- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:482.15-483.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大指明了如果事物与其‘所是’相异将招致的荒谬推论——即对对象的认识将变得不可能,且诸相的‘所是’甚至将不再是存在者——并确证了亚里士多德的结论:在依其自身言说的首要事物上,每个事物与其‘所是’必然是同一的。
εἰ δὲ ἄλογον καὶ παντελῶς ἀδύνατον τὸ λέγειν ὅτι τὸ γνῶναι ἵππον τὸ γνῶναι ἄνθρωπόν ἐστιν, ἀδύνατον ἄρα καὶ τὸ λέγειν ὅτι τὸ εἰδέναι τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ τὸ εἰδέναι τὸ αὐτοαγαθόν ἐστι. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἰδεῶν ἐροῦμεν. οὐκ ἄρα ἔστιν ἐπιστήμη τῶν ἰδεῶν. εἰ δὲ τοῦτο ἀδύνατον (ἔστι γὰρ ἐπιστήμη αὐτῶν) καὶ ἡ ὑπόθεσις ἐξ ἧς τοῦτο συνέβη ἀδύνατος· αὕτη δὲ ἦν ἡ λέγουσα ὅτι ἕτερόν τί ἐστι τὸ αὐτοαγαθὸν καὶ τὸ τί εἶναι αὐτοῦ. τοῦτο δὲ συμπίπτει ἀναγκαίως καὶ ἐν τοῖς ἐνταῦθα. εἰ γὰρ ἔχομεν ἐπιστήμην ἀνθρώπου, οὐκ ἔστιν ἕτερος ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι ἀλλ’ ὁ αὐτός. εἰ γὰρ μὴ ὁ αὐτός, συμβήσεται μὴ εἶναι ἐπιστήμην αὐτοῦ, ὅπερ ἀδύνατον. τοῦτο δὴ καὶ ἐπὶ ἵππου καὶ βοὸς καὶ τῶν ἄλλων συμβαίνει. οὕτως οὖν συντόμως δείξας ὅτι ἐκ τῆς ὑποθέσεως ταύτης, περὶ ἧς ἐλέγομεν, συμβαίνει μὴ εἶναι ἐπιστήμην τῶν ἰδεῶν, δείκνυσιν ὡς οὐδὲ τὰ τί ἦν εἶναι τῶν ἰδεῶν ὄντα ἔσται, εἴπερ ἕτερά ἐστιν αὐτῶν, λέγων ὥστε εἰ μηδὲ τὸ ἀγαθῷ εἶναι ἀγαθόν, οὐδὲ τὸ ὄντι ὄν, ἴσον λέγων τῷ ὥσπερ ἐκ ταύτης τῆς ὑποθέσεως συμβαίνει1 τὸ αὐτοαγαθῷ εἶναι καὶ τὸ τί ἦν εἶναι τοῦ αὐτοἀγαθοῦ μὴ εἶναι ἀγαθόν, οὕτω καὶ τὸ αὐτοόντι εἶναι, ὅπερ ἐστὶ τὸ τί ἦν εἶναι τοῦ αὐτοόντος, μὴ εἶναι ὄν· ὡσαύτως δὲ καὶ τὸ αὐτοενὶ εἶναι μὴ εἶναι ἕν. πῶς δὲ τοῦτο συμβαίνει, ἔσται δῆλον ὧδε. εἰ γὰρ τὸ ἕτερον τοῦ ἀγαθοῦ οὐκ ἀγαθόν ἐστι καὶ τὸ τοῦ ὄντος μὴ ὂν καὶ τὸ τοῦ ἑνὸς μὴ ἕν, ἔστι δὲ τὸ αὐτοαγαθῷ εἶναι ἕτερον τοῦ αὐτοαγαθοῦ καὶ τὸ αὐτοόντι εἶναι τοῦ αὐτοόντος καὶ τὸ αὐτοενὶ τοῦ αὐτοενός, δῆλον ἄρα ὅτι τὸ ἀγαθῷ εἶναι μὴ ἀγαθόν ἐστι, καὶ τὸ αὐτοόντι εἶναι μὴ ὂν καὶ τὸ αὐτοενὶ μὴ ἕν. ἐπεὶ δὲ ἔμελλέ τις λέγειν ὅτι τὸ μὲν τί ἦν εἶναι τοῦ αὐτοόντος ἕτερον ὂν αὐτοῦ δικαίως συνάγεται μὴ εἶναι ὄν (τὸ γὰρ τοῦ ὄντος ἕτερον μὴ ὄν ἐστι), τὸ δὲ τί ἦν εἶναι τοῦ αὐτοανθρώπου καὶ αὐτοΐππου καὶ τῶν λοιπῶν οὐκ εὔλογον δοκεῖ μὴ ὄντα εἶναι, ἐπειδὴ ταῦτα ἔμελλέ τις λέγειν, ἐπήγαγεν ὁμοίως δὲ πάντα ἐστὶν ἢ οὐδὲν τὰ τί ἦν εἶναι, τουτέστιν ἢ πάντα τὰ τί ἦν εἶναι τῶν ἰδεῶν χρὴ λέγειν ὡς εἰσὶν ἢ οὐδέν. τίς γὰρ ἡ ἀποκλήρωσις τὸ τινὰ μὲν λέγειν εἶναι τινὰ δὲ μή; ὥστε εἴπερ οὐκ ἔστι τὸ τί ἦν εἶναι τοῦ αὐτοόντος, οὐδὲ τῶν λοιπῶν ἔσονται· ὡς γὰρ ἔχει τὸ τί ἦν εἶναι τοῦ αὐτοόντος πρὸς αὐτὸ τὸ αὐτοόν, οὕτω καὶ τὰ τῶν ἄλλων ἰδεῶν τί ἦν εἶναι πρὸς αὐτάς. τὸ δὲ ἔτι ᾧ μὴ ὑπάρχει ἀγαθῷ εἶναι, οὐκ ἀγαθὸν κατασκευαστικόν ἐστι τοῦ μὴ εἶναι τὸ τί ἦν εἶναι τοῦ αὐτοἀγαθοῦ ἀγαθόν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ᾧ τινι πράγματι μὴ ὑπάρχει ἀγαθῷ εἶναι, οὐκ ἀγαθόν ἐστι. τὸ δὲ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ ἕτερον ἦν αὐτοῦ· τὸ δὲ τοῦ ἀγαθοῦ ἕτερον οὐκ ἀγαθόν· τὸ τί ἦν εἶναι ἄρα τοῦ ἀγαθοῦ οὐκ ἀγαθόν. δείξας οὖν ἐπὶ τῶν ἰδεῶν ὅτι ταὐτόν ἐστιν ἑκάστῃ καὶ τὸ τί ἦν εἶναι αὐτῶν, συμπεραίνεται καθόλου ἐπὶ πάντων λέγων ἀνάγκη ἄρα ἓν εἶναι τὸ ἀγαθὸν καὶ ἀγαθῷ εἶναι, καὶ καλὸν καὶ καλῷ εἶναι, καὶ ὅσα μὴ κατ’ ἄλλο λέγεται ἀλλὰ καθ’ αὑτὰ καὶ πρῶτα. κἂν γὰρ μὴ εἴδη ὑπάρχῃ, ὡς δέδεικται πολλάκις, ἵνα ὁ αὐτοάνθρωπος καὶ τὸ αὐτοανθρώπῳ εἶναι ταὐτὸν ᾖ,2 ἀλλ’ οὖν ἡ εἰρημένη ἀπόδειξις ἱκανὴ ἂν ὑπάρχοι εἰς πίστιν τοῦ ταὐτὸν εἶναι ἕκαστον τῶν ἐνταῦθα καὶ τὸ τί ἦν εἶναι αὐτῶν.
但是,如果说知道马就是知道人是不合情理且完全不可能的,那么说知道自善的‘所是’就是知道自善也同样是不可能的。而且在其他诸相上我们也将这样说。因此,对诸相的认识将不存在。而如果这是不可能的(因为对它们的认识是存在的),那么由此得出这一结论的假定也是不可能的;而这一假定就是主张自善与其‘所是’是某种相异之物的假定。而这一点在这一边的诸事物上也必然一致。因为如果我们具有对人的认识,人与“人之为人”就不是相异的,而是同一的。因为如果不是同一的,将得出不存在对它的认识的结论,而这是不可能的。这在马、牛以及其余事物上也确实同样成立。因此,在如此简要地指明了从我们所谈论的这一假定中会得出不存在对诸相的认识之后,他指明了如果它们确实与诸相相异,诸相的‘所是’也将不是存在者,他说:“因此如果甚至‘作为善’都不是善,‘作为存在’也不是存在者”,他在说这句话时,等同于在说:正如从这一假定中得出“作为自善”以及自善的‘所是’并不是善,同样地,“作为存在自身”即存在自身的‘所是’也不是存在者;同样地,“作为一自身”也不是一。而这如何得出,在下文中将是明晰的。因为如果与善相异之物不是善,与存在相异之物不是存在者,与一相异之物不是一,并且“作为自善”与自善是相异的,“作为存在自身”与存在自身是相异的,“作为一自身”与一自身是相异的,那么显而易见,“作为善”就不是善,“作为存在自身”不是存在者,“作为一自身”不是一。而且,既然有人可能会说,一方面,存在自身的‘所是’既然与它是相异的,就被合理地推导出不是存在者(因为与存在相异之物不是存在者),另一方面,“人自身”、“马自身”以及其余诸相的‘所是’不是存在者似乎并不合情理——既然有人可能会说这些话,他便补充道:“同样地,诸‘所是’要么全都是,要么全都不是”,也就是说,要么必须说诸相的所有‘所是’全都是,要么必须说全都不是。因为主张某些存在而某些不存在,会是何种武断的划分呢?因此,如果存在自身的‘所是’确实不存在,其余诸相的[‘所是’]也将不存在;因为存在自身的‘所是’相对于存在自身所具有的关系如何,其他诸相的‘所是’相对于它们所具有的关系也同样如此。而“此外,凡不具有‘作为善’的事物,便不是善”这一句,是对自善的‘所是’不是善这一点的确证。而他所说的意思是这样的:凡是不内在地具有“作为善”的事物,都不是善。但自善的‘所是’原先与它是相异的;而与善相异之物不是善;因此善的‘所是’不是善。因此,在诸相上指明了每一个相与其‘所是’是同一的之后,他针对所有事物普遍地作结道:“因此,善与‘作为善’,美与‘作为美’,以及所有不依凭他者而言说而是依其自身且首要地言说的事物,必然是一。”因为即使如屡次被指明的那样,形式并不存在以便使“人自身”与“作为人自身”成为同一的,但无论如何,所陈述的这一论证对于确信这边的各个事物与其‘所是’是同一的而言,都是充分的。
- 7.14ἴσον λέγων τῷ ὥσπερ ἐκ ταύτης τῆς ὑποθέσεως συμβαίνει
ἴσον λέγων τῷ 之后的从句(由 ὥσπερ... 引出)由与格定冠词 τῷ 名词化,构成了意为“在说……时等同于在说……”的常见注解句型。亚历山大在此详细展开了亚里士多德紧缩条件句的完整逻辑涵义。
- 7.14κἂν γὰρ μὴ εἴδη ὑπάρχῃ, ὡς δέδεικται πολλάκις, ἵνα ὁ αὐτοάνθρωπος καὶ τὸ αὐτοανθρώπῳ εἶναι ταὐτὸν ᾖ
在由 κἂν (καὶ ἐάν) 引导的让步从句中,嵌入了由 ἵνα 引导的表示目的/结果的从句(“即使形式并不存在以便使‘人自身’与‘作为人自身’成为同一的”),用以指涉柏拉图主义者设立诸相的意图。其后的主句(ἀλλ’ οὖν ἡ εἰρημένη ἀπόδειξις ἱκανὴ ἂν ὑπάρχοι...)表明,即使否定了相论,该论证对这边的个别事物而言依然完全成立。
