← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§477.23-478.24

自身受动定义中的重复唠叨与无限后退疑难

针对亚里士多德《形而上学》1030b28,亚历山大讨论了鼻凹等自身受动在表述上会导致重复唠叨(两次提及“鼻”)以及在定义上陷入无限后退的疑难,从而阐明此类事物在严格意义上并不具备“所是”与定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.12

" Ἔστι δ’ ἀπορία καὶ ἑτέρα περὶ αὐτά." Περὶ τῶν καθ’ αὑτά φησιν ὑπαρχόντων καὶ ἑτέρα ἀπορία ἐστίν. ζητήσειε γὰρ ἄν τις ὅτι εἰ καθ’ αὑτὸ τὸ σιμὸν ὑπάρχει τῇ ῥινὶ καὶ τὸ κοῖλον, ἔσται καὶ ἡ σιμὴ ῥὶς τῇ κοίλῃ ῥινὶ ταὐτόν, εἰ δὲ τοῦτο, καὶ διελόντι τὸ σιμὸν τῷ κοίλῳ.1 ἀλλὰ τοῦτο ψεῦδος· τὸ μὲν γὰρ κοῖλον ἐπὶ πλέον ἐστὶ τῆς σιμότητος· κοῖλον γὰρ καὶ ἐν ξύλῳ καὶ ἐν χαλκῷ καὶ ἐν γῇ καὶ ἐν ἄλλοις πολλοῖς θεωρεῖται, σιμὸν δὲ ἄνευ τῆς ῥινὸς οὐκ ἔστιν. οὕτως οὖν ἀπορήσας φησὶν εἰ δὲ μὴ διὰ τὸ ἀδύνατον εἶναι εἰπεῖν τὸ σιμὸν ἄνευ τοῦ πράγματος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ δὲ λέγοι τις ὅτι σιμὴν ῥῖνα ἢ κοίλην ῥῖνα ὅλως οὔ φημι, εἰ δὲ μὴ τοῦτο λέγω, οὐκ ἂν συναχθείη τὸ ταὐτὸν εἶναι τὴν σιμὴν ῥῖνα τῇ κοίλῃ ῥινί, εἰ δὲ μὴ τοῦτο, οὐδὲ τὸ σιμὸν ταὐτὸν τῷ κοίλῳ. καὶ τὴν αἰτίαν αὐτοῦ δι’ ἣν ἄν τις σιμὴν ῥῖνα ἢ κοίλην ῥῖνα οὐκ ἂν ἐρεῖ, ἀλλ’ εἴπερ ἄρα λέγειν βούλεται, σιμὸν μόνον ἐρεῖ καὶ κοῖλον χωρὶς τῆς ῥινός, ἐπήγαγεν εἰπὼν διὰ τὸ ἀδύνατον εἶναι εἰπεῖν τὸ σιμὸν ἄνευ τοῦ πράγματος. ὅταν γὰρ εἴπω σιμόν, οὐδὲν ἄλλο λέγω ἢ ῥῖνα σιμήν, εἰ δ’ ἐρῶ ὅτι σιμὴ ῥίς, τοῦτο λέγω ὅτι σιμὴ ῥὶς ῥίς· ἅμα γὰρ τῷ εἰπεῖν σιμὸν ῥῖνα εἴρηκα· εἰ δὲ προσθήσω τῷ σιμῷ καὶ τὴν ῥῖνα, συμβαίνει λέγεσθαι τὴν ῥῖνα δίς· τοῦτο δὲ καὶ ἐπὶ τοῦ κοίλου· εἰ δὲ τοῦτο πρὸς τῷ ἀσύνηθες εἶναι καὶ ἀδολεσχίας ἐστὶ μέρος, οὐκ ἐνδέχεται λέγειν ῥῖνα σιμὴν οὐδὲ κοίλην ῥῖνα. εἰ δὲ τοῦτο ἀληθές, οὐ συνάγεται τὸ ταὐτὸν εἶναι τὴν σιμὴν ῥῖνα τῇ κοίλῃ ῥινί· εἰ δὲ τοῦτο, οὐδὲ τὸ σιμὸν τῷ κοίλῳ. εἰ δὲ ἀδύνατόν ἐστιν, ὥσπερ εἴρηται, τὸ σιμὸν ἄνευ τῆς ῥινὸς λεχθῆναι, ἀλλ’ ἅμα τῷ σιμὸν εἰπεῖν τὸ πρᾶγμα λέγομεν οὗ πάθος ἐστὶ τὸ σιμόν, εἰ δὴ τοῦτο ἀδύνατον, τὸ ῥῖνα, φησί, σιμὴν εἰπεῖν ἢ οὐκ ἔστιν, ἀλλὰ μόνον τὸ σιμὸν χρὴ λέγειν, ἢ εἴπερ λεχθήσεται σιμὴ ῥίς, δὶς ἔσται τὸ ῥὶς εἰρημένον. αὐτὸς δὲ ἀντὶ τοῦ εἰπεῖν ῥὶς ῥὶς σιμὴ εἰπὼν ὅτι ῥὶς ῥὶς κοίλη τὴν αἰτίαν τοῦ ὅπως ἀντὶ τοῦ σιμοῦ τὸ κοῖλον εἴρηκεν ἐπάγει. ἡ γὰρ ῥὶς ἡ σιμή, φησί, ῥὶς ῥὶς κοίλη ἔσται. ἐπειδὴ γὰρ τὸ σιμὸν ὑπὸ τὸ κοῖλόν ἐστιν, ὁ λέγων ὅτι ῥὶς [ῥὶς] σιμὴ ῥὶς ῥὶς κοίλη λέγει. διὸ ἄτοπον ἐν τοῖς τοιούτοις, ἐν οἷς αἱ τοιαῦται ἀδολεσχίαι, τὸ τί ἦν εἶναι ὑπάρχειν. εἰ δέ τις λέγει ὅτι ἔσται καὶ ἐν τούτοις τὸ τί ἦν εἶναι καὶ ὁρισμός, εἰς ἄπειρον εἶσιν. εἰ δὲ τὸ εἰς ἄπειρον ἀνιέναι οὐκ ἐνδέχεται, οὐκ ἔστιν ἐν τοῖς τοιούτοις τὸ τί ἦν εἶναι οὐδὲ ὁρισμός. ὅπως δὲ οὕτως εἰς ἄπειρον ἀνιέναι συμβαίνει, ἔσται δῆλον ὧδε· ἐπειδὴ γὰρ τὸ σιμὴ ῥὶς τοῦτο σημαίνει ὅτι ῥὶς ῥὶς σιμή, ἀνάγκη εἴ τις ὁρίζεται τὴν σιμὴν ῥῖνα λέγειν ὅτι σιμὴ ῥίς ἐστι ῥὶς ῥὶς κοίλανσις ἐν ῥινί· ὥστε ὁριζόμενον τὴν ῥῖνα ῥῖνα κοίλανσιν ἐν ῥινὶ ἀνάγκη λέγειν2 ὅτι ῥὶς ῥὶς ῥὶς κοίλανσις κοίλανσις ἐν ῥινὶ ῥινί, καὶ τοῦτο εἰς ἄπειρον. εἰ δέ τις λέγει ‘ἀλλὰ τὸ ῥὶς ῥὶς κοίλανσις ἐν ῥινὶ οὐ δεῖ ὁρίζεσθαι’, εἰπάτω τίς ἡ ἀποκλήρωσις τὸ τὴν μὲν σιμὴν ῥῖνα ὁρίζεσθαι τοῦτο δὲ μή.

“关于这些事物还有另一个疑难。” 他说,关于依其自身属于的事物,还有另一个疑难。因为有人可能会探讨,如果鼻凹与凹度依其自身属于鼻子,那么凹鼻与凹陷的鼻子也将是同一回事,而若是如此,对于将之分解考察的人来说,鼻凹与凹度也将是同一回事。然而这是虚假的;因为凹度比鼻凹更宽泛;因为凹度在木头、青铜、泥土以及许多其他事物中都能被观察到,但鼻凹脱离鼻子便不存在。因此他在如此提出疑难之后说道:“抑或因为不可能脱离该事物而言说鼻凹?”而他所说的是这样的意思:如果有人说,“我根本不说凹鼻或凹陷的鼻子,而如果我不这样说,便推导不出凹鼻与凹陷的鼻子是同一回事,而若非如此,鼻凹与凹度也不是同一回事。”至于人们为何不说凹鼻或凹陷的鼻子,而是若想言说便只说鼻凹和凹度而脱离鼻子,他通过说“因为不可能脱离该事物而言说鼻凹”补充了其原因。因为每当我说鼻凹时,我所说的无非就是凹鼻,而如果我说凹鼻,我说的就是:鼻凹鼻鼻;因为在说鼻凹的同时我已经说了鼻;而如果我再给鼻凹加上鼻,便导致鼻被说了两次;这一点对于凹度也是如此。如果这除了不合习惯之外还是冗赘唠叨的一部分,那么就不可能说凹鼻也不可能说凹陷的鼻子。而如果这是真的,就推导不出凹鼻与凹陷的鼻子是同一回事;而若是如此,鼻凹与凹度也不是同一回事。然而如果正如所说的那样,脱离鼻子而言说鼻凹是不可能的,而是在说鼻凹的同时我们就说出了鼻凹作为其受动的那件事物,如果这确实是不可能的,那么他说,说凹鼻要么是不可能的,而只能说鼻凹,要么如果说了凹鼻,鼻就将被说了两次。而他自己没有说“鼻鼻凹鼻”,而是说了“鼻鼻凹度”,并顺势补充了为何用凹度代替鼻凹的原因。因为他说,凹鼻将是“鼻鼻凹度”。因为鼻凹从属于凹度,所以说“鼻[鼻]凹鼻”的人,说的就是“鼻鼻凹度”。因此,在包含有此类冗赘唠叨的此类事物中存在“所是”,是荒谬的。但如果有人说,在此类事物中也将存在“所是”和定义,他就会陷入无限后退。而如果不可能后退至无限,那么在此类事物中便不存在“所是”亦不存在定义。至于如此后退至无限是如何发生的,将通过以下方式显明:因为既然“凹鼻”意味着“鼻鼻凹鼻”,那么如果有人定义凹鼻,就必然要说凹鼻是“鼻鼻鼻中之凹入”;以至于定义“鼻鼻鼻中之凹入”的人必然要说“鼻鼻鼻凹入凹入在鼻鼻中”,而这将陷入无限。但如果有人说,“然而无需定义‘鼻鼻鼻中之凹入’”,就让他说明,为何凹鼻被定义而此者不被定义,这种任意武断是凭何而来的。

语法注2 条
  1. 7.12διελόντι τὸ σιμὸν τῷ κοίλῳ

    διελόντι 是不定过去分词与格,充当评判者与格或带条件意味的分词(“对于将其分解考察的人来说”)。其含义是,如果有人将复合词分解开来考察,则鼻凹与凹度也将变成同一回事。

  2. 7.12ὥστε ὁριζόμενον τὴν ῥῖνα ῥῖνα κοίλανσιν ἐν ῥινὶ ἀνάγκη λέγειν

    在非人称结构 ἀνάγκη (ἐστί) 中,宾格分词 ὁριζόμενον 充当不定式 λέγειν 的逻辑主语(“对于界定……的人而言,必然要说……”)。而短语 τὴν ῥῖνα ῥῖνα κοίλανσιν ἐν ῥινί 则作 ὁριζόμενον 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:477.23-478.24