- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:487.19-488.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德关于依自然、技术和偶发而生成的界定展开讨论,梳理了生成的三要素(质料、动力制造者与生成物),阐明了质料何以是事物可存在也可不存在的原因,并解释了质料、生成过程与形式各自被称为“自然”的根据。
ἢ τὸ ὧν ἡ γένεσις ἐκ φύσεώς ἐστι τοῦτ’ ἂν εἴη ὅτι ὧν γενέσεων ἡ ὕπαρξις καὶ τὸ εἶναι αὐταῖς οὐκ ἀπὸ τέχνης ἢ ἀπὸ ταὐτομάτου ἐστὶν ἀλλ’ ἐκ φύσεως· ἡ συγκαταβληθεῖσα γὰρ τῷ σπέρματι δύναμίς τε καὶ φύσις ἐστὶν αἰτία ποιητικὴ τῶν γενέσεων. καὶ αἱ μὲν φυσικαὶ γενέσεις αὗται, ἐξ οὗ δὲ γίνεται τὸ διὰ γενέσεως γινόμενον, ἐστὶν ἡ ὕλη, οἷον ἡ προσεχὴς τῶν ζῴων τὸ καταμήνιον. ἀλλ’ ἐξ οὗ μὲν γίνεται τὸ διὰ γενέσεως γινόμενον ἐστὶν ἡ ὕλη, ὑφ’ οὗ δέ, οἷον τὸ ποιητικόν, τῶν φύσει τι ὄντων, οἷον ἄνθρωπος1 ἵππος· ἐπειδὴ γὰρ τὸ σπέρμα ἐκ τούτων, οὗτοί εἰσι ποιητικὰ αἴτια. τὸ δὲ τῶν φύσει τι ὄντων πρόσκειται,2 ἐπεὶ ἐν τῇ Φυσικῇ ἔλεγεν ὅτι φύσις μέν ἐστι τὸ εἶδος, φύσις δὲ καὶ ἡ ὕλη, τὸ δ’ ἐκ τούτων συγκείμενον οὐ φύσις ἀλλὰ φύσει, ὥστε τὸ τὸν Σωκράτην γεννῆσαν οὐ φύσις ἀλλὰ τῶν φύσει τι ὄντων. καὶ ἔστιν ἡ μὲν ὕλη ἐξ οὗ γίνεται τὸ γινόμενον, ὑφ’ οὗ δὲ τῶν φύσει τι ὄντων, ὃ δὲ γίνεται ἐστιν ἄνθρωπος ἢ ἵππος ἢ ἄλλο τι τῶν φύσει τι ὄντων, ἃ δὴ καὶ μάλιστα, λέγω δὴ τὰ ἐξ ὕλης καὶ εἴδους, ὡς καὶ ἐν ταῖς Κατηγορίαις καὶ ἐν τῇ Φυσικῇ καὶ ἐν ταύτῃ τῇ πραγματείᾳ, μάλιστα οὐσίας εἶναι λέγομεν, εἶπεν. εἰπὼν δὲ ὅτι πάντα τὰ ἀπὸ φύσεως καὶ τὰ ἀπὸ τέχνης γινόμενα ὕλην ἔχει, τοῦ τοῦτο οὕτως ἔχειν τὴν αἰτίαν συντόμως ἐπήγαγεν εἰπὼν δύναται γὰρ καὶ εἶναι καὶ μὴ εἶναι ἕκαστον αὐτῶν, τουτέστιν ἐπειδὴ ἕκαστον καὶ τῶν ἀπὸ φύσεως καὶ τῶν ἀπὸ τέχνης δύναται καὶ εἶναι καὶ μὴ εἶναι, δῆλον ὡς ἀπὸ τῆς ὕλης τοῦτο ἔχει· αὕτη γάρ ἐστιν ἡ τρεπτικὴ καὶ ἀλλοιωτική, ἣ ποτὲ μὲν τοῦτο τὸ εἶδος δέχεται ποτὲ δὲ ἄλλο, διὰ τὸ μὴ τὸ αὐτὸ καὶ ἓν ἀεὶ δύνασθαι στέγειν καὶ διὰ τὸ εὐφυῶς ἔχειν πρὸς τὸ τὰ εἴδη δέχεσθαι. ἔστιν οὖν ἑκάστῳ τῶν φύσει καὶ ἀπὸ τέχνης τοῦ εἶναι καὶ μὴ εἶναι ἡ ὕλη αἰτία. ὥστε φανερὸν ὅτι καὶ τὰ ἐκ φύσεως καὶ τὰ ἀπὸ τέχνης ἔκ τινος ὕλης καὶ ὑποκειμένου γίνεται. εἰπὼν δὴ ὅτι ἑκάστου τῶν ἀπὸ φύσεως καὶ τέχνης τὸ αἴτιον τοῦ εἶναι καὶ μὴ εἶναι ἡ ὕλη ἐστίν, ἐπήγαγεν ὅτι καθόλου δὲ καὶ ἐξ οὗ φύσις καὶ καθ’ ὃ φύσις· ὡς πολλάκις γὰρ εἴπομεν ὅτι καὶ τὴν ὕλην ἣ γίνεται τὸ εἶδος, καὶ καθ’ ὃ εἶδος αὕτη γίνεται, φύσιν λέγει. τὸ δὲ τὸ γὰρ γινόμενον ἔχει φύσιν οἶμαι ὡς αἴτιον ἐπῆκται τοῦ τὸ εἶδος φύσιν εἶναι, τουτέστι τὸ γινόμενον διὰ φύσεως γίνεται, φύσιν λέγων τὴν ἀπὸ τῆς ὕλης εἰς τὸ εἶδος ὁδόν. εἰ δὲ ἡ ὁδὸς αὕτη, ὡς ἂν ἐπεκτείνας λέγοι τις τὸ υ,3 ὡς αὐτὸς εἴρηκε, φύσις λέγεται, φανερὸν ὡς καὶ τὸ εἶδος, πρὸς ὃ αὕτη ἡ ὁδός ἐστι, φύσις ἐστίν. ὅτι δὲ τὸ εἶδος φύσις λέγεται, δείκνυσι καὶ ἄλλως. λέγεται, φησί, τὸ σύνθετον φύσις, οἷον ὁ Σωφρονίσκος. καὶ δῆλον ὡς οὐ κατὰ τὸ συναμφότερον ὁ Σωφρονίσκος φύσις λέγεται (τοῦτο γὰρ φύσει λέγεται), ἀλλὰ κατὰ τὸ εἶδος, καθ’ ὃ καὶ γίνεται τὸ γινόμενον ὑπ’ αὐτοῦ· κατὰ γὰρ τὸ ἐν αὐτῷ ὂν εἶδος γίνεται, ὃ γεννᾷ· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ καὶ ὑφ’ οὗ, ἡ κατὰ τὸ εἶδος λεγομένη φύσις ὁμοειδής. πῶς δὲ τὸ γινόμενον τῷ ὑφ’ οὗ γίνεται ὁμοειδές ἐστιν, ἐπήγαγεν ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ· πάντες δὲ οἱ ἄνθρωποι ὁμοειδεῖς εἰσιν.
抑或,“其生成源于自然的那些事物”可能是指这样一种生成,即对于这些生成而言,其实存与存在并非出于技术或自发性,而是出于自然;因为与种子一同被置入的潜能与自然,乃是这些生成的动力原因。自然的生成就是这些;而通过生成而生成之物所由以生成的是质料,例如动物的近取质料是经血。然而,通过生成而生成之物所由以生成的固然是质料,但其所由之生成的制造者,则是依自然存在的诸事物之一,例如人或马;因为既然种子源于这些事物,它们便是动力原因。而之所以加上“依自然存在的诸事物之一”,是因为他在《物理学》中曾说,形式是自然,质料也是自然,但由二者结合而成者不是自然,而是“依自然而存在的”;因此,生育苏格拉底的不是自然,而是依自然存在的诸事物之一。质料是生成之物所由以生成者,生成所由之生成的则是依自然存在的诸事物之一,而所生成之物则是人或马,或依自然存在的诸事物中的其他某物,正如他在《范畴篇》、《物理学》以及本著作中所说的那样,这些由质料与形式构成的事物,正是我们最严格意义上称为实体的东西。在说明了一切出于自然和出于技术而生成之物都具有质料之后,他又简要地给出了何以如此的原因,说道:“因为它们各自既能够存在,又能够不存在”;也就是说,既然出于自然和出于技术的每一事物都既能够存在又能够不存在,显而易见它是从质料中获得这一特性的;因为质料正是那种可转变和可质变之物,由于不能永远保持同一种单一状态,且由于天然适合接受各种形式,它时而接受这种形式,时而接受另一种形式。因此,质料对于依自然和依技术的每一事物而言,乃是存在与不存在的原因。由此可见,出于自然之物与出于技术之物都是从某种质料和底层基质生成的。在说明了质料对于出于自然和技术的每一事物而言是存在与不存在的原因之后,他又补充道:“普遍而言,其所由之生成的也是自然,其所依据的也是自然”;因为正如我们屡次所说,他把变成形式的质料,以及质料依之生成的形式,都称为自然。而“因为生成之物具有自然”这一句,我认为是作为形式即是自然的原因而被引出的,即生成之物乃是通过自然而生成的,他在此将从质料通向形式的道路称为自然。如果这条道路——正如他自己所言,如同有人拖长发音字母υ那样——被称为自然,那么显而易见,这条道路所指向的形式也是自然。至于形式被称为自然,他还以另一种方式予以表明。他说道,复合体也被称为自然,例如索弗罗尼斯科斯。显而易见,索弗罗尼斯科斯被称为自然并不是就两者的结合体而言的(因为这被称为“依自然而存在的”),而是就形式而言的,由他所生成的事物正是依照这一形式生成的;因为他所生育之物正是依照存在于他之中的形式生成的;因为他通过“以及所由之生成的制造者,即依形式而言的自然,是同种的”表明了这一点。至于生成之物如何与生成它的制造者同种,他补充道:“因为人生人”;而所有人都是同种的。
- 7.18καὶ ἔστιν ἡ μὲν ὕλη ἐξ οὗ γίνεται τὸ γινόμενον, ὑφ’ οὗ δὲ τῶν φύσει τι ὄντων, ὃ δὲ γίνεται ἐστιν ἄνθρωπος
这是一个平行排比结构,列举了生成的三个要素:ἡ μὲν ὕλη[ἐστὶν]ἐξ οὗ...(“质料是其所由以生成者”),[τὸ δὲ]ὑφ' οὗ[ἐστὶ]τῶν φύσει τι ὄντων(“所由之生成的制造者则是依自然存在者之一”),以及 ὃ δὲ γίνεται ἐστὶν...(“而所生成者则是……”)。各小句在省略系词与冠词的同时保持了严格的对应。
- 7.18τὸ δὲ τῶν φύσει τι ὄντων πρόσκειται
τὸ τῶν φύσει τι ὄντων 是将引用的短语实质化作主语,与动词 πρόσκειται(“被附加上”)搭配。亚历山大根据《物理学》中的学说(质料与形式的复合体不是“自然”,而是“依自然而存在的”)解释了亚里士多德为何特意附加“依自然存在的诸事物之一”这一表述。
- 7.18ὡς ἂν ἐπεκτείνας λέγοι τις τὸ υ
ὡς ἄν 搭配希求式(λέγοι)构成表达潜在样态的句式(“正如有人可能会说的那样”)。此处指代亚里士多德本人的语源学说明(如《物理学》第二卷第一章 193b12),即将 φύσις 的首音节元音 υ 拖长发音(φύ̄σις),从而暗示源自动词 φύω 的生成与生长过程。
