← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§478.25-479.28

严格定义的实体限定与其他范畴的定义

基于亚里士多德《形而上学》1031a1,亚历山大论证了严格意义上的定义与本质仅属于实体,而在其他范畴如偶性或属性中,定义不可避免地涉及底层基质的附加与重复,因而只能在派生或多重意义上成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.13

" Δῆλον τοίνυν ὅτι μόνης τῆς οὐσίας ἐστὶν ὁ ὁρισμός." Τῶν γὰρ ἄλλων εἰ λέγει τις εἶναι ὁρισμούς, ἀνάγκη ἐκ προσθέσεως εἶναι· τὸ δὲ ἐκ προσθέσεως λέγω ἐν οἷς συμβαίνει δὶς τὸ αὐτὸ λέγειν. εἴ τις οὖν τῶν ἄλλων κατηγοριῶν, ἤτοι τοῦ ποσοῦ καὶ τοῦ λευκοῦ καὶ τοῦ περιττοῦ καὶ τοῦ θήλεος καὶ τῶν τοιούτων, ὁρισμοὺς εἶναι λέγει, ἀνάγκη δὶς τὸ ὑποκείμενον λαμβάνειν, ὥσπερ εἴρηται ἐπὶ τοῦ σιμοῦ. εἰ γάρ τις τὸ θῆλυ ὁρίσασθαι βουληθῇ, ἀνάγκη τὸ ζῷον δὶς παραλήψεσθαι· εἰ γὰρ θῆλυ λέγων ζῷον λέγω, εἴπερ ὁρίζομαι τὸ θῆλυ, ἀνάγκη λέγειν ὅτι θῆλύ ἐστι ζῷον ζῷον ἐν ᾧ πέφυκεν ἄλλο γεννᾶν. ὁμοίως καὶ περιττὸν λέγων ἀριθμὸν λέγω, ὥστε εἴπερ ὁρίζομαι τὸ περιττόν, ἀνάγκη λέγειν ὅτι περιττόν ἐστιν ἀριθμὸς ἀριθμὸς μὴ δυνάμενος εἰς δύο ἴσα διαιρεθῆναι. ὥστε εἴπερ τοῦ περιττοῦ ἢ τοῦ θήλεος οὐκ ἔστιν ὁρισμός, οὐδὲ τῶν συνδυαζομένων ἔσται, οἷον ἀριθμοῦ περιττοῦ ἢ θήλεος ζῴου. ἐπειδὴ δ’ ἔμελλέ τις λέγειν ὅτι πῶς σὺ φής,1 Ἀριστότελες, ὅτι τὰ πάθη ἄνευ τῶν πραγμάτων οὐ λέγεται, καὶ ἐπὶ τούτῳ ἀναγκαζόμεθα ταῦτα ὁριζόμενοι δὶς λέγειν τὸ ὑποκείμενον αὐτοῖς; τὸ γὰρ περιττὸν ὁρίσαιμι ἂν ἄνευ τοῦ ὑποκειμένου· εἴποιμι γὰρ ὅτι περιττόν ἐστι τὸ μὴ δυνάμενον εἰς δύο ἴσα διαιρεθῆναι, μὴ προσλαβὼν τὸν ἀριθμόν· ἐκδηλότερόν γε μὴν ἐπὶ τοῦ λευκοῦ τοῦτό ἐστιν· λέγομεν γὰρ ὅτι λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως, ὅλως ὑποκειμένου μνείαν μὴ ποιησάμενοι· πρὸς δὴ ταύτην τὴν ἔνστασιν ἀπαντῶν λέγει ἀλλὰ λανθάνει ὅτι οὐκ ἀκριβῶς λέγονται οἱ λόγοι, τουτέστι λανθάνει ὅτι ἄνευ τοῦ ὑποκειμένου τούτοις γίνονται οἱ ὁρισμοὶ τούτων διὰ τὸ μὴ ἀκριβῶς ἀποδίδοσθαι τοὺς ὁρισμοὺς αὐτῶν. εἰ δέ τις ἀκριβολογοίη, εὑρήσει ὡς ἀδύνατόν ἐστι χωρὶς τοῦ ὑποκειμένου ὁρισθῆναί τι τούτων. καὶ ἐγὼ μέν, φησίν, ὁρισμοὺς εἶναι τούτων ὅλως οὐκ ἀρέσκομαι.2 εἰ δέ τις καὶ τούτων εἶναι λέγει ὁρισμούς, ἢ ἄλλον τρόπον εἰσίν, ἢ καθάπερ πολλαχῶς ἐλέχθη λεκτέον εἶναι τὸν ὁρισμὸν καὶ τὸ τί ἦν εἶναι τούτων, ὅτι ὡδὶ μὲν καὶ κυρίως οὐδενός ἐστι τούτων ὁρισμὸς οὐδὲ τὸ τί ἦν εἶναι καὶ φύσις καθ’ αὑτὴν δυναμένη εἶναι οὐδενὶ ὑπάρξει αὐτῶν, τρόπον δέ τινα ἔσται. ταῦτα εἰπὼν συμπεραίνεται καί φησιν ὅτι μὲν οὖν ὁ λόγος τοῦ τί ἦν εἶναι ὁρισμός ἐστι (λόγον λέγων, ὡς πολλάκις εἴρηται, τὴν ἀνάπλωσιν καὶ ἀπαρίθμησιν τῶν εἰς σύστασιν τῶν ὁριστῶν παραλαμβανομένων, τί ἦν εἶναι δὲ τὴν συνεπτυγμένως καὶ ἅμα καθ’ ἑαυτὴν οὖσαν νοουμένην φύσιν καὶ κατεσπαρμένην ἐν τοῖς ἀτόμοις, ἧς φύσεως δηλωτικός ἐστιν ὁ ὁρισμός), ὅτι μὲν οὖν ὁ λόγος ὁρισμός ἐστι τοῦ τί ἦν εἶναι καὶ τὸ τί ἦν εἶναι ἢ μόνον τῶν οὐσιῶν ἐστιν ἢ μάλιστα καὶ πρώτως καὶ ἁπλῶς, δῆλον.3

“因此显而易见,定义仅属于实体。” 因为如果有人说其他事物也有定义,那么必然是通过附加的;而所谓通过附加,我是指在其中发生两次言说同一事物的情况。因此,如果有人说其他范畴,即数量、白、奇数、雌性以及此类事物的定义存在,就必然两次采用底层基质,正如在鼻凹的事例中所说的那样。因为如果有人想要定义雌性,就必然两次引入动物;因为如果我在说“雌性”时就是在说“动物”,那么如果我定义雌性,就必然要说雌性是“其中生来便能生成另一者的动物动物”。同样,在说“奇数”时我就是在说“数”,以至于如果我定义奇数,就必然要说奇数是“不能被分成两个相等部分的数数”。因此,如果奇数或雌性没有定义,被结合的事物也不会有定义,例如奇数之数或雌性动物。但是,既然有人本来打算说:“亚里士多德,你怎能说受动脱离事物便无法被言说,并且因此我们在定义它们时被迫两次言说它们的底层基质呢?因为我可以脱离底层基质来定义奇数;因为我会说奇数是‘不能被分成两个相等部分的事物’,而无需额外加上数;这在白的事例中无疑更为明显;因为我们说白是‘离散视线的颜色’,根本没有提及底层基质”——为了回应这一反驳,他便说,“然而人们未曾注意到,那些定义式的说明并没有被精确地言说”,也就是说,未曾注意到,因为它们的定义没有被精确地给出,以至于对于这些事物来说,它们的定义脱离底层基质而形成了。但如果有人进行精确考察,就会发现这些事物中的任何一个都不可能脱离底层基质而被定义。“而就我而言,”他说,“我根本不同意这些事物存在定义。但如果有人说这些事物也存在定义,那么要么是以另一种方式存在,要么正如存在多种说法那样,必须说关于这些事物的定义和‘所是’也是有多种说法的:即按照这种方式并在严格意义上,这些事物中的任何一个都不存在定义和‘所是’,能够依其自身存在的本性也不会属于它们中的任何一个,但以某种方式则将存在。”在说了这些之后,他得出结论并说,一方面,“所是”的说明是定义(正如多次所言,他所说的说明是指为了构成被定义项而被采纳的事物的展开与枚举,而“所是”是指被设想为紧凑地且同时依其自身存在并散布在各个不可分个相中的本性,定义是对这种本性的表征),那么一方面,“所是”的说明是定义,并且“所是”要么仅属于实体,要么最大程度地、第一位地且单纯地属于实体,这是显而易见的。

语法注3 条
  1. 7.13ἐπειδὴ δ’ ἔμελλέ τις λέγειν ὅτι πῶς σὺ φής

    未完成时 ἔμελλε 表示潜在的或假想的反驳(“有人本来打算说”或“可能会说”),在主句动词 λέγει 出现之前引入了反驳者的假想直接引语。

  2. 7.13ὁρισμοὺς εἶναι τούτων ὅλως οὐκ ἀρέσκομαι

    中被动态动词 ἀρέσκομαι 支配宾语加不定式结构,意为“我根本不同意/不认可这些事物存在定义”。

  3. 7.13ταῦτα εἰπὼν συμπεραίνεται καί φησιν ὅτι μὲν οὖν ... δῆλον

    由于中间插入了较长的解释性成分(λόγον λέγων ... δηλωτικός ἐστιν ὁ ὁρισμός),连词结构 ὅτι μὲν οὖν ὁ λόγος ... 被重复使用以重拾句意,最终落脚在句末的谓语形容词 δῆλον 上。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:478.25-479.28