- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:488.24-489.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解针对亚里士多德《形而上学》1032a26的引文,梳理了自然之外的生成(出于技术、能力和思惟的制作)之分类及其与自发性的关系,解释了技术的形式存在于匠人灵魂中,并论证了形式之所以是第一实体,乃是因为它偶然地也是对立缺失的原因与形式。
" Αἱ δὲ ἄλλαι γενέσεις λέγονται ποιήσεις." Εἰπὼν περὶ τῶν φυσικῶν γενέσεων τίνων εἰσί, καὶ συμπερανάμενος καὶ εἰπὼν ὅτι οὕτω μὲν οὖν γίνεται τὰ γινόμενα διὰ τὴν φύσιν, λέγει ὅτι αἱ δὲ ἄλλαι γενέσεις (ἄλλας λέγων τὰς ἀπὸ τέχνης, ἀπὸ δυνάμεως, ἀπὸ διανοίας) λέγονται ποιήσεις. ἀπὸ τέχνης μὲν οὖν γίνεσθαι λέγει τὰ τεχνητὰ καὶ ὅλως ὅσα κατὰ τέχνην γίνεται, ἀπὸ διανοίας δὲ τὰς ἀρετάς· εἴδη γάρ τινα καὶ αἱ ἀρεταί· τελειοῦσι γὰρ τὴν ψυχήν. εἰ δὲ καὶ πολλὰ τῶν τεχνητῶν (γίνεται γὰρ τεχνητά τινα καὶ ἀπὸ ταὐτομάτου, ὡς ἐρεῖ) ἀπὸ διανοίας γίνεται, ἀλλ’ οὖν ἡ τέχνη οὐ πάντως διάνοια.1 ἀπὸ δυνάμεως δέ εἰσι τὰ ὁπότερ’ ἔτυχεν, οἷον λούσασθαι καὶ μὴ λούσασθαι, καθίσαι καὶ μὴ καὶ τὰ τοιαῦτα. τούτων δὲ τῶν ἀπὸ τέχνης γίνονταί τινα καὶ ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης, ὥσπερ καὶ 〈τῶν〉 ἀπὸ φύσεως· γίνονται γὰρ καὶ ἐκεῖ, λέγω δὴ ἐν τοῖς ἀπὸ φύσεως γινομένοις, ἔνια ἐκ ταὐτομάτου· γίνονται γὰρ βοτάναι καὶ ἐκ σπέρματος καὶ ἄνευ σπέρματος· πολλαὶ γὰρ τῶν βοτανῶν ἄνευ σπέρματος φύονται ἐκ ταὐτομάτου. ὅτι δέ, φησί, συμβαίνει τῶν ἀπὸ τέχνης γινομένων ἔνια καὶ ἐκ ταὐτομάτου γίνεσθαι ὕστερον ἐπισκεπτέον· ἐρεῖ γὰρ περὶ τούτων μετ’ ὀλίγον, καὶ ἡμεῖς πρὸ ὀλίγου εἴπομεν ὅτι γίνεται ὑγίεια καὶ ἀπὸ τέχνης καὶ ἐκ ταὐτομάτου. ἀλλὰ περὶ μὲν τούτων ὕστερον ἐπισκεπτέον. ἀπὸ τέχνης δὲ γίνεται ὅσων τὸ εἶδος καὶ τὸ τί ἦν εἶναί ἐστιν ἐν τῇ τοῦ τεχνίτου ψυχῇ· τὸ γὰρ εἶδος καὶ τὸ τί ἦν εἶναι τῆς ὑγιείας καὶ τῆς οἰκίας καὶ τοῦ ἀνδριάντος καὶ τῶν λοιπῶν τῆς μὲν ὑγιείας ἐν τῇ τοῦ ἰατροῦ ψυχῇ ἐστι, τῆς δὲ οἰκίας ἐν τῇ τοῦ οἰκοδόμου, τοῦ δὲ ἀνδριάντος ἐν τῇ τοῦ ἀνδριαντοποιοῦ. εἰπὼν δὲ ὅτι τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι πρώτη ἐστὶν οὐσία, τοῦ τὸ εἶδος πρώτην οὐσίαν εἶναι αἴτιον ἐπήγαγε τὸ καὶ γὰρ τῶν ἐναντίων τρόπον τινὰ τὸ αὐτὸ εἶδος. ἐπειδὴ γὰρ ἡ στέρησις τῇ ὕλῃ ὑπάρχει, τῇ δὲ στερήσει τὸ εἶναι τὸ εἶδος παρέχεται (τῇ γὰρ αὐτοῦ ἀπουσίᾳ ἡ στέρησίς ἐστιν), εἰ δὴ καὶ τῇ στερήσει τῇ ἐν τῇ ὕλῃ οὔσῃ τὸ εἶναι καὶ ὅλως τὴν ὕπαρξιν τὸ διδὸν τὸ εἶδός ἐστιν, αὐτὸ δέ ἐστι καὶ τὸ τάττον καὶ ὁρίζον τὴν ὕλην καὶ κοσμοῦν, πρώτη καὶ κυρίως οὐσία τοῦτ’ ἂν εἴη. τῶν ἐναντίων, φησίν, ἤτοι τῶν στερήσεων τρόπον τινὰ τὸ αὐτό, ἤτοι τὸ εἶδος, εἶδός ἐστι, τουτέστιν εἰδοποιὸν καὶ ὑπάρξεως χορηγόν.2 εἴδους οὖν καὶ ὑπάρξεως αἴτιον καὶ ὅλως τοῦ τῶν ὄντων εἶναι καὶ μετὰ τῶν ὄντων συγκατατάττεσθαι τὰς στερήσεις τὸ εἶδος καὶ τὸ τί ἦν εἶναί ἐστιν· ἀπιόντος γὰρ τοῦ εἴδους εὐθὺς ἡ στέρησις τὸ εἶναι ἔχει· ὥστε ποιητικὸν αἴτιον τῆς στερήσεως τὸ εἶδος ἐστιν. ὅτι δὲ τὸ αὐτὸ ἀντὶ τοῦ εἴδους ἔλαβε, τὸ δὲ εἶδος ἀντὶ τοῦ αἴτιον τῆς ὑπάρξεως τῆς στερήσεως, δῆλον ἐποίησεν3 εἰπὼν τῆς γὰρ στερήσεως οὐσία ἡ οὐσία ἡ ἀντικειμένη, τουτέστιν ἡ κατὰ τὸ εἶδος οὐσία τῆς στερήσεώς ἐστιν οὐσία καὶ ὕπαρξις, καὶ τὸ εἶναι αὐτῇ αὕτη χαρίζεται. ὥστε εἴπερ ἡ οὐσία, λέγω δὴ τὸ εἶδος, οὐσία καὶ παραγωγός ἐστι καὶ αἴτιος τῆς στερήσεως, δῆλον ὅτι εἶδός ἐστι τὸ εἶδος τῆς στερήσεως. τὸ δὲ τρόπον τινὰ πρόσκειται, ὅτι οὐ καθ’ αὑτό ἐστιν αἴτιον τὸ εἶδος τῆς στερήσεως, ἀλλὰ κατὰ συμβεβηκός· συμβαίνει γὰρ ὑποχωροῦντος τοῦ εἴδους γίνεσθαι αὐτήν. ἔστιν οὖν ἡ ὑγίεια, εἴπερ ἀναλογεῖ εἴδει, αἰτία καὶ εἶδος τῆς νόσου, ἥπερ ἐστὶ στέρησις.
“其余的生成则被称为制作。” 在说明了自然的生成属于何种事物,并总结说“因此,通过自然而生成之物便是如此生成的”之后,他指出,其余的生成(他将出于技术、出于能力、出于思惟的生成称为“其余的”)被称为制作。于是他指出,出于技术而生成的乃是人工物,简言之即凡依技术生成的一切事物;而出于思惟而生成的乃是诸美德,因为美德也是某种形式,使灵魂得以完满。纵使许多人工物也是出于思惟而生成的——因为正如他将要说的那样,某些人工物也是出于自发性而生成的——但无论如何技术并非全都是思惟。而出于能力的则是那些两者皆可的事情,例如洗浴与不洗浴、坐下与不坐下等等诸如此类之事。而在这些出于技术而生成的事物中,有一些也是既出于自发性又出于偶然生成的,正如出于自然的事物中的某些一样;因为在后者那里,我指的是在出于自然生成的事物中,也有一些是出于自发性生成的;因为植物既可从种子生成,亦可不经种子生成;许多植物确实是不经种子而自发地生长的。至于他说,出于技术生成的事物中也有一些出于自发性生成这一情况,须在后面予以考察;因为他稍后便会谈论这些,而我们在不久前也曾说过,健康既出于技术生成,也出于自发性生成。不过关于这些我们须在后面考察。另一方面,凡其形式与本质在匠人灵魂之中的事物,都是出于技术生成的;因为健康、房屋、雕像以及其余诸物的形式与本质,健康的在医生灵魂中,房屋的在建筑师灵魂中,雕像的在雕塑家灵魂中。在指出了形式与本质是第一实体之后,他又引出“因为对立物在某种意义上也具有同一形式”,作为形式之所以是第一实体的原因。因为既然缺失属于质料,而形式为缺失提供存在(因为正是由于形式的缺席,缺失才存在),如果确实正是形式将存在以及普遍的实存赋予存在于质料中的缺失,并且正是形式自身整顿、规定并饰扮质料,那么这便会是第一意义上且本义上的实体。他说道,对于对立物而言,即对于缺失而言,在某种意义上同一事物——即形式——乃是形式,也就是说,是赋形者和实存的供给者。因此,形式与本质乃是缺失获得形式与实存、以及普遍而言属于诸存在物并与诸存在物并列的原因;因为当形式退去时,缺失立刻拥有存在;从而形式乃是缺失的动力原因。至于他用“同一事物”代替形式,用“形式”代替缺失实存的原因,他通过说“因为缺失的实体乃是对立的实体”表明了这一点;也就是说,依形式而言的实体乃是缺失的实体与实存,且将存在赋予它。因此,如果实体(我指的是形式)乃是缺失的实体、制造者与原因,显而易见,形式便是缺失的形式。而加上“在某种意义上”,是因为形式并非自身作为缺失的原因,而是偶性地作为原因;因为伴随着形式退去,缺失便生成了。由此可见,健康如果类比于形式,它便是疾病——即缺失——的原因与形式。
- 7.19εἰ δὲ καὶ πολλὰ τῶν τεχνητῶν (γίνεται γὰρ τεχνητά τινα καὶ ἀπὸ ταὐτομάτου, ὡς ἐρεῖ) ἀπὸ διανοίας γίνεται, ἀλλ’ οὖν ἡ τέχνη οὐ πάντως διάνοια.
由 εἰ δὲ καί 引导的从句表示让步(“纵使……”)。在括号插入句 (γίνεται γὰρ...) 之后,ἀπὸ διανοίας γίνεται 完成了条件从句,并与由 ἀλλ’ οὖν(“无论如何……”)引出的主句构成呼应。此结构限定了技术与思惟的区别。
- 7.19τῶν ἐναντίων, φησίν, ἤτοι τῶν στερήσεων τρόπον τινὰ τὸ αὐτό, ἤτοι τὸ εἶδος, εἶδός ἐστι, τουτέστιν εἰδοποιὸν καὶ ὑπάρξεως χορηγόν.
τῶν ἐναντίων 是属格补足语(“对于/属于对立物的”)。主语为 τὸ αὐτό(由 ἤτοι τὸ εἶδος 解释),谓语名词是 εἶδος。随后的 τουτέστιν 引出对述语 εἶδος 的进一步阐释,即“赋形者(εἰδοποιόν)与实存的供给者(χορηγόν)”。
- 7.19ὅτι δὲ τὸ αὐτὸ ἀντὶ τοῦ εἴδους ἔλαβε, τὸ δὲ εἶδος ἀντὶ τοῦ αἴτιον τῆς ὑπάρξεως τῆς στερήσεως, δῆλον ἐποίησεν
整个 ὅτι 从句充当 δῆλον ἐποίησεν 的直接宾语(“表明了……”)。在从句内部,ἔλαβε 带两个并列宾语:τὸ αὐτό(代替 τοῦ εἴδους)与 τὸ εἶδος(代替 αἴτιον τῆς ὑπάρξεως τῆς στερήσεως),以此解释亚里士多德行文中的词义替代。
