- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:486.11-487.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了基于形式附加的无时间性论证形式并不生成的过程,解释了关于生成包含质料、动因与形式的划分,并消解了亚里士多德在自然生成定义中关于关系代词先行词所引起的构文疑难。
" Τῶν δὲ γινομένων τὰ μὲν φύσει γίνεται, τὰ δὲ τέχνῃ, τὰ δὲ ἀπὸ ταὐτομάτου." Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι τὸ εἶδος οὐ γίνεται. τὸ γὰρ εἶδος καὶ τὸ τί ἦν εἶναι τῆς σφαίρας τῆς κατὰ τῶν μερικῶν σφαιρῶν κατηγορουμένης οὐ γίνεται· ἀλλὰ μὴν οὐδὲ τὸ εἶδος τῆσδε τῆς σφαίρας διὰ γενέσεως εἰς τὸ εἶναι παράγεται, ἀλλὰ τοῦ χαλκοῦ τοιωσδὶ κινουμένου ὑπὸ τοῦ τεχνίτου ἀχρόνως ἐν αὐτῷ τὸ τῆς σφαίρας εἶδος ἐπιγίνεται. ὁμοίως δὲ καὶ τῆς οἰκίας· ὅταν γὰρ ἡ τελευταία κέραμος ἐπιτεθῇ, τότε φαμὲν οἰκίαν εἶναι· εἰ γάρ τι καὶ τὸ οἱονοῦν τῶν εἰς τὸ οἰκίαν ποιῆσαι συντελούντων λείπει, οὐκ ἔστιν οἰκία· ἡ δὲ τελευταία κέραμος ἀχρόνως καὶ ἐν τῷ νῦν ἐπιτίθεται τῇ οἰκίᾳ. ὥστε καὶ τὰ κατὰ μέρος εἴδη οὐ γίνεται· ἀμερῆ γάρ εἰσιν, εἰ καὶ συνυφίστανται τῇ ἐν ᾗ εἰσιν ὕλῃ. τὸ δ’ ἀμερὲς πῶς ἂν γένηται; τὸ γὰρ γινόμενον πᾶν μεριστόν· διαιρεῖται γὰρ εἴς τε τὸ πρώτως γεγονὸς καὶ εἰς τὸ ὕστερον. καὶ ἐπὶ τῆς χαλκῆς σφαίρας, ὥσπερ ἐλέγομεν ἐπὶ τῆς οἰκίας ὅτι τῆς τελευταίας κεράμου ἐπιτεθείσης γίνεται, τοῦτο εὑρήσεις· ἡ γὰρ τελευταία πληγὴ ἡ ὑπὸ τοῦ τεχνίτου ἐν τῷ χαλκῷ γινομένη ταύτην εἰδοποιεῖ· αὕτη δ’ ἀχρόνως γίνεται· ἀχρόνως γὰρ ἡ σφῦρα τοῦ χαλκοῦ ἅπτεται ὅταν τύπτῃ αὐτόν· ὥστε οὔτε τὸ σφαίρειον εἶδος, ἤτοι αὐτὸ τὸ τῆς καθόλου σφαίρας, τουτέστιν ἡ καθόλου σφαῖρα, μὴ οὖσα γέγονεν, οὔτε τὸ ἐν τῇδε τῇ σφαίρᾳ διὰ γενέσεως καὶ διὰ χρόνου ἐν αὐτῇ γίνεται ἢ ὅλως γίνεται, ἀλλ’ ὃν περὶ αὐτὴν ὑπὸ τοῦ τεχνίτου τίθεται· ὃν γὰρ τὸ τῆς σφαίρας εἶδος ἐν τῇ τοῦ τεχνίτου ψυχῇ περιτίθησιν αὐτὸ ὁ τεχνίτης τῷ χαλκῷ.1 δείκνυσι δὲ ὅτι τὰ εἴδη οὐ γίνεται ἀναγκαίως. ἐκ γὰρ τούτου δῆλον ἡμῖν γενήσεται εἴτε δύναται τὰ φυσικὰ εἴδη αὐτὰ καθ’ αὐτὰ χωρὶς εἶναι ἄνευ ὕλης, ὡς ὁ Πλάτων ἔλεγεν, εἴτε μή. πρὸ δὲ τῆς δείξεως τοῦ τὸ εἶδος μὴ γίνεσθαι πρότερον ἐκ διαιρέσεως δείκνυσιν ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος ὑποκειμένου γίνεται, ὡς ἐκ τούτου συνάξων ὅτι εἰ καὶ τὸ εἶδος γίνοιτο, ἐξ ὑποκειμένου τινὸς γενήσεται, καὶ οὕτω συμβήσεται ἐπ’ ἄπειρον εἶναι τὴν πρόοδον. ἐκ διαιρέσεως οὖν, ὡς εἶπον, δείκνυσιν ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται. λέγει δὴ ὅτι τῶν γινομένων τὰ μὲν φύσει γίνεται ὡς τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ ὅμοια, τὰ δὲ τέχνῃ, ὥσπερ οἰκία καὶ ὁ ἀνδριὰς καὶ ἁπλῶς τὰ τεχνητά, τὰ δὲ ἀπὸ ταὐτομάτου, ὥσπερ ὑγίεια· διψήσας γάρ τις πυρέττων καὶ πιὼν ὕδωρ οὐχ ἵνα ὑγιάνῃ, ἀλλ’ ἵνα τὴν δίψαν ἀποκρούσηται, ὑγίανε. πάντα οὖν τὰ ἀπὸ φύσεως καὶ τέχνης καὶ αὐτομάτου ὑπό τέ τινος τοῦ ποιοῦντος γίνεται καὶ ἔκ τινος ὕλης καὶ τι εἶδος γίνεται· ἢ γὰρ οὐσία, φησί, γίνεται, ἢ ποσὸν ἢ ποιὸν ἤ τι τῶν ἄλλων κατηγοριῶν· γίνεται δέ τι τούτων ὡς εἶδος. ταῦτα εἰπὼν λέγει ὅτι αἱ φυσικαὶ γενέσεις εἰσὶν ὧν ἡ γένεσις ἐκ φύσεώς ἐστιν. ἀλλὰ πῶς ἐν τῇ Φυσικῇ δείξας ὅτι γενέσεως γένεσις οὐκ ἔστιν οὐδὲ μεταβολὴ μεταβολῆς, νῦν φησιν ὅτι γενέσεις εἰσὶ φυσικαί, ὧν γενέσεων ἡ γένεσις ἐκ φύσεώς ἐστιν; ὥστε τοῦτο δοκεῖ λέγειν ὅτι τῶν γενέσεων εἰσὶ γενέσεις. ἢ τὸ ὧν ἡ γένεσις οὐ πρὸς τὰς γενέσεις, οἶμαι, ἀπέδωκεν ἵν’ ᾖ ὧν γενέσεων, ἀλλὰ πρὸς τὰ τέλη αὐτῶν,2 οἷον φυτὰ καὶ ζῷα καὶ τὰ τοιαῦτα· καὶ εἰ τοῦτό ἐστιν, εἴη ἂν λέγων ὅτι αὗται αἱ φυσικαὶ γενέσεις γενέσεις εἰσὶ τῶν φυτῶν καὶ τῶν ζῴων, ὧν καὶ φυτῶν καὶ ζῴων ἡ γένεσις οὐκ ἀπὸ τέχνης ἐστὶν ἀλλ’ ἀπὸ φύσεως.
“在生成的事物中,有些依自然而生成,有些依技术,有些则自发地生成。” 摆在面前的任务是表明形式并不生成。因为不仅那被述说于各个个别球体之上的球体的形式与‘所是’并不生成,而且这一个别球体的形式也决不是通过生成过程而被引入存在的,相反,当青铜被工匠以如此这般的方式运动时,球体的形式便无时间性地在其中附加上去。房屋的情况也是如此;因为当最后一块瓦被放上去时,我们那时才说有一座房屋;因为若在促成建构一座房屋的要素中有任何哪怕随便哪一个缺失,它就不是房屋;而最后一块瓦是在当下无时间性地被放在房屋之上的。因此,各个个别形式也不生成;因为它们是无部分的,即使它们与它们居于其中的质料共同存立。而无部分之物又怎能生成呢?因为一切生成之物都是可分的;它被划分为最先生成的部分和后来的部分。在青铜球体的情况中,正如我们在房屋情况中所说的一样,即当最后一块瓦被放上去时它便生成,你也将发现同样的情形;因为工匠在青铜上施加的最后一击赋予它形式;而这一击是无时间性地发生的;因为当锤子击打青铜时,它是无时间性地触碰青铜的;因此,既不是球形形式,即普遍球体本身(也就是普遍球体),在不存在的状态下生成了,也不是这一个别球体中的形式通过生成和时间在其中生成或整体上生成,相反,它是作为存在之物而被工匠置于其周围的;因为由于球体的形式存在于工匠的灵魂之中,工匠便将它赋予青铜。他证明形式必然不生成。因为由此对于我们而言将变得明晰的是:自然的形式是否如柏拉图所说的那样能够自身独立存在而脱离质料,或者并非如此。但在论证形式不生成之前,他首先通过划分表明,一切生成之物都是从某种作为底层的基质生成的,仿佛是要由此推导出:即便形式也生成,它也将是从某种基质生成的,这样就会导致无限倒退。因此,如我所说,他通过划分表明,一切生成之物都是从某物生成的。于是他说道,在生成的事物中,有些依自然生成,如动物、植物及类似之物;有些依技术生成,如房屋、雕像以及总而言之的人工制品;有些自发地生成,如健康;因为一个发烧且口渴的人喝了水,并非为了恢复健康,而是为了止渴,却恢复了健康。因此,一切出于自然、技术和偶发的事物,既是由某种起制造作用者所生成,又是从某种质料中生成,并作为某种形式生成;因为他说道,要么生成一种实体,要么生成数量,要么生成性质,要么生成其他范畴之一;而这些中的某一个作为形式而生成。在说了这些之后,他说道,自然的生成乃是那些其生成源于自然者。然而,他既在《物理学》中证明了不存在生成的生成,也不存在变化的变化,现在又怎能说存在自然的生成,而这些生成的生成乃是出于自然呢?以至于他似乎在说:存在生成的生成。抑或,我认为,他并不是把‘其生成’这一短语归于生成本身——以致变成‘这些生成的[生成]’——而是归于它们的终结,例如植物、动物及诸如此类之物;而如果是这样,他的意思就是说,这些自然的生成乃是植物和动物的生成,而这些植物和动物的生成不是出于技术,而是出于自然。
- 7.18ἀλλ’ ὃν περὶ αὐτὴν ὑπὸ τοῦ τεχνίτου τίθεται· ὃν γὰρ τὸ τῆς σφαίρας εἶδος ἐν τῇ τοῦ τεχνίτου ψυχῇ περιτίθησιν αὐτὸ ὁ τεχνίτης τῷ χαλκῷ.
底本中的 ὃν 被理解为分词 ὄν 的异读或音讹,随后的 ὃν γὰρ ... 同样作为分词 ὄν(“由于球体的形式存在于工匠的灵魂之中”)来理解。在句法骨架上,它构成了对比:形式并非通过生成过程新造出来,而是作为已经存在(ὄν)于工匠灵魂之物被赋予青铜周围。
- 7.18ἢ τὸ ὧν ἡ γένεσις οὐ πρὸς τὰς γενέσεις, οἶμαι, ἀπέδωκεν ἵν’ ᾖ ὧν γενέσεων, ἀλλὰ πρὸς τὰ τέλη αὐτῶν
关于亚里士多德原文 αἱ φυσικαὶ γενέσεις εἰσὶν ὧν ἡ γένεσις ἐκ φύσεώς ἐστιν 中属格关系代词 ὧν 之先行词的句法分析。若机械地将紧邻的 γενέσεις 视为先行词,则会导致“生成的生成”这一荒谬结论;因此亚历山大解释道,ὧν 在句法指涉上乃是关涉生成的过程终点或目的(即生成的动植物,τὰ τέλη αὐτῶν)。
