- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:481.1-482.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德在《形而上学》Z卷第6章中以柏拉图的相论为例探讨依其自身言说的事物与其“所是”是否同一的过程。他指出了若假设二者彼此脱离,将导致对相的认识变得不可能等荒谬后果。
εἰπὼν δὲ ὅτι ἐπὶ τῶν κατὰ συμβεβηκὸς λεγομένων δόξειεν ἕτερον εἶναι ἕκαστον καὶ τὸ τί ἦν εἶναι (οὐδὲ γάρ ἐστι κυρίως ἐπὶ τῶν κατὰ συμβεβηκὸς τὸ τί ἦν εἶναι), καὶ δείξας τοῦτο διὰ τοῦ δεῖξαι ὅτι ἕτερός ἐστιν ὁ ἄνθρωπος καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι, λέγει ὅτι ἐπὶ τῶν καθ’ αὑτὸ λεγομένων ἆρα τὸ αὐτό ἐστιν ἕκαστον καὶ τὸ τί ἦν εἶναι, ἢ οὔ; καὶ ἐρωτήσας καὶ δεικνύναι τοῦτο μέλλων, λέγω δὴ τὸ ταὐτὸν εἶναι ἕκαστον καὶ τὸ τί ἦν εἶναι, λέγει ὅτι γενέσθω ὁ λόγος ἐπὶ τῶν ἰδεῶν· καὶ εἰ μὲν ἐκεῖσε φανείη ὁ αὐτοάνθρωπος καὶ τὸ αὐτοανθρώπῳ εἶναι τὸ αὐτὸ καὶ τὸ αὐτοαγαθὸν καὶ τὸ αὐτοαγαθῷ εἶναι, ἔσται καὶ ἐνταῦθα ὁ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι τὸ αὐτὸ καὶ τὸ ἀγαθὸν καὶ τὸ ἀγαθῷ εἶναι, εἰ δὲ ἐκεῖσε ἕτερα, καὶ ἐνταῦθα· καὶ ὅλως ὡς ἂν ἐκεῖσε εὑρεθῶσιν ἔχοντα τὰ εἴδη, οὕτω καὶ τὰ τῇδε ἕξει. εἴ τινες οὖν, φησίν, εἰσὶν οὐσίαι αὐταὶ καθ’ αὑτὰς κεχωρισμέναι, ὡς ὁ Πλάτων ἔλεγεν, ὧν οὐσιῶν μή εἰσιν ἕτεραι οὐσίαι μηδὲ φύσεις πρότεραι (τῶν γὰρ ἰδεῶν φύσεις ἄλλας τινὰς καὶ προτέρας οὐκ ἔλεγον οἱ ταύτας τιθέμενοι), εἰ δή εἰσιν οὐσίαι καθ’ αὑτάς, οἵας φασὶ τὰς ἰδέας τινὲς εἶναι, ἆρα ἕτερόν ἐστιν αὐτὸ τὸ ἀγαθόν, τουτέστι τὸ αὐτοαγαθόν, καὶ τὸ ἀγαθῷ εἶναι ἤτοι τὸ αὐτοαγαθῷ εἶναι, ἢ οὔ; καὶ φησὶν ὅτι εἰ ἕτερόν ἐστι τὸ αὐτοζῷον καὶ τὸ αὐτοζῴῳ εἶναι, καὶ αὖ τὸ αὐτοαγαθὸν καὶ τὸ αὐτοαγαθῷ εἶναι, καὶ τὸ αὐτοὸν καὶ τὸ αὐτοόντι εἶναι, ἔσονται ἄλλαι οὐσίαι καὶ φύσεις καὶ ἰδέαι παρὰ τὰς λεγομένας καὶ πρότεραι, καὶ μάλιστα ἐκεῖναι οὐσίαι· εἰ γὰρ οὐσία μάλιστα ἐστι τὸ τί ἦν εἶναι, τὸ δὲ τί ἦν εἶναι τὸ ἀνθρώπῳ εἶναί ἐστιν, οὐσία μάλιστά ἐστι τὸ ἀνθρώπῳ εἶναι· εἰ δὲ τοῦτο, καὶ τοῦ αὐτοανθρώπου μάλιστα ἔσται οὐσία τὸ αὐτοανθρώπῳ εἶναι, ὅπερ, λέγω δὴ τὸ αὐτοανθρώπῳ εἶναι, ἐστὶν οὐσία τοῦ αὐτοανθρώπου καὶ τὸ τί ἦν εἶναι αὐτοῦ. τοῦτο δ’ οὐ δοκεῖ τοῖς τὰς ἰδέας πρεσβεύουσι τὸ προτέρας εἶναι οὐσίας τινὰς τῶν οὐσιῶν ἤτοι τῶν ἰδεῶν.1 καὶ εἰ μέν εἰσιν ἀπολελυμέναι ἀλλήλων, τῶν μέν, ἤτοι τοῦ αὐτοανθρώπου καὶ τοῦ αὐτοΐππου καὶ τῶν ἄλλων ἰδεῶν, οὐκ ἔσται ἐπιστήμη, τὰ δέ, τουτέστι τὸ αὐτοανθρώπῳ εἶναι καὶ τὸ αὐτοΐππῳ εἶναι καὶ ἁπλῶς τὰ τί ἦν εἶναι τῶν ἰδεῶν, οὐκ ἔσται ὄντα.2 πρὸ δὲ τοῦ δεῖξαι τοῦτο ἑρμηνεύων τὸ τί ἐστι τὸ ἀπολελυμέναι ἐπήγαγε λέγω δὲ τὸ ἀπολελύσθαι εἰ μήτε τῷ ἀγαθῷ αὐτῷ ὑπάρχει τὸ εἶναι ἀγαθῷ μήτε τούτῳ τὸ εἶναι ἀγαθόν,3 διὰ μὲν τοῦ ἀγαθῷ αὐτῷ δηλώσας τὸ αὐτοαγαθόν, διὰ δὲ τοῦ τὸ εἶναι ἀγαθῷ τὸ αὐτοαγαθῷ εἶναι, τουτέστι τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ. ἀπολελύσθαι οὖν, φησί, λέγεται, εἰ μήτε τῷ ἀγαθῷ αὐτῷ ὑπάρχει τὸ εἶναι ἀγαθῷ, τουτέστιν εἰ μὴ τῷ αὐτοαγαθῷ ὑπάρχει τὸ εἶναι ταὐτὸν τῷ αὐτοαγαθῷ εἶναι, μήτε ἐν τούτῳ τῷ αὐτοαγαθῷ ἐνυπάρχει τὸ αὐτοαγαθῷ εἶναι, ἀλλὰ κεχωρισμένον ἐστὶν αὐτοῦ καὶ ἄλλης φύσεως. ἐκ μὲν οὖν τοῦ λέγειν ἕτερον τὸ αὐτοαγαθὸν τοῦ αὐτοαγαθῷ εἶναι συνάγεται τὸ μὴ εἶναι ταὐτὸν τὸ αὐτοαγαθὸν ἐκείνῳ ἤτοι τῷ ἀγαθῷ εἶναι (τοῦτο δ’ ἐστὶ τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ)· ἐκ δὲ τοῦ ἀπολελυμένα καὶ κεχωρισμένα αὐτὰ λέγειν ἀπ’ ἀλλήλων, συμβαίνει τὸ αὐτοαγαθῷ εἶναι, ὅπερ ἐστὶ τὸ τί ἦν εἶναι, μὴ εἶναι ἐν τῷ αὐτοαγαθῷ· ὅπερ ἀδύνατον. οὕτως οὖν διὰ μέσου εἰπὼν τί βούλεται αὐτῷ σημαίνειν τὸ ἀπολελυμέναι, δείκνυσιν ὅπως, εἴπερ εἰσὶν ἀπολελυμέναι, οὐκ ἔσται τῶν ἰδεῶν ἐπιστήμη, λέγων ἐπιστήμη γὰρ ἑκάστου ἐστὶν ὅταν τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν αὐτοῦ γνῶμεν· εἰ δὲ τοῦ αὐτοαγαθοῦ τὸ τί ἦν εἶναι καὶ ἡ οὐσία ἕτερον αὐτοῦ ἐστι, τὸ λέγειν ὅτι τὸ γνῶναι τὸ τί ἦν εἶναι τοῦ αὐτοαγαθοῦ τὸ γνῶναι τὸ αὐτοαγαθόν ἐστιν, ὅμοιόν ἐστι τῷ λέγειν ὅτι τὸ γνῶναι τί ἐστιν ἵππος τὸ γνῶναί ἐστι τί ἐστιν ἄνθρωπος· ὡς γὰρ ἡ φύσις ἡ τοῦ ἀνθρώπου ἑτέρα ἐστὶ τῆς τοῦ ἵππου, οὕτως ὑπόκειται καὶ τὸ αὐτοαγαθὸν καὶ τὸ τί ἦν εἶναι αὐτοῦ ἕτερα εἶναι.
在说明了在依偶性言说的事物上,每个事物与其‘所是’似乎可能是相异的(因为在偶性事物上严格来说并不存在‘所是’),并通过指明人与“作为白人”是相异的来表明了这一点之后,他问道:在依其自身言说的事物上,每个事物与其‘所是’究竟是同一的,还是不是?在提出了这个问题并且打算证明这一点——我的意思是证明每个事物与其‘所是’是同一的——之后,他说:让讨论就相论而言展开吧。如果在那边“人自身”与“作为人自身”显明为是同一的,且“善自身”与“作为善自身”是同一的,那么在这一边人与“人之为人”也将是同一的,且善与“作为善”也将是同一的;而如果在那边它们是相异的,在这一边[也同样如此];并且总括来说,无论在那边诸形式被发现处于何种状态,这边的诸事物也将同样如此。他说,因此,如果存在某种依其自身分离的实体,正如柏拉图所说的那样,并且先于这些实体并不存在其他实体或本性(因为确立相论的人并没有主张存在先于诸相的其他某种本性)——如果确实存在依其自身的实体,正如某些人声称诸相是的那样——那么善自身(即自善)与“作为善”(也就是“作为自善”)究竟是相异的,还是不是?他说,如果“动物自身”与“作为动物自身”是相异的,且再次地,“善自身”与“作为善自身”以及“存在自身”与“作为存在自身”也是相异的,那么除了被提及的那些实体、本性与相之外,还将存在其他先于它们的实体、本性与相,并且那些才最首要地是实体。因为如果‘所是’最首要地是实体,而‘所是’就是“人之为人”,那么“人之为人”就最首要地是实体;如果这是这样,那么对于“人自身”而言,“作为人自身”也将最首要地是实体,而这本身——我正是指“作为人自身” ——就是“人自身”的实体及其‘所是’。但是,这——即存在某些先于诸实体即诸相的实体——在崇奉相论的人看来是不可接受的。而且如果一方面它们彼此脱离,那么对于前者,即“人自身”、“马自身”以及其他诸相而言,将不存在认识;而后者,即“作为人自身”、“作为马自身”以及简言之诸相的‘所是’,将不是存在者。 而在证明这一点之前,为了阐释“脱离”是什么意思,他补充道:“而我所谓的‘被脱离’,是指既非‘作为善’属于善自身,亦非属于此者的是‘作为善’”,他借“善自身”表明了自善,而借“作为善”表明了“作为自善”,即自善的‘所是’。因此他说,所谓脱离是指,如果既非“作为善”属于善自身——也就是说,如果属于自善的不是与“作为自善”同一——在这一自善之中也并不内在地具有“作为自善”,而是与其相分离且属于另一本性。因此,从主张自善与“作为自善”相异,推导出的结论是自善并不与那者即“作为善”(而这就是自善的‘所是’)同一;而从主张它们彼此脱离且分离,得出的推论则是作为‘所是’的“作为自善”并不存在于自善之中;而这是不可能的。因此,在插叙中说明了“脱离”对他而言意谓着什么之后,他指明了如果它们确实是脱离的,为何将不存在对诸相的认识,他说:“因为对各个事物的认识是在我们知道了它的‘所是’和实体的时候”;如果自善的‘所是’和实体与它自身是相异的,那么主张知道了自善的‘所是’就是知道了自善,就等同于主张知道了马是什么就是知道了人是什么;因为正如人的本性与马的本性是相异的,同样被设定的也是自善与其‘所是’是相异的。
- 7.14τοῦτο δ’ οὐ δοκεῖ τοῖς τὰς ἰδέας πρεσβεύουσι τὸ προτέρας εἶναι οὐσίας τινὰς τῶν οὐσιῶν ἤτοι τῶν ἰδεῶν
指示代词 τοῦτο 的具体内容由后置的带冠词不定式短语 τὸ προτέρας εἶναι οὐσίας τινὰς τῶν οὐσιῶν ἤτοι τῶν ἰδεῶν 作为同位语加以说明。动词 δοκεῖ 采取支配与格(τοῖς ... πρεσβεύουσι)的无人称用法。
- 7.14τῶν μέν, ἤτοι τοῦ αὐτοανθρώπου καὶ τοῦ αὐτοΐππου καὶ τῶν ἄλλων ἰδεῶν, οὐκ ἔσται ἐπιστήμη, τὰ δέ, τουτέστι τὸ αὐτοανθρώπῳ εἶναι καὶ τὸ αὐτοΐππῳ εἶναι καὶ ἁπλῶς τὰ τί ἦν εἶναι τῶν ἰδεῶν, οὐκ ἔσται ὄντα
在相关结构 τῶν μέν ... τὰ δέ 中,前者是由 ἐπιστήμη 支配的宾格性属格(关于“人自身”等的认识),后者则是作为 οὐκ ἔσται ὄντα 的主语的中性复数主格(“作为人自身”等本体所是)。
- 7.14λέγω δὲ τὸ ἀπολελύσθαι εἰ μήτε τῷ ἀγαθῷ αὐτῷ ὑπάρχει τὸ εἶναι ἀγαθῷ μήτε τούτῳ τὸ εἶναι ἀγαθόν
引自亚里士多德《形而上学》1031a32–33。句式 λέγω δὲ τὸ ἀπολελύσθαι(“而我所谓‘被脱离’是指如果……”)用于给出定义说明,εἰ 引导的从句表明具体条件。后半句 μήτε τούτῳ τὸ εἶναι ἀγαθόν 中,不定式短语 τὸ εἶναι ἀγαθόν 充当承前省略动词 ὑπάρχει 的主语,τούτῳ 为与格。
