← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§47.19-49.15

毕达哥拉斯派的实体论与定义的难点

亚历山大解释了毕达哥拉斯派与自然哲学家的不同之处在于将无限和有限本身视为主体实体而非物体的偶性;进而阐释了他们将最先具有某定义的数直接等同于事物实体的粗疏定义法,以及亚里士多德据此提出的“一将变成多”的责难,并给出了两种解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.44#2

διαφέρειν δέ φησι τῶν ἄλλων τὴν τούτων δόξαν, καθ’ ὅσον οἱ μὲν ἄλλοι τῷ ἀπείρῳ ἐν τῇ ἀρχῇ χρησάμενοι ἢ τῷ πεπερασμένῳ ἄλλο τι καὶ σῶμα τὸ ἄπειρον καὶ τὸ πεπερασμένον ἐποίουν, συμβεβηκὸς ἔχον τὸ ἄπειρον ἢ τὸ πεπερασμένον (οἱ μὲν γὰρ ὕδωρ ἄπειρον εἶναι, οἱ δὲ ἀέρα, οἱ δέ τινα μεταξὺ φύσιν, ὡς Ἀναξίμανδρος), οὗτοι δὲ αὐτὸ τὸ ἄπειρον καὶ αὐτὸ τὸ πεπερασμένον ὑποκεῖσθαι λέγουσι· τὸν γὰρ ἄρτιον ἀριθμὸν τῇ αὑτοῦ φύσει ἄπειρον ὄντα (τὸ γὰρ ἀρτίῳ εἶναι ἀπείρῳ εἶναί ἐστι κατ’ αὐτούς) καὶ τὸν περιττὸν ὄντα τὴν πεπερασμένην φύσιν ὑπετίθεσαν τοῖς οὖσι. τὸ γὰρ ἄπειρον οὗτοι οὐ συμβεβηκὸς ἔλεγον εἶναι ἐκείνου οὗ κατηγορεῖται (κατηγόρουν δὲ αὐτὸ τοῦ ἀρτίου ἀριθμοῦ), ἀλλ’ οὐσίαν αὑτοῦ.1 οὐ γὰρ ἐν τῷ τοσοῦτος εἶναι ὁ ἄρτιος ἀριθμὸς ἄπειρος κατ’ αὐτούς, ἀλλ’ ἐν τῷ τοιοῦτος·2 πᾶν γὰρ ἄρτιον καθὸ ἄρτιον ἄπειρον κατ’ αὐτούς. ὁμοίως δὲ καὶ τὸ ἓν οὐσίαν αὐτὴν καθ’ αὑτήν, ἀλλ’ οὐκ ἄλλῳ τινὶ ὄντι ὑπάρχειν τὸ ἑνὶ εἶναι. ἀλλὰ διὰ τὸ ταῦτα εἶναι τὰ ὑποκείμενα, ἔλεγον ἀριθμὸν εἶναι τὴν πάντων οὐσίαν, ὡς ἐκ τῶν ἀριθμῶν πάντων τῶν ὄντων συγκειμένων· ὡς γὰρ οἷς πῦρ τὸ ὑποκείμενον, πῦρ ἡ οὐσία πάντων, οὕτω καὶ οἷς ἀριθμός, ἀριθμὸς ἡ πάντων οὐσία. λέγει δὲ περὶ αὐτῶν ὡς ἐπιχειρησάντων μὲν πρώτων καὶ τί ποτε ἔστιν ἕκαστον τῶν ὄντων ἀποδιδόναι καὶ ὁρίζεσθαι, λίαν μέντοι πραγματευσαμένων τοῦτο ἁπλῶς καὶ ἀβασανίστως καὶ χωρὶς ἐπιστάσεώς τινος. καὶ ἐπὶ τούτοις ἐκτίθεται τὴν δόξαν αὐτῶν, ἣν εἶχον περὶ τούτων. ᾧ γὰρ πρώτῳ ὑπῆρχεν ὁ λεγόμενος ὅρος ὑπ’ αὐτῶν, ἐκεῖνο ἔλεγον εἶναι τὸ ὑπὸ τοῦ ὁρισμοῦ δηλούμενον,3 καὶ τὴν οὐσίαν τὴν τοῦ πράγματος τὴν ὑπὸ τοῦ ὁρισμοῦ δηλουμένην ἐκεῖνο ἔχειν ἔλεγον. οἷον τὴν φιλίαν λέγοντες, εἰ οὕτως ἔτυχεν, ἰσότητα, καὶ διὰ τοῦτο ὑπολαμβάνοντες λόγον αὐτῆς εἶναι τὸ ἰσάκις ἴσον, ᾧ πρώτῳ τῶν ἀριθμῶν ὑπῆρχε τοῦτο, τοῦτον τὸν ἀριθμὸν ἔλεγον φιλίαν, ταὐτὸ ποιοῦντες τῷ ἡγουμένῳ ταὐτὸν εἶναι διπλάσιον καὶ δυάδα, ἐπειδὴ πρώτῃ ταύτῃ τὸ διπλάσιον ὑπάρχει. ἥντινα δόξαν εὐθύνων προστέθεικεν ἀλλ’ οὐ ταὐτὸν ἴσως ἐστὶ τὸ εἶναι διπλασίῳ καὶ δυάδι· εἰ δὲ μή, πολλὰ τὸ ἓν ἔσται, ὃ κἀκείνοις συνέβαινε. πολλὰ γὰρ αὐτοῖς τὸ ἓν ἐγίνετο· ὡς γὰρ τῷ λέγοντι ταὐτὸν εἶναι δυάδα τε καὶ διπλάσιον πολλὰ ἡ δυὰς γίνεται (πάντα γὰρ οἷς ὁ τοῦ διπλασίου λόγος ἐφαρμόττει), οὕτω κἀκείνοις ἕκαστον τῶν πραγμάτων πολλὰ ἐγίγνετο οὕτως λέγουσιν. εἰ γὰρ φιλία κατ’ αὐτοὺς ὁ ἀριθμὸς ᾧ πρώτῳ ἐφαρμόζει τὸ ἰσάκις ἴσον, γίγνεται μὲν αὐτοῖς ὁ ὁρισμὸς τῆς φιλίας τὸ ἰσάκις ἴσον, τούτου δὲ ὄντος τοῦ ὁρισμοῦ αὐτῆς πάντες οἷς οὗτος ὁ ὁρισμὸς ἐφαρμόζει οἱ ἀριθμοὶ φιλία ἔσονται, οὕτω τε πολλὰ τὸ ἓν ἔσται. ἐκεῖνοι μὲν γὰρ ᾧ πρώτῳ ὑπῆρχε τῶν ἀριθμῶν ὁ λόγος οὗτος, ἐνόμιζον ἐκεῖνον εἶναι τὴν οὐσίαν τοῦ πράγματος· οὐχ οὕτω δὲ συμβαίνει. ᾧ γὰρ ἂν ἐφαρμόζοι ὁ ὁρισμὸς πράγματός τινος, ἐκεῖνό ἐστι τὸ πρᾶγμα οὗ ὁ ὁρισμός, καὶ ἀντιστρέφει ἀλλήλοις. πολλὰ δέ ἐστι τὰ ἰσάκις ἴσα· καὶ γὰρ τὰ τέτταρα καὶ τὰ ἐννέα καὶ τὰ ἑκκαίδεκα διαφέροντες ὄντες ἀλλήλων ἀριθμοὶ φιλία ἔσονται· οὕτως δὲ ἓν οὖσα ἡ φιλία πολλὰ γίγνεται, ἐπεὶ καὶ τὸ ἰσάκις ἴσον τῷ τὸν λόγον τὸν αὐτὸν εἶναι, ὃν ἔθεντο φιλίαν, κατὰ πολλῶν ἀληθεύεται. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει αὐτοῖς. ἢ ἐστὶ τὸ λεγόμενον τοιοῦτον.4 εἰ καθ’ ὧν πρώτων ὁ λόγος ἀληθεύεται, ταῦτά ἐστι τὰ αὐτὰ τοῖς κατ’ αὐτὸν λεγομένοις, πολλοὶ δὲ λόγοι ἑνὶ πρώτῳ ἐφαρμόζουσι (τὸν αὐτὸν γὰρ ἀριθμόν, εἰ οὕτω τύχοι, ἔλεγον καιρὸν καὶ Ἀθηνᾶν), πολλὰ ἄρα ὁ αὐτὸς ἀριθμὸς καὶ εἷς ἔσται, πολλῶν ἐφαρμοζόντων αὐτῷ λόγων διαφερόντων.

他说他们的见解与其他人的见解不同,因为其他人虽然在原理中使用了无限或有限,却把无限和有限当成了别的某种东西即物体,使无限或有限成为其偶性(因为有些人说水是无限,有些人说是气,有些人说是某种中间本性,正如阿那克西曼德),而这些人则说无限本身与有限本身就是底层基质。因为他们把偶数作为按其自身本性而言是无限的(因为在他们看来,作为偶数存在就是作为无限存在),把奇数作为有限的本性,设定为存在事物的基质。因为他们说无限并不是它所被述说者的偶性(而他们是将它述说于偶数的),而是其自身的存在实体。因为在他们看来,偶数并不是由于具有如此的数量而为无限,而是由于具有如此的性质;因为在他们看来,凡是偶数,就其为偶数而言都是无限。同样,他们也把一设定为自身独立的存在实体,而不是把作为一存在归属于某个别的存在事物。但正由于这些是底层基质,他们便说数是万物的实体,仿佛所有存在事物都是由数构成的;因为正如对于那些以火为基质的人来说火是万物的实体,对于那些以数为基质的人来说数也就是万物的实体。他说到他们是首先尝试说明并界定每一存在事物究竟是什么的人,然而他们处理这一问题却极为简单、粗疏,毫无深究。在此基础上,他陈述了他们关于这些问题所持的见解。因为凡是他们所说的定义最先属及的对象,他们就说那便是该定义所指明的事物,并且说那对象具有事物的由该定义所指明的实体。例如,假定他们把友爱称为平等,并因此认为它的定义是“等乘等”,于是在数当中此性质最先属及的那个数,他们便称之为友爱,这正如有人认为“成倍”与“二元”是同一的,因为成倍最先属于这二元。他在纠正这一见解时补充道:“但成倍的存在与二元的存在或许并非同一;否则一就将变成多,而这正是发生在那班人身上的结果。”因为在他们看来,一确实变成了多;正如对于说二元与成倍同一的人来说,二元会变成多(因为它变成了成倍之定义所适用的所有事物),在那些如此主张的人看来,每一事物也同样变成了多。因为如果在他们看来,友爱是“等乘等”最先适用的数,那么友爱的定义在他们看来就成了“等乘等”,而这既然是其定义,那么此定义所适用的所有数就都将是友爱,这样一来,一便成了多。因为他们原以为,在数之中这一说明最先属于的那一个就是该事物的实体;但事实并非如此。因为某个事物的定义所适用的对象,正是该定义为其定义的那一事物,二者是相互换位的。然而“等乘等”的事物有许多;因为四、九、十六这些彼此相异的数都将是友爱;这样一来,友爱本是一,却成了多,因为“等乘等”由于是他们设定为友爱的同一个说明,能够就许多事物而被真实述说。同样的事情在其他事物上也发生在他们身上。抑或所说的是指这样的情况:如果某说明首先就其被真实述说的对象,与依照该说明所指称的事物是同一的,而许多个说明又适用同一个首先的对象(因为假定他们将同一个数既称为时机又称为雅典娜),那么既然许多不同的说明都适用于它,同一个单一的数因此也就变成了多。

语法注4 条
  1. 1.44οὐσίαν αὑτοῦ

    反身代词 αὑτοῦ 指向主语 τὸ ἄπειρον,意为“其自身的存在实体”,强调无限并不是依附于其他底层基质(如水或气)之上的偶性,而是自身独立的实体。

  2. 1.44οὐ γὰρ ἐν τῷ τοσοῦτος εἶναι ὁ ἄρτιος ἀριθμὸς ἄπειρος κατ’ αὐτούς, ἀλλ’ ἐν τῷ τοιοῦτος

    通过对应词 τοσοῦτος(数量上的“如此之多/大”)与 τοιοῦτος(性质上的“如此种类/性质”)构成的对比句。表明偶数之所以被称为“无限”,并非由于其分割或增加的量度,而是由于偶数这一本质属性(性质/本性)本身。

  3. 1.44ᾧ γὰρ πρώτῳ ὑπῆρχεν ὁ λεγόμενος ὅρος ὑπ’ αὐτῶν, ἐκεῖνο ἔλεγον εἶναι τὸ ὑπὸ τοῦ ὁρισμοῦ δηλούμενον

    关系从句 ᾧ πρώτῳ... 置于其先行词 ἐκεῖνο 之前的倒装结构。与格 ᾧ 是动词 ὑπῆρχεν 的支配成分,πρώτῳ 作表语或状语,表示该定义在数字序列中“最先(即满足该定义的最小数)”属于该对象。

  4. 1.44ἢ ἐστὶ τὸ λεγόμενον τοιοῦτον

    连词 ἤ(“抑或/或者”)引出了对亚里士多德“一将变成多”(πολλὰ τὸ ἓν ἔσται)这一归谬结论的第二种解释。上一段解释的是“单一的事物(如友爱)变成了许多个平方数(4, 9, 16...)”,而此处则提出了相反方向的困难:“单个的数(如7)由于适用了多个不同的定义(时机、雅典娜...),使得这单一的数本身变成了多”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:47.19-49.15