← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§479.29-481.1

事物与其所是的同一与相异

基于亚里士多德《形而上学》卷Z第6章开头,考察事物与其“所是”是同一的还是相异的。亚历山大解释了依其自身的存在者与其“所是”同一,而偶性事物则不然,并通过在亚里士多德文本中补足省略的成分,驳斥了企图将二者等同的三段论推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.14#1

" Πότερον δὲ ταὐτόν ἐστιν ἢ ἕτερον τὸ τί ἦν εἶναι καὶ ἕκαστον, σκεπτέον." Εἰπὼν τί ποτέ ἐστι τὸ τί ἦν εἶναι καὶ τίς ὁ λόγος αὐτοῦ, καὶ ζητήσας εἰ ἐνδέχεται τί ἦν εἶναι καὶ ὁρισμοὺς τῶν συμβεβηκότων εἶναι, καὶ εἰπὼν ὅτι κυρίως τὸ τί ἦν εἶναι καὶ οἱ ὁρισμοὶ τῶν οὐσιῶν εἰσι, πῶς δὲ καὶ τῶν ἄλλων, νῦν ζητεῖ ἆρά γε ἕκαστον ταὐτόν ἐστι καὶ τὸ τί ἦν εἶναι αὐτοῦ ἢ ἕτερον· πρὸς γὰρ τὴν τῆς οὐσίας καὶ τοῦ εἴδους σκέψιν πολυωφελές ἐστι. καὶ εἰπὼν λέγει ὅτι ταὐτόν ἐστιν ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστου· ἕκαστον γὰρ οὐκ ἄλλο ἐστὶ τῆς αὑτοῦ οὐσίας· τὸ δὲ τί ἦν εἶναι οὐσία ἐστίν· ἕκαστον ἄρα οὐκ ἄλλο ἐστὶ τοῦ τί ἦν εἶναι αὐτοῦ, ἀλλὰ ταὐτόν. ἐπὶ μὲν οὖν τῶν καθ’ αὑτὸ λεγομένων ταὐτὸν ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτοῦ, οἷον ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι. ἐπὶ δὲ τῶν κατὰ συμβεβηκός, φησί, δόξειεν ἂν ἕτερον εἶναι, οἷον ὁ λευκὸς ἄνθρωπος καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι ἕτερον. εἰ γάρ ἐστιν ὁ λευκὸς ἄνθρωπος καὶ τὸ λευκῷ ἀνθρώπῳ τὸ αὐτό, καὶ τὸ ἀνθρώπῳ χωρὶς καὶ τὸ λευκῷ ἀνθρώπῳ ἔσται τὸ αὐτό, ὅπερ ἄτοπον· τὸ γὰρ ἀνθρώπῳ εἶναι τὸ τί ἦν εἶναί ἐστι καὶ ἡ οὐσία, τὸ δὲ λευκῷ ἀνθρώπῳ συμβεβηκός· συνέβη γὰρ τῷ ἀνθρώπῳ τὸ λευκῷ ἀνθρώπῳ εἶναι. ἐπεὶ δέ τινες τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι ταὐτὸν ἔλεγον, τίθησι τὸν λόγον δι’ οὗ τοῦτο κατεσκεύαζον καὶ οὕτως ἐλέγχει αὐτόν. φησὶ γὰρ ὅτι οἱ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι ταὐτὸν εἶναι βουλόμενοι, τοῦτο κατασκευάζοντές φασιν ὅτι ὁ ἄνθρωπος καὶ ὁ λευκὸς ἄνθρωπος τὸ αὐτό, οἷον ὁ Σωκράτης καὶ ὁ λευκὸς Σωκράτης ὁ αὐτός· εἰ δὲ ὁ ἄνθρωπος καὶ ὁ λευκὸς ἄνθρωπος ὁ αὐτός, καὶ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ εἶναι ταὐτόν ἐστιν. ἔστι δ’ ὁ συλλογισμός, δι’ οὗ τοῦτο συνῆγον, ἐν τρίτῳ σχήματι οὕτως· ὁ ἄνθρωπος καὶ ὁ λευκὸς ἄνθρωπος τὸ αὐτό, ὁ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι τὸ αὐτό· ὁ λευκὸς ἄρα ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι τὸ αὐτό. οὕτω θεὶς τὸν λόγον τῶν τοῦτο βουλομένων λύει αὐτὸν λέγων ἢ οὐκ ἀνάγκη, ὅσα κατὰ συμβεβηκός, εἶναι τὰ αὐτά. οὐ γὰρ ὡσαύτως τὰ ἄκρα γίγνεται τὰ αὐτά.1 ἐλλιπῶς δὲ ἡρμήνευται τὸ λεγόμενον· δεῖ δὲ προσυπακούειν τὸ τοῖς καθ’ αὑτὸ οὖσιν,2 ἵνα ᾖ τὸ πᾶν τοιοῦτον ‘οὐ γὰρ ἀνάγκη, ὅσα κατὰ συμβεβηκός εἰσι, τὰ αὐτὰ εἶναι τοῖς καθ’ αὑτὰ οὖσι’. καὶ εἴη ἂν διὰ τούτου λέγων ὅτι ὁ μὲν ἄνθρωπος καθ’ αὑτό ἐστι ταὐτὸν τῷ ἀνθρώπῳ εἶναι, τῷ δὲ λευκῷ ἀνθρώπῳ κατὰ συμβεβηκός. τὸ δὲ κατὰ συμβεβηκὸς ὂν οὐκ ἂν εἴη ταὐτὸν τῷ καθ’ αὑτὸ ὄντι· οὐ γὰρ κατὰ πάντα τρόπον τὰ ἄκρα (ἄκρα λέγων τοὺς κατηγορουμένους ὅρους) γίνεται ταὐτά, ἀλλ’ ὅταν μὲν καθ’ αὑτὸ ἀμφότεροι οἱ ἄκροι κατηγορῶνται τοῦ ὑποκειμένου, τότε γίνονται οἱ αὐτοί, ὅταν δ’ ὁ μὲν καθ’ αὑτὸ ὁ δὲ κατὰ συμβεβηκός, οὐ γίνονται· οὕτω γὰρ συμβήσεται τὸ χρῶμα εἶναι ἄνθρωπον, οἷον ὁ Σωκράτης λευκός, ὁ Σωκράτης ἄνθρωπος, τὸ λευκὸν ἄρα ἄνθρωπος, ὅπερ ἀδύνατον. ἀλλὰ τὸ μὲν ἀνθρώπῳ εἶναι καὶ λευκῷ ἀνθρώπῳ εἶναι οὐκ ἔστι τὸ αὐτό, δι’ ἃς εἴπομεν αἰτίας· ἴσως δέ, φησίν, ἐκεῖνα τὰ ἄκρα δόξειεν ἂν εἶναι τὰ αὐτά, οἷον τὸ λευκῷ εἶναι καὶ τὸ μουσικῷ· κατὰ συμβεβηκὸς γὰρ ἄμφω τῷ ἀνθρώπῳ ὑπάρχει. ἀλλ’ οὐδὲ τοῦτο, φησί, δοκεῖ. εἰ δὲ τὸ λευκῷ εἶναι καὶ τὸ μουσικῷ εἶναι οὐ δοκεῖ τὸ αὐτὸ εἶναι (ἄλλης γὰρ φύσεως τὸ μουσικὸν καὶ ἄλλης τὸ λευκόν), πολλῷ μᾶλλον οὐκ ἔσται τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ λευκῷ ἀνθρώπῳ τὸ αὐτό.

“必须考察‘所是’与各个事物究竟是同一的还是相异的。” 在说明了‘所是’究竟是什么以及它的定义说明是什么,并探讨了偶性是否存在‘所是’和定义是可能的,并且说明了严格意义上‘所是’与定义属于实体,但以何种方式也属于其他事物之后,他现在探讨每个事物与其‘所是’究竟是同一的还是相异的;因为这对于实体和形式的考察是极有裨益的。在作了这番说明之后他说,每个事物与其‘所是’是同一的;因为每个事物与其自身的实体并无不同,而‘所是’就是实体;因此,每个事物与其‘所是’并无不同,而是同一的。那么,在依其自身言说的事物上,每个事物与其‘所是’是同一的,例如人与“人之为人”。他说,但在偶性事物上,它们似乎可能是相异的,例如白人与“作为白人”是相异的。因为如果白人与“作为白人”是同一的,那么单独的“人之为人”与“作为白人”也将是同一的,而这是荒谬的;因为“人之为人”是‘所是’与实体,而“作为白人”则是偶性;因为“作为白人”是偶属于人的。但是,既然有人主张“人之为人”与“作为白人”是同一的,他就列出了他们赖以确立这一点的论据,并以此驳斥它。因为他说,那些企图使“人之为人”与“作为白人”成为同一的人,在确立这一点时说,人与白人是同一的,正如苏格拉底与白苏格拉底是同一的;而如果人与白人是同一的,“人之为人”与“作为白人”也就是同一的。他们借以推导出这一点的三段论在第三格中如下:“人与白人是同一的;人与‘人之为人’是同一的;因此,白人与‘人之为人’是同一的。”在这样列出了主张此论者的论据之后,他通过说“或者并不必然所有偶性的事物都是同一的;因为两极端并非以同样的方式成为同一”来消解它。然而,所言说的话是以省略的方式表达的;必须在心中补足“与依其自身存在的事物”,以使整个句子成为这样:“因为偶性的事物并不必然与依其自身存在的事物是同一的。”而通过这一点他所说的意思是,人依其自身与“人之为人”是同一的,但与白人则是偶性地[同一的]。而偶性地存在的事物不可能与依其自身存在的事物是同一的;因为两极端(他所谓两极端是指被述谓的项)并非在一切方式下都成为同一的,而是当两个极端都依其自身述谓底层基质时,那时它们成为同一的,但当一者依其自身而另一者偶性地被述谓时,它们则不成为同一的;因为这样一来就会导致颜色是人,例如:苏格拉底是白的,苏格拉底是人,因此白是人,而这是不可能的。然而,由于我们所说的原因,“人之为人”与“作为白人”并不是同一的。但是他说,也许那些极端似乎可能是同一的,例如“作为白”与“作为懂音律”;因为二者都是偶性地属于人的。但是他说,甚至这一点似乎也是不成立的。如果“作为白”与“作为懂音律”看起来不是同一的(因为懂音律的是一种本性,而白的是另一种本性),那么更进一步,“人之为人”与“作为白人”就决不可能是同一的。

语法注2 条
  1. 7.14οὐ γὰρ ὡσαύτως τὰ ἄκρα γίγνεται τὰ αὐτά

    引用并阐述亚里士多德的原话。τὰ ἄκρα 指三段论中的“两极端”(大项与小项),在此被解释为被述谓的两个项(κατηγορούμενοι ὅροι)。中性复数主语 τὰ ἄκρα 与单数动词 γίγνεται 构成标准的希腊语语法一致现象。

  2. 7.14δεῖ δὲ προσυπακούειν τὸ τοῖς καθ’ αὑτὸ οὖσιν

    与格短语 τοῖς καθ’ αὑτὸ οὖσιν 前冠以中性单数宾格定冠词 τὸ,作为不定词 προσυπακούειν(在心中补足、隐含地理解)的直接宾语。亚历山大指出,亚里士多德的原文 ἢ οὐκ ἀνάγκη, ὅσα κατὰ συμβεβηκός, εἶναι τὰ αὐτά 语带省略(ἐλλιπῶς),必须从上下文中补足表示比较或同一对象的与格短语“与依其自身存在的事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:479.29-481.1