← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§489.32-490.29

思索与制作的次序及从无质料形式的生成

亚历山大注释了亚里士多德《形而上学》1032b6及以下关于医生思索分析与制作次序的论述,并阐明了人工物如何从无质料的形式生成(即“健康从健康生成”、“房屋从房屋生成”)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.20

" Γίνεται δὴ τὸ ὑγιὲς νοήσαντος οὕτως." Λέγει περὶ τοῦ ὑγιοῦς σώματος πῶς γίνεται, τοῦτο δ’ ἀναγκαίως ποιεῖ· ἐκ γὰρ τούτου δῆλον ἡμῖν γενήσεται ὅπως τὰ ἀπὸ τέχνης γινόμενα γίνεται ποτε καὶ ἀπὸ ταὐτομάτου. γίνεται δὲ τὸ ὑγιὲς νοήσαντος τοῦ ἰατροῦ οὕτως. καὶ πῶς, ἐπάγει· οἷον εἰ τοῦτό ἐστιν ὑγίεια, δεῖ τὴν ἀνωμαλίαν τῶν ψυχρῶν καὶ τῶν θερμῶν εἰς ὁμαλότητα ἐλθεῖν, ὥστε μὴ θάτερον ὑπερέχειν, ἀλλὰ συμμέτρως ἔχειν. ὁμαλότητος δὲ μελλούσης γενέσθαι δεῖ θερμότητα εἶναι· ὑποκείσθω γὰρ ἐπικρατεῖν τὸ ψυχρὸν τοῦ θερμοῦ. ἀλλ’ εἰ δεῖ θερμότητα γενέσθαι, δεῖ τρίψεως. ἄρχεται οὖν ἀπὸ τῆς τρίψεως, ἣν καὶ δύναται ποιῆσαι, ἥτις τρίψις ἔσχατόν ἐστι καὶ τῆς ὑγιείας καὶ τῆς ὁμαλότητος καὶ τῆς θερμότητος. πρῶτον γὰρ τὴν ὑγίειαν ἐνόησεν ὁ ἰατρός, εἶτα τὴν ὁμαλότητα, εἶτα τὴν θερμότητα καὶ τελευταῖον τὴν τρῖψιν, ἥτις τρῖψις ποιεῖ τὴν θερμότητα καὶ αὕτη τὴν ὁμαλότητα καὶ αὕτη τὴν ὑγίειαν. ἡ τρίψις οὖν ἡ παρὰ τοῦ ἰατροῦ γεγονυῖα ἐν τῇ τοῦ νοσοῦντος κοιλίᾳ ἢ ἁπλῶς ἐν τῷ νοσοῦντι μέρει συμβαίη ἄν ποτε καὶ ἐκ ταὐτομάτου γενέσθαι· ὅπως δὲ τοῦτο συμβήσεται ἐροῦμεν, ὅτε καὶ αὐτὸς λέγει. καλεῖται δὲ ἡ ἀπὸ τῆς τρίψεως ἐπὶ τὴν ὑγίειαν κίνησις ποίησις. ὥστε συμβαίνει τρόπον τινὰ τὴν ὑγίειαν γίνεσθαι ἐκ τῆς ὑγιείας καὶ τοῦ εἴδους αὐτῆς τοῦ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ ὄντος. ἡ ἐν τῷ νοσοῦντι γὰρ ὑγίεια γινομένη ἐκ τοῦ εἴδους καὶ τοῦ λόγου τῆς ὑγιείας τοῦ ἐν τῇ ἰατροῦ ψυχῇ ὄντος γίνεται· ὁμοίως δὲ καὶ ἥδε ἡ μετὰ τῆς ὕλης οἰκία ἐκ τῆς ἄνευ ὕλης οἰκίας τῆς ἐν τῷ οἰκοδόμῳ γίνεται. ὥσπερ γὰρ ἡ ὄψις ἐν ἑαυτῇ ἔχει τὰ τῶν χρωμάτων εἴδη ἄνευ τῆς ὑποκειμένης αὐτοῖς ὕλης, οὕτως καὶ ἡ ψυχὴ τὰ τῶν ἐπιστητῶν εἴδη· τόπος γὰρ εἰδῶν ἡ ψυχή, ὡς ἐν τῇ Περὶ ψυχῆς εἴρηται. πῶς δὲ ἐκ τῆς οἰκίας καὶ ὑγιείας ἡ οἰκία καὶ ἡ ὑγίεια γίνεται σαφηνίζων ἐπάγει ἡ γὰρ ἰατρικὴ καὶ ἡ οἰκοδομικὴ τὸ εἶδος τῆς οἰκίας καὶ τῆς ὑγιείας εἰσίν. εἰ δὲ ἐκ τῆς ἰατρικῆς καὶ τῆς οἰκοδομικῆς γίνονται, αὗται δὲ εἶδός εἰσι τῆς οἰκίας καὶ τῆς ὑγιείας (οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ ἰατρικὴ καὶ ἡ οἰκοδομικὴ ἢ οἱ λόγοι τῆς ὑγιείας καὶ τῆς οἰκίας), φανερὸν ὡς γίνεται ἡ οἰκία ἐξ οἰκίας καὶ ἡ ὑγίεια ἐξ ὑγιείας. εἰπὼν δὲ ὅτι συμβαίνει οἰκίαν ἐξ οἰκίας γενέσθαι καὶ ὑγίειαν ἐξ ὑγιείας τῆς ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην,1 τοῦ μὲν οἰκίαν καὶ ὑγίειαν ἐξ οἰκίας καὶ ὑγιείας γίνεσθαι ἐπήγαγε κατασκευαστικὸν τὸ2 ἡ γὰρ ἰατρικὴ καὶ ἡ οἰκοδομικὴ τὸ εἶδος τῆς οἰκίας καὶ τῆς ὑγιείας· τοῦ δὲ τῆς ἄνευ ὕλης ἐπήγαγε τὸ λέγω δ’ οὐσίαν ἄνευ ὕλης τὸ τί ἦν εἶναι, τουτέστιν αὐτὸ τὸ τῆς οἰκίας καὶ τὸ τῆς ὑγιείας εἶδος.

“于是,在如此思索之后,健康之物便生成了。” 他论述了健康的身体是如何生成的,而他这样做是必然的;因为由此我们将清楚地明白,出于技术生成的事物有时又是如何出于自发性生成的。而健康之物,是在医生如此思索之后生成的。至于如何生成,他接着说:“例如,若健康是这个,则冷与热的不均衡便须达到均衡,以使二者皆不过度,而是处于适当比例中”。而若均衡将要生成,就必须有热;因为姑且假定冷胜过热。但若热必须生成,便需要摩擦。于是便从摩擦开始,而这也是他能够实施的,这一摩擦对于健康、均衡与热而言都是最后的。因为医生首先思索了健康,继而思索了均衡,继而思索了热,最后思索了摩擦,这一摩擦产生热,热产生均衡,而均衡产生健康。因此,由医生在病患的腹部或简言之在患病部位实施的摩擦,有时也可能出于自发性而发生;至于这如何发生,我们将在他本人谈及此处时再行说明。而从摩擦通向健康的运动被称为制作。因此,在某种意义上,健康乃是从健康生成的,也就是从医生灵魂中所具有的健康的形相生成的。因为在病患之中生成的健康,乃是出于医生灵魂中所具有的健康的形式与定义而生成的;同样,这座带有质料的房屋也是从建筑师之中的无质料的房屋生成的。因为正如视力自身具有诸颜色的形式而没有作为其基础的质料,灵魂亦如此具有可知事物的形式;因为正如在《论灵魂》中所说的,灵魂乃是形式的处所。而在澄清房屋与健康如何从房屋与健康生成时,他接着说:“因为医术与建筑术乃是房屋与健康的形式”。而如果它们是出于医术与建筑术而生成的,且这两者又是房屋与健康的形式(因为医术与建筑术无非就是健康与房屋的定义),显然房屋是从房屋生成的,健康是从健康生成的。在指出了“房屋从房屋生成、健康从健康生成,亦即具有质料者从无质料者生成”之后,作为对房屋与健康从房屋与健康生成的论证,他引出了“因为医术与建筑术乃是房屋与健康的形式”;而针对“无质料者”,他引出了“但我将无质料的实体称为本质”,也就是房屋的形式与健康的形式本身。

语法注2 条
  1. 7.20τῆς ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην

    宾格短语 τὴν ἔχουσαν ὕλην 在句中作为不定式 γίνεσθαι 的主语,而属格短语 τῆς ἄνευ ὕλης 则承前省略了介词 ἐκ,起表示出处/起点的离格性属格作用,构成平行对比:“具有质料者从无质料者[生成]”。

  2. 7.20τοῦ μὲν οἰκίαν καὶ ὑγίειαν ἐξ οἰκίας καὶ ὑγιείας γίνεσθαι ἐπήγαγε κατασκευαστικὸν τὸ

    带冠词的属格不定式 τοῦ ... γίνεσθαι 标明待确证或论证的论题,形容词 κατασκευαστικόν 作为主动词 ἐπήγαγε 的述语,表示“作为……的论证/确证”。该动词的直接宾语是由中性冠词 τό 引出的引文分句(ἡ γὰρ ἰατρικὴ...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:489.32-490.29