόπον τινὰ τὴν ὑγίειαν ἐξ ὑγιείας γίνεσθαι τῆς ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην συντάττεσθαι·1 καὶ εἴη ἂν λέγων ὅτι ὥσπερ ὑγίεια ἐξ ὑγιείας γίνεται, οὕτω καὶ ἡ ὁμαλότης ἐκ τῆς ὁμαλότητος τῆς ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ οὔσης καὶ ἡ θερμότης ἐκ τῆς θερμότητος. ὑπάρχει οὖν, ὥσπερ εἴρηται, ἡ τρῖψις δυνάμει. ἢ οὐ τοῦτο λέγει ὅτι ὑπάρχει ἡ τρῖψις δυνάμει τῷ ἰατρῷ, ἀλλ’ ὅτι ἡ τρῖψις δυνάμει ὑγίειά ἐστιν.2 εἰ γὰρ ἡ τρῖψις ἀρχὴ τῆς ὑγιείας ἐστὶ καὶ πρῶτον αἴτιον, δῆλον ὅτι ἡ τρῖψις δυνάμει ἐστὶν ὑγίεια. καὶ οἶμαι ὅτι τὸ ὑπάρχει δὲ τοδὶ δυνάμει περὶ τρίψεως εἴρηται, ὅτι ἡ τρῖψις δυνάμει ἐστὶν ὑγίεια, τὸ δὲ τοῦτο δ’ ἐπ’ αὐτῷ περὶ τοῦ ἰατροῦ, τουτέστιν ἡ τρῖψις δὲ ἐπὶ τῷ ἰατρῷ ἐστι, καὶ δύναται αὐτὴν ποιῆσαι.
“在诸生成与运动中,一者被称为思想,另一者则被称为制作。” 由于意图说明某些原因如何不仅出于动因生成,而且也出于自发性生成,他首先将生成区分为思想与制作,并说在诸生成中,一者被称为思想,另一者被称为制作:从始元和形式出发的是思想,而从思想的终结出发的是制作。例如,建筑师思索房屋的形式,认为它乃是某种覆盖物,而若要存在此物,就必须生成墙壁;但若必须生成墙壁,就必须生成地基;而若要有地基,就必须进行挖掘;于是他便由此开始挖掘,挖掘之后制作地基,继而制作墙壁,继而制作覆盖物。因此,从形式的始元直到挖掘的这一生成或运动被称为思想;而从挖掘——这本是思想的终点,却是房屋生成的起点——出发,即从挖掘直到覆盖物的这一生成或运动则被称为制作。医生也思索健康的形式,认为它是如此这般之物,而若要有健康,就必须达到均等化,而均等化就是动物体内燥与湿、热与冷达到均衡,而这将在被加热时产生,若进行摩擦便会被加热,而这摩擦以潜能存在于医生之中;因为他能够摩擦病患,并且实际进行了摩擦;伴随摩擦而来的是热,伴随热而来的是均等化,而伴随均衡而来的则是健康。因此,从健康直到摩擦的运动被称为思想,而从摩擦直到健康的运动则被称为制作。而我认为,“同样,处于中间的其他各个事物也生成”这句话,乃是在句法上与“因此,在某种意义上,健康从健康生成,亦即具有质料者从无质料者生成”相连结;而他想说的或许是:正如健康从健康生成,均衡亦从存在于医生灵魂中的均衡生成,热亦从热生成。因此,正如所说,摩擦是以潜能存在的。或者,他说的并不是摩擦作为潜能存在于医生中,而是说摩擦在潜能上就是健康?因为如果摩擦是健康的起点与第一原因,显然摩擦在潜能上就是健康。并且我认为,“但这以潜能存在”是就摩擦而言的,意即摩擦在潜能上是健康;而“但这取决于他自身”则是就医生而言的,即摩擦取决于医生,且他能够制作它。
- 7.21τὸ δὲ ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν μεταξὺ ἕκαστον γίγνεται οἶμαι ὡς τῷ ὥστε συμβαίνειν τρόπον τινὰ τὴν ὑγίειαν ἐξ ὑγιείας γίνεσθαι τῆς ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην συντάττεσθαι
句首的“τὸ δὲ ... γίγνεται”将亚里士多德的原文短语名词化引为主语,后接谓语部分“οἶμαι ὡς τῷ ... συντάττεσθαι”。在“οἶμαι ὡς”(我认为)之后,“τῷ ... συντάττεσθαι”为不定词与与格构成的句式,意为“在句法上与……相结/相连”,其宾语为与格短语“τῷ ὥστε συμβαίνειν...”。亚历山大借此指出该引句在原文中应当接续在先前的结果从句之后。
- 7.21ἢ οὐ τοῦτο λέγει ὅτι ὑπάρχει ἡ τρῖψις δυνάμει τῷ ἰατρῷ, ἀλλ’ ὅτι ἡ τρῖψις δυνάμει ὑγίειά ἐστιν
通过“ἢ οὐ ...”(抑或难道不是……),亚历山大对刚才提出的解释(摩擦的能力作为潜能存在于医生中)提出了另一种句法与语义解读。在此,他对比了将“δυνάμει”理解为涉及医生的与格所领,还是将其补充为主谓结构“在潜能上是健康”(δυνάμει ὑγίειά ἐστιν)。
