← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§484.26-485.30

本质无穷倒退的驳斥与事物同一性

亚历山大就亚里士多德《形而上学》1031b28的引文进行注解,阐明通过归谬法证明事物与其本质为同一:若将二者区分并为各个本质命名,将导致本质的无穷倒退并使单个事物具有无穷多个本性,从而确立了事物与其“所是”的同一以及定义的单一性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.16

" Ἄτοπον δ’ ἂν φανείη κἂν εἴ τις ἑκάστῳ ὄνομα θεῖτο τῶν τί ἦν εἶναι.1" Καὶ τοῦτο δεικτικόν ἐστι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τοῦ ταὐτὸν εἶναι ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ. ἡ δὲ δεῖξις πάλιν ἐπὶ τῶν ἰδεῶν προέρχεται· λέγει γὰρ ὡς εἴπερ ὁ αὐτοΐππος καὶ τὸ τί ἦν εἶναι αὐτοῦ οὐκ ἔστι ταὐτὰ ἀλλ’ ἕτερα, εἴ τις καὶ τῷ τοῦ αὐτοΐππου τί ἦν εἶναι ὄνομα θεῖτο, ἔστω δὴ ἱμάτιον, ἐπειδὴ πᾶν ὄνομα δηλωτικόν ἐστί τινος τί ἦν εἶναι, καὶ τοῦ ἱματίου τὸ τί ἦν εἶναί ἐστιν ἕτερον αὐτοῦ. εἰ τις δὲ πάλιν τῷ τοῦ ἱματίου τί ἦν εἶναι ὄνομα θεῖτο, ἔστω δὴ φυτόν, ἔσται καὶ τὸ τί ἦν εἶναι τοῦ φυτοῦ ἕτερον τοῦ φυτοῦ. εἴ τις δὲ καὶ τῷ τοῦ φυτοῦ τί ἦν εἶναι θεῖτο ὄνομα, ἔσται καὶ ἐπὶ τούτου τὸ αὐτό· καὶ τοῦτο εἰς ἄπειρον. εἴ τις δὴ ἑκάστῳ τί ἦν εἶναι ὄνομα θεῖτο, ἐπειδὴ παντὸς ὀνόματος δηλωτικοῦ οὐσίας ἔστι τί ἦν εἶναι, ἔσται καὶ παρ’ ἐκεῖνο τὸ ὄνομα ἄλλο τί ἦν εἶναι, οἷον παρὰ τὸ τί ἦν εἶναι ἵππῳ ἔσται τί ἦν εἶναι ἵππῳ ἕτερον, τουτέστι τοῦ τί ἦν εἶναι ἵππου ἔσται τί ἦν εἶναι ἄλλο. ἀλλὰ τὸ τί ἦν εἶναι ἵππῳ ἡ φύσις τοῦ ἵππου ἐστίν, ὥστε εἴπερ ἔστι τοῦ τί ἦν εἶναι ἵππῳ ἄλλο τί ἦν εἶναι, ἔσονται τοῦ ἵππου δύο οὐσίαι καὶ φύσεις, καὶ οὐ μόνον δύο ἀλλὰ ἄπειροι. ἐπεὶ δέ τις λέγειν ἔμελλεν ‘ἀλλ’ οὐκ εἰς ἄπειρον προϊέναι ἀνάγκη, ἀλλὰ καταντήσομεν εἴς τι τί ἦν εἶναι οὗ τὸ τί ἦν εἶναι οὐκ ἔσται ἕτερον ἀλλὰ ταὐτό· εἰ γὰρ ἔσται ταὐτόν, οὐκ ἀνάγκη εἶναι κἀκείνου τί ἦν εἶναι ἕτερον· εἰ γὰρ ἐκ τοῦ λέγειν ὅτι ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ ἕτερόν ἐστι, συμβαίνει κἀκείνου εἶναι τί ἦν εἶναι, εἴπερ εἴς τι καταντήσομεν ταὐτὸν ὂν τῷ τί ἦν εἶναι αὐτοῦ, οὐκ ἔσται ἐκείνου πάλιν ἄλλο τί ἦν εἶναι· εἰ δὲ τοῦτο, οὐκ ἐπ’ ἄπειρον ἔσται ἡ πρόοδος·’ ἐπειδή τις ταῦτα λέγειν ἔμελλεν, ἐπήγαγε2 τὸ καίτοι τί κωλύει καὶ νῦν εἶναι εὐθύς τινα τί ἦν εἶναι; τουτέστι τί κωλύει μὴ εὐθὺς ἕκαστον ταὐτὸν εἶναι καὶ τὸ τί ἦν εἶναι αὐτῷ, ἀλλὰ μετὰ πολλὰ τοῦτο εὑρίσκεσθαι; οὐ μόνον δὲ ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ ταὐτόν ἐστιν, ἀλλὰ καὶ ὁ λόγος αὐτῶν ὁ αὐτὸς καὶ εἷς. οὐ γὰρ ἕτερός ἐστιν ὁ λόγος τοῦ ἀνθρώπου καὶ τοῦ τί ἦν εἶναι ἀνθρώπῳ ἀλλ’ ὁ αὐτός, καὶ τοῦ ἑνὸς καὶ τοῦ τί ἦν εἶναι αὐτῷ ὁ αὐτός. εἰ μὲν γὰρ κατὰ συμβεβηκὸς τὸ ἓν καὶ τὸ τί ἦν εἶναι αὐτοῦ ἦν τὰ αὐτά, οὐκ ἂν ἦν ὁ λόγος αὐτῶν ὁ αὐτός. ἐπεὶ δὲ ἐκ πάντων τῶν δειχθέντων ἀνεφάνη ὅτι καθ’ αὑτό εἰσιν ἕν, καὶ ὁ λόγος αὐτῶν εἷς ἐστιν. ὃ δὲ ἄνωθεν μὲν ᾐνίξατο ἄτοπον, νῦν ἐπαναλαμβάνει καὶ σαφέστερον τίθησι λέγων ἔτι εἰ ἄλλο ἔσται, εἰς ἄπειρον εἶσι, τουτέστιν, εἰ τῷ τοῦ ἑνὸς τί ἦν εἶναι ὄνομα τεθῇ, ἔσται ἄλλο τοῦ τεθέντος ὀνόματος τί ἦν εἶναι. ἀλλ’ εἰ τοῦτο, εἰς ἄπειρον ἰέναι ἀνάγκη· τὸ γὰρ ἑνὶ εἶναί ἐστι τὸ τί ἦν εἶναι τοῦ ἑνός, τὸ δὲ ἕν ἐστιν οὗ ἐστι τί ἦν εἶναι τὸ ἑνὶ εἶναι· ὥστε τοῦ ἑνὶ εἶναι ἔσται πάλιν ἄλλο τί ἦν εἶναι, καὶ πάλιν ἐπὶ τούτων ὁ αὐτὸς λόγος. ταῦτα εἰπὼν συμπεραίνεται λοιπὸν τὸν ξύμπαντα λόγον λέγων· ὅτι μὲν οὖν ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτοῦ ταὐτόν ἐστι, φανερόν.

“而且即使有人给每一个‘所是’起一个名字,也将显得是荒谬的。” 这也是通过归谬法证明各个事物与其‘所是’是同一的。这一证明再次针对诸相展开:因为他说道,如果马自身与其‘所是’确实不是同一的而是相异的,那么如果有人也给马自身的‘所是’起一个名字——姑且设为‘斗篷’——,既然每一个名字都指明某种‘所是’,斗篷的‘所是’也就与它相异。而如果有人再次给斗篷的‘所是’起一个名字——姑且设为‘植物’ ——,植物的‘所是’也将与植物相异。而如果有人也给植物的‘所是’起一个名字,在此情形下也将同样如此;而这将走向无穷。因此,如果有人给每一个‘所是’起一个名字,既然每一个指明实体的名字都存在一个‘所是’,那么除了那个名字之外也将存在另一个‘所是’,正如除了作为马的‘所是’之外还将存在另一个作为马的‘所是’,也就是说,马的‘所是’的‘所是’将另有其物。但作为马的‘所是’就是马的本性,因此,如果马的‘所是’确实存在另一个‘所是’,马就将拥有两个实体和本性,并且不仅是两个,而是无穷多个。然而,既然有人本会说:“但并没有必然性要走向无穷,而是我们将到达某个‘所是’,它的‘所是’将不是相异的而是同一的;因为如果它将是同一的,就不必然存在关于它的另一个相异的‘所是’;因为如果由于说各个事物与其‘所是’是相异的,便导致关于它也存在一个‘所是’,那么如果我们确实将到达某种与它自身的‘所是’同一之物,就不会再次存在关于它的另一个‘所是’;而若是如此,这一推进便不会走向无穷”——既然有人本会说这些,他便进而说道:“然而有什么妨碍现在就直接有某些东西是‘所是’呢?”也就是说,有什么妨碍各个事物与其‘所是’不是在经过诸多事物之后才被发现如此,而是直接就是同一的呢?而且,不仅各个事物与其‘所是’是同一的,它们的定义也是同一且为一个的。因为人的定义与作为人的‘所是’的定义并不是相异的而是同一的,而一的定义与其‘所是’的定义也是同一的。因为如果一与其‘所是’是依偶性而同一的,它们的定义就不会是同一的。但既然从所有已被证明的事情中表明它们依其自身是一,它们的定义也是一个。而他在上文中暗指的荒谬推论,现在又重新拾起并更清楚地阐述道:“此外,如果是相异的,就会走向无穷”,也就是说,如果给一的‘所是’起一个名字,就会存在关于该被起之名字的另一个‘所是’。但若是如此,就必然走向无穷;因为“作为一”是一的‘所是’,而一则是以“作为一”为其‘所是’的事物;因此对于“作为一”又将存在另一个‘所是’,而在这些事物上也同样适用相同的论述。在说了这些之后,他最终总结整个论证说道:“因此显然,各个事物与其‘所是’是同一的。”

语法注2 条
  1. 7.16κἂν εἴ τις ἑκάστῳ ὄνομα θεῖτο τῶν τί ἦν εἶναι

    连词 κἂν εἰ(καὶ ἂν εἰ 的缩合)引导让步条件从句(“即使有人……”)。祈愿语气动词 θεῖτο 表示假想/潜在条件,与主句结论 ἄτοπον δ’ ἂν φανείη(ἄν 搭配祈愿语气)相呼应。属格短语 τῶν τί ἦν εἶναι 作部分属格,修饰与格 ἑκάστῳ(“每一个”)。

  2. 7.16ἐπεὶ δέ τις λέγειν ἔμελλεν ... ἐπειδή τις ταῦτα λέγειν ἔμελλεν, ἐπήγαγε

    包含预想反驳的长句复述(破格文法与结构复显)。由 ἐπεὶ δέ τις λέγειν ἔμελλεν(“既然有人本会说……”)引出的原因从句中插入了对手的大段假想反论(ἀλλ’ οὐκ εἰς ἄπειρον ... ἡ πρόοδος),为了恢复被打断的句法结构,作者以 ἐπειδή τις ταῦτα λέγειν ἔμελλεν 重新呼应上文,再引出主句动词 ἐπήγαγε(“进而指出/补充道”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:484.26-485.30