← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§485.31-486.10

关于苏格拉底及其本质的诡辩反驳

针对亚里士多德在《形而上学》Z卷第6章(1032a6)中提及的关于“苏格拉底与作为苏格拉底”的诡辩式反驳,亚历山大阐明了如何借助依自身与依偶性同一性的相同解答来化解这一谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.17

" Οἱ δὲ σοφιστικοὶ ἔλεγχοι πρὸς τὴν θέσιν ταύτην." Δείξας ὅτι τῶν καθ’ αὑτὸ λεγομένων ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ ταὐτόν ἐστιν, ἐπὶ δὲ τῶν κατὰ συμβεβηκὸς λεγομένων, οἷον ἀνθρώπῳ καὶ λευκῷ ἀνθρώπῳ, ἔστι μὲν καὶ οὐκ ἔστι, καὶ πῶς εἴρηται,1 λέγει ὅτι οἱ σοφιστικοὶ ἔλεγχοι τῇ αὐτῇ λύονται λύσει. ἔλεγον γὰρ οἱ σοφισταί ‘πότερον ὁ Σωκράτης καὶ τὸ Σωκράτει εἶναι ταὐτὸ ἢ οὔ;’ καὶ εἰ μὲν ἕτερον, ἐπειδὴ τὸ Σωκράτει εἶναι τὸ τί ἦν εἶναι Σωκράτει ἐστὶ καὶ ἡ φύσις τοῦ Σωκράτους, ἔσται ὁ Σωκράτης ἕτερος ἑαυτοῦ. εἰ δὲ ὁ αὐτός, ἐστὶ δ’ ὁ Σωκράτης καὶ λευκός, ἔσται καὶ τὸ Σωκράτει εἶναι τῷ λευκῷ εἶναι Σωκράτει τὸ αὐτό, ἡ οὐσία τῷ συμβεβηκότι, ὅπερ ἄλογον. λέγει οὖν ὅτι οἱ σοφιστικοὶ ἔλεγχοι πρὸς τὴν θέσιν ταύτην καὶ τὸ πρόβλημα φανερὸν ὡς τῇ αὐτῇ λύονται λύσει, λέγω δὴ τῇ ὅτι κυρίως μὲν καὶ καθ’ αὑτὸ οὔκ εἰσι τὰ αὐτὰ λεγούσῃ,2 κατὰ συμβεβηκὸς δέ· ἐξ ὧν γὰρ ἐρωτῶσιν (ἐκ γὰρ τῶν κατὰ συμβεβηκὸς τὰς ἐρωτήσεις ποιοῦνται), ἐκ τούτων καὶ τῶν λύσεων τεύξονται. ταῦτα πάντα εἰπὼν πάλιν συντόμως ὑπομιμνήσκει ὅτι πῶς μὲν τὸ τί ἦν εἶναι ταὐτὸ καὶ πῶς οὐ ταὐτὸ εἴρηται.

“针对这一主张的诡辩式反驳。” 在证明了依其自身被言述的事物中,各个事物与其‘所是’是同一的,而依偶性被言述的事物中,例如人和白人,则既是又不是[同一的],并表明了这是如何被阐明之后,他说道,诡辩式反驳也是通过同样的解答来化解的。因为诡辩家们曾问道:“苏格拉底与‘作为苏格拉底’是同一的还是不是?”如果相异,既然‘作为苏格拉底’是苏格拉底的‘所是’和苏格拉底的本性,苏格拉底就将与自身相异。但如果是同一的,而苏格拉底又是白的,那么‘作为苏格拉底’与苏格拉底的‘作为白’也将是同一的,即实体与偶性[是同一的],而这是荒谬的。因此他说道,显而易见,针对这一主张和这一难题的诡辩式反驳是通过同样的解答来化解的,我指的是通过那主张在严格意义上和依其自身并非同一,但依偶性[是同一]的解答;因为他们赖以发问的根据(因为他们是从偶性事物中提出质问的),正是从这些事物中他们也将获得解答。在说了这一切之后,他再次简短地提醒道,关于‘所是’在何种意义上是同一的以及在何种意义上不是同一的,已经作了说明。

语法注2 条
  1. 7.17ἔστι μὲν καὶ οὐκ ἔστι, καὶ πῶς εἴρηται

    承接前文的 τῶν καθ’ αὑτὸ λεγομένων ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ ταὐτόν ἐστιν(依其自身被言述的事物中各个与其‘所是’是同一的),在此处 ἔστι μὲν καὶ οὐκ ἔστι 省略了表语 ταὐτόν(即“既是又不是[同一的]”)。此外,καὶ πῶς εἴρηται(“以及这是如何被说明的”)作为一个并列的分句,整体置于分词 Δείξας 的支配范围之内。

  2. 7.17τῇ ὅτι κυρίως μὲν καὶ καθ’ αὑτὸ οὔκ εἰσι τὰ αὐτὰ λεγούσῃ

    该结构同位解释前文的与格短语 τῇ αὐτῇ λύσει(通过同样的解答)。阴性与格定冠词 τῇ 与现在分词 λεγούσῃ 构成框式结构(“通过那主张……的解答”),其间嵌入了表达主张内容的 ὅτι 从句(“在严格意义上和依其自身并非同一,但依偶性[是同一]”)(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:485.31-486.10