- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:483.20-484.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德关于‘若诸相存在则底层载体将不是实体’的论点,阐明了分离的相与个别实体之间的不相容性,随后解释了在依其自身的本质中事物与其‘所是’是一致的,而在偶性复合中由于含义的双重性,二者仅在某种意义上同一而在另一种意义上并不同一。
" Ἅμα δὲ δῆλον καὶ ὅτι εἴπερ εἰσὶν ἰδέαι οἵας τινές φαμεν, οὐκ ἔσται τὸ ὑποκείμενον οὐσία." Ἐπειδὴ οἱ τὰς ἰδέας εἰσάγοντες αὐτὰς καθ’ αὑτὰς ἔλεγον εἶναι, ὡς πολλάκις εἴρηται, καὶ κυρίως ὄντα καὶ οὐσίας καὶ τῶν τῇδε ἑτέρας (ἔλεγον γὰρ ὅτι ὁ μὲν καθόλου ἄνθρωπος, ὃν ὁ νοῦς ὁ ἡμέτερος ἀπὸ τῶν καθ’ ἕκαστα ἀπεσύλησε καὶ τὸ εἶναι αὐτῷ ἀπεχαρίσατο, ὁμοίωμα τῶν κατὰ μέρος ἀνθρώπων ἐστὶ καὶ ὁ αὐτός ἐστι τοῖς καθ’ ἕκαστα καὶ ἐν ἐπινοίᾳ μόνῃ τὸ εἶναι ἔχει, ὁ δὲ αὐτοάνθρωπος ἡ ἰδέα, ἥτις καθ’ αὑτὴν ἐστι καὶ ἐν ὑπάρξει, οὐκ ἔστιν ὁ αὐτὸς τοῖς καθ’ ἕκαστα ἀνθρώποις)· ἐπειδὴ ταῦτα ἔλεγον, λέγει ὅτι εἴπερ εἰσὶν ἰδέαι, οὐκ ἔστι τὸ ὑποκείμενον οὐσία, τουτέστιν αἱ μερικαὶ καὶ ἄτομοι οὐσίαι οὐκ ἔσονται ὑποκείμεναι αὐταῖς· ἑτέρα γὰρ οὐσία τῇ ἑτέρᾳ καὶ ἀλλοτρία αὐτῆς οὐχ ὑπόκειται.1 ἐπεὶ οὖν αἱ ἰδέαι, ὥς φασι, καθ’ αὑτάς εἰσι, τὰ δὲ καθ’ αὑτὰ ἐξ ἀνάγκης οὐσίαι εἰσί, καὶ αἱ ἰδέαι ἄρα ἐξ ἀνάγκης ἔσονται οὐσίαι καὶ ἕτεραι κατ’ αὐτοὺς τῶν τῇδε. ἀλλ’ εἴπερ εἰσὶν οὐσίαι καὶ ἕτεραι τῶν τῇδε, οὐχ ἕξουσι ταῦτα ὑποκείμενα, οὐδὲ καθ’ ὑποκειμένων αὐτῶν λεχθήσονται. εἰ γὰρ καθ’ ὑποκειμένων αὐτῶν λεχθήσονται, ἔσονται κατὰ μέθεξιν· ἀλλὰ μὴν τὰ κατὰ μέθεξιν ὄντα ἐν τοῖς μετέχουσιν αὐτῶν εἰσιν, ὥσπερ τὸ ζῷον ἐν τῷ Σωκράτει καὶ ἐν ἐμοί· ἔφασκον δὲ οὗτοι μὴ εἶναι τὸν αὐτοάνθρωπον ἐν ἡμῖν, ὥστε οὐκ εἰσὶ κατὰ μέθεξιν. εἰ δὲ μή εἰσιν, οὐδὲ καθ’ ὑποκειμένων τῶν τῇδε λεχθήσονται, οὐδ’ ὅλως τὰ τῇδε ὑποκείσεται αὐταῖς. καὶ τίς ἡ χρεία τῶν ἰδεῶν, εἴπερ καὶ ἕτεραι τῶν τῇδε καὶ οὐδὲ κατηγοροῦνται κατ’ αὐτῶν, οὐδὲ αἴτιαι τοῦ εἶναι τοῖς τῇδέ εἰσι; δέδεικται γὰρ καὶ τοῦτο πολλάκις. ταῦτα εἰπὼν λέγει ἔκ τε δὴ τούτων τῶν λόγων ἓν καὶ ταὐτὸ οὐ κατὰ συμβεβηκὸς αὐτὸ ἕκαστον καὶ τὸ τί ἦν εἶναι, τουτέστιν οὐ κατὰ συμβεβηκός ἐστιν ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτῷ ταὐτὸν ἀλλὰ καθ’ αὐτό. καὶ ὅτι τὸ ἐπίστασθαι ἕκαστον τοῦτό ἐστι τὸ ἐπίστασθαι τὸ τί ἦν εἶναι αὐτοῦ. ὥστε καὶ ἐκ τοῦ λόγου καὶ ἐκ τῆς ἐπαγωγῆς (ταύτην γὰρ ἔκθεσιν εἶπεν)2 ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτῷ ἕν τί εἰσιν. εἰπὼν οὖν περὶ τῶν καθ’ αὑτὸ λεγομένων ὅτι ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτῷ ἕν ἐστι, λέγει περὶ τῶν κατὰ συμβεβηκὸς ὅτι διὰ τὸ διττὸν σημαίνειν3 (τὸ γὰρ μουσικὸν εὐθὺς δηλοῖ τό τε πάθος, αὐτὴν λέγω τὴν ἐν τῇ ψυχῇ τοῦ Σωκράτους μουσικήν, καὶ αὐτὸν τὸν Σωκράτην) οὐκ ἀληθὲς εἰπεῖν ὡς ταὐτόν ἐστι τό τε μουσικὸν καὶ τὸ μουσικῷ εἶναι· συμβαίνει γάρ, εἴ τις τοῦτο λέγει, τὸ μουσικὸν ἤτοι τὸ πάθος ταὐτὸν εἶναι τῷ ἀνθρώπῳ ᾧ συμβέβηκεν. εἰ δὴ τὸ μουσικῷ εἶναι τὸ καθόλου μουσικὸν δηλοῖ ἤτοι τὴν καθόλου μουσικήν, τὸ δὲ μουσικὸν τὸν ἄνθρωπον ᾧ συμβέβηκε τὸ μουσικόν, πῶς ἔσται ταὐτὸν τὸ μουσικὸν καὶ τὸ μουσικῷ εἶναι, ἤτοι ἡ οὐσία καὶ τὸ συμβεβηκός; ὥστε, φησί, τρόπον μέν τινα τὸ λευκὸν ζῷον καὶ τὸ τί ἦν εἶναι τοῦ λευκοῦ ἔσται τὸ αὐτό, τρόπον δέ τινα οὐκ ἔσται. καθ’ αὑτὰ μὲν γὰρ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ οὐκ ἔσται τὸ αὐτό· ᾗ δ’ ἔπαθέ τι ὑπὸ τοῦ λευκοῦ, λέγω δὴ τὸ λευκανθῆναι, ἔσται τὸ αὐτό.
“同时,同样显而易见的是,如果确实存在着如我们中某些人所说的那样的诸相,底层载体将不是实体。” 既然引入诸相的人们主张诸相依其自身而存在,如屡次所说的那样,并且是严格意义上的存在者和实体,且与这边的诸事物相异(因为他们主张,我们的理智从各个个别事物中剥离出来并赋予其存在的那普遍的人,是各个别之人的影像,与各个别事物是同一的,并且仅在思维中具有存在;而“人自身”这一相,它依其自身且在实在中存在,并不与各个别的诸人同一)——既然他们主张这些,他便说如果确实存在诸相,底层载体就不是实体,也就是说,个别的和不可分的实体将不是处于它们底层的载体;因为一个实体并不作为相异且与另一实体无涉之物而处于其底层。因此,既然诸相如他们所说依其自身而存在,而依其自身存在的事物必然是实体,那么诸相依他们而言也必然是实体且与这边的诸事物相异。但如果它们确实是实体且与这边的诸事物相异,它们就不会将这些事物作为底层载体,也不会在作为底层载体的它们〔这些事物〕上被述说。因为如果它们在作为底层载体的它们〔这些事物〕上被述说,它们就将是通过分有而存在的;然而通过分有而存在的事物存在于分有它们的事物之中,正如动物存在于苏格拉底之中以及我之中;但这些人主张“人自身”并不存在于我们之中,因此它们不是通过分有而存在的。而如果它们不是,它们既不会在作为底层载体的这边的诸事物上被述说,这边的诸事物也完全不会处于它们底层。而且,如果诸相既与这边的诸事物相异,又既不对它们作谓述,也不是这边的诸事物存在的原因,那么诸相又有什么用处呢?因为这一点也已经被多次指明了。在说了这些之后,他说:“因此从这些论证来看,各个事物自身与其‘所是’非依偶性而是一且同一”,也就是说,各个事物与其‘所是’不是依偶性而是依其自身是同一的;并且“知道各个事物,就是知道它的‘所是’”。因此,无论从论证还是从归纳(因为他将归纳称为‘举例展示’)来看,各个事物与其‘所是’都是某种单一之物。因此,在就依其自身言说的事物指明了各个事物与其‘所是’是一之后,他针对依偶性的事物说道,由于具有双重含义(因为“音乐的”直接既指明状态,我是说指苏格拉底灵魂中的音乐本身,又指明苏格拉底自身),说“音乐的”与“作为音乐的”是同一的便不是真的;因为如果有人这样说,就会得出“音乐的”即状态与该状态偶性地归属于他的人是同一的这一结论。因此,如果“作为音乐的”指明普遍的音乐事物即普遍的音乐,而“音乐的”指明该音乐事物偶性地归属于他的人,那么音乐的与作为音乐的,即实体与偶性,又怎会是同一的呢?因此他说,在某种方式下,白色的动物与白的‘所是’将是同一的,但在某种方式下将不是同一的。因为依其自身而言,“作为人”与“作为白人”将不是同一的;但就其受到白的某种影响而言,我是说就被变白而言,它将是同一的。
- 7.15οὐκ ἔσονται ὑποκείμεναι αὐταῖς· ἑτέρα γὰρ οὐσία τῇ ἑτέρᾳ καὶ ἀλλοτρία αὐτῆς οὐχ ὑπόκειται
否定词 οὐχ 修饰动词 ὑπόκειται,表示“一个实体不会作为相异之物处于另一实体底层”。与格 τῇ ἑτέρᾳ 作动词 ὑπόκειται 的补足语,καὶ ἀλλοτρία αὐτῆς 与 ἑτέρα 并列作表语性修饰,说明两个实体彼此独立且无涉。
- 7.15ταύτην γὰρ ἔκθεσιν εἶπεν
代词 ταύτην 指代前文的 ἐκ τῆς ἐπαγωγῆς,与 ἔκθεσιν 一同构成动词 εἶπεν 的双宾格结构,意为“因为他将这[归纳]称为‘举例展示’”。
- 7.15διὰ τὸ διττὸν σημαίνειν
介词带冠词不定式短语 διὰ τὸ ... σημαίνειν 表原因,διττόν 作不定式 σημαίνειν 的内宾格或副词性宾格(“具有双重含义”或“作双重指称”)。紧随其后的括号句 τὸ γὰρ μουσικὸν εὐθὺς δηλοῖ τό τε πάθος... καὶ αὐτὸν τὸν Σωκράτην 明确了这一双重指称的具体内容。
