- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:476.10-477.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的“依附加而来的言说”以及包含主体的自身属性(如鼻凹)是否为定义的疑难,亚历山大剖析了此类定义的结构并解释了它们在何种限定意义上成立。
" Ἔχει δ’ ἀπορίαν, ἐάν τις μὴ φῇ ὁρισμὸν εἶναι τὸν ἐκ προσθέσεως λόγον." Εἰπὼν προσεχῶς διὸ καὶ λευκοῦ ἀνθρώπου ἔσται λόγος καὶ ὁρισμός, τὴν αἰτίαν τίθησι δι’ ἣν δοκεῖ λόγους εἶναι καὶ ὁρισμοὺς τῶν συνθέτων (ἐκ προσθέσεως γὰρ τὰ ἐξ ὑποκειμένου καὶ κατηγορουμένου συγκείμενά φησιν ὡς τὸν λευκὸν ἄνθρωπον), ἴσον λέγων ὡς εἴ τις μὴ δῷ λόγον εἶναι καὶ ὁρισμὸν τοῦ λευκοῦ ἀνθρώπου, ἀπορήσειεν ἄν τις πρὸς αὐτὸν ὅτι ἐπειδὴ φανερῶς λόγοι εἰσὶ τῶν ἐκ προσθέσεως οἷον τοῦ λευκοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν ἔχον χρῶμα διακριτικὸν ὄψεως, τίνος οὖν ἔσται οὗτος ὁρισμός, καὶ ἁπλῶς πάντων τῶν ἐκ προσθέσεως οἱ λόγοι τίνος ἔσονται, εἴπερ μὴ αὐτῶν εἰσιν; οὐχ ἁπλᾶ δὲ ἀλλὰ συνδεδυασμένα τὰ ἐκ προσθέσεως εἴρηκε. τοῦ δὲ εἶναι τῶν συνδεδυασμένων λόγους ἐπήγαγε τὸ ἐκ προσθέσεως γὰρ ἀνάγκη δηλοῦν, τουτέστιν ἀνάγκη γὰρ λέγοντας ἡμᾶς περὶ τῶν ἐκ προσθέσεως ἐκ προσθέσεως δηλοῦν τοὺς ὁρισμοὺς αὐτῶν. οἷον ἔστι ῥὶς καὶ κοιλότης, καὶ σιμότης τὸ ἐκ τῶν δυοῖν, λέγω δὴ ῥινὸς καὶ σιμότητος, λεγόμενον,1 τοῦτό ἐστι τὸ ὑπάρχειν τὴν σιμότητα ἐν τῇ ῥινί, καὶ οὐ κατὰ συμβεβηκὸς οὔθ’ ἡ κοιλότης οὔθ’ ἡ σιμότης πάθος τῆς ῥινὸς ὥσπερ τὸ λευκὸν τῷ Καλλίᾳ κατὰ συμβεβηκὸς ὑπάρχει ἢ ὅτι δὲ ὡς τὸ λευκὸν συμβέβηκε τῷ Καλλίᾳ, συμβέβηκε δ’ αὐτῷ ὡς πάθος, τῷ ἀνθρώπῳ, ὅτι ᾧ Καλλίᾳ συμβέβηκεν ἀνθρώπῳ εἶναι λευκός ἐστιν. οὐχ οὕτω συνέβη αὐτῷ καὶ ὁ ἄνθρωπος, ἀλλ’ ὡς οὐσία καὶ εἶδος·2 οὐδὲ κατὰ συμβεβηκὸς οὔθ’ ἡ κοιλότης οὔθ’ ἡ σιμότης πάθος τῆς ῥινός, ἀλλὰ καθ’ αὑτὴν ὑπάρχει ἡ σιμότης αὐτῇ, ὥσπερ καὶ τὸ ἄρρεν τῷ ζῴῳ καὶ τὸ ἴσον τῷ ποσῷ καὶ πάνθ’ ὅσα λέγεται καθ’ αὑτὸ ὑπάρχειν. τίνα δέ ἐστι τὰ καθ’ αὑτὸ ὑπάρχοντα ἐδήλωσεν εἰπὼν ταῦτα δ’ ἐστὶν ἐν ὅσοις ὑπάρχει ἢ ὁ λόγος ἢ τοὔνομα, οὗ ἐστι τοῦτο τὸ πάθος, τουτέστιν ἐκεῖνα λέγομεν ὑπάρχειν καθ’ αὑτά, ὧν παθῶν καὶ κατηγορουμένων εἰς τοὺς λόγους λαμβάνεται ἢ τὰ ὀνόματα τῶν ὑποκειμένων αὐτοῖς ἢ οἱ λόγοι, καὶ οὐκ ἐνδέχεται δηλῶσαι καὶ ὁρίσασθαι τὸ πάθος χωρὶς τοῦ ὑποκειμένου αὐτῷ. οἷόν ἐστι πάθος τῆς ῥινὸς ἡ σιμότης καὶ οὐκ ἐνδέχεται τὴν σιμότητα ὁρίσασθαι χωρὶς τῆς ῥινός, ἧς ῥινός ἐστι πάθος ἡ σιμότης· φαμὲν γὰρ ὅτι σιμότης ἐστὶ κοίλανσις ἐν ῥινί. καὶ ἐν μὲν τῷ τῆς σιμότητος ὁρισμῷ εἴληπται τὸ ὄνομα τῆς ῥινός, ἐν ἄλλοις δὲ ἐνδέχεται ληφθῆναι οὐ μόνον τὸ ὄνομα τοῦ ὑποκειμένου, ἀλλὰ καὶ τὸν ὁρισμόν· οἷον εἴ τις ὁρίζεται τὸ ἄρρεν, εἰ μὲν ἐρεῖ ‘ἄρρεν ἐστὶ ζῷον ὃ πέφυκεν ἐν ἄλλῳ γεννᾶν’, εἴληφε τὸ ὄνομα τοῦ ὑποκειμένου τῷ ἄρρενι τὸ ζῷον, εἰ δὲ λέγει ὅτι ἄρρεν ἐστὶν οὐσία ἔμψυχος αἰσθητικὴ πεφυκυῖα ἐν ἄλλῳ γεννᾶν, τὸν ὁρισμὸν εἶπε τοῦ ὑποκειμένου τῷ ἄρρενι καὶ οὐχὶ τὸ ὄνομα. ἔστιν οὖν καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ καὶ ἡ σιμότης τῶν καθ’ αὑτά, ὅτι ἄνευ τῶν ὑποκειμένων αὐτοῖς οὐκ ἐνδέχεται ὁρισθῆναι, ὥσπερ τὸ λευκόν· τοῦτο γὰρ ἄνευ ἀνθρώπου ἢ ὅλως ὑποκειμένου ὁρίζεται. εἰ δή, ὥσπερ εἴρηται, οἱ ὁρισμοὶ τῶν καθ’ αὑτό εἰσι, τὸ δὲ σιμὸν καὶ τὰ τοιαῦτα τῶν καθ’ αὑτό, ἔσται ἄρα καὶ τῶν τοιούτων ὁρισμός. αὐτὸς δὲ οὐ τοῦτο ἐπήγαγεν, ἀλλ’ ἐπειδὴ εἴρηκε πρότερον ὅτι καθ’ αὑτά ἐστιν, ὧν καὶ τοὺς ὁρισμοὺς εἶναί φαμεν, ἃ δύναται εἶναι αὐτὰ καθ’ αὑτά, ἡ δὲ σιμότης αὐτὴ καθ’ αὑτὴν οὐ δύναται εἶναι ἄνευ τῆς ῥινός, θαρρούντως ἐπήγαγεν ὥστε τούτων τὸ τί ἦν εἶναι καὶ ὁρισμὸς ἢ οὐκ ἔστιν οὐδενός (πῶς γάρ; οὐδὲ γάρ εἰσι καθ’ αὑτά, οἱ δὲ ὁρισμοί, ὡς δέδεικται, τῶν καθ’ αὑτά), ἢ ἔστι καὶ τούτων ὁρισμός, ἀλλὰ καθάπερ εἰρήκαμεν·3 εἴρηται δὲ ὅτι πρώτως μὲν καὶ ἁπλῶς τῇ οὐσίᾳ, εἶτα καὶ τοῖς ἄλλοις.
“如果有人断言依附加而来的言说不是定义,便会产生疑难。” 他在方才说了“因此白人也将有其言说和定义”之后,提出了之所以复合事物似乎也有言说和定义的原因(因为他把由底层主体和述词所构成的事物称作“依附加而来的”,例如白人),这等同于说:如果有人不承认白人有言说和定义,人们便可以向他提出疑难,既然分明存在着依附加而来的事物的言说(例如白人的言说是“拥有离析视线的颜色的两足陆生动物”),那么这究竟将是什么的定义,而且一般而言,如果依附加而来的所有事物的言说不是属于它们自身的,那么它们究竟将属于什么呢?他称依附加而来的事物不是单纯的,而是结合而成的。关于结合而成的事物有其言说,他顺势添加了“因为必须依附加来表示”,也就是,因为我们在谈论依附加而来的事物时,必须依附加来表示它们的定义。 例如,存在着鼻子和凹度,而由二者所构成的,我指的是由鼻子和鼻凹所被言说的,便是鼻凹。这就是鼻凹存在于鼻子之中,且凹度与鼻凹都不是鼻子偶性上的受动,正如白在偶性上属于卡利亚斯那样;或者说,正如白作为受动偶适地发生于卡利亚斯,即发生于人,乃是因为卡利亚斯作为偶适地成为人者是白的——人并非依这种方式偶适地属于他,而是作为实体和形式——同样,凹度与鼻凹也都不是鼻子偶性上的受动,相反,鼻凹是依其自身属于它的,正如雄性属于动物、相等属于数量以及凡被称为依其自身属于的事物那样。至于依其自身属于的事物是哪些,他通过说“而这些就是凡包含有它作为受动所属于之物的言说或名称的那些事物”表明了这一点,也就是说,在这些受动和述词的言说中,其底层主体的名称或言说被纳入其中,并且不可能脱离其底层主体来表示和界定该受动,对于这些事物,我们称之为依其自身属于。例如,鼻凹是鼻子的受动,而不可能脱离鼻子来界定鼻凹,因为鼻凹就是此鼻子的受动;因为我们说,鼻凹就是鼻子中的凹入。而且在鼻凹的定义中取用了鼻子的名称,但在其他事物中,不仅可以取用底层主体的名称,甚至还可以取用其定义;例如若有人定义雄性,如果他说“雄性是在另一者中生育为本性的动物”,他就取用了属于雄性的底层主体的名称即“动物”,但如果他说雄性是“在另一者中生育为本性的有灵魂的感觉实体”,他便陈述了属于雄性的底层主体的定义而非名称。因此,雄性、雌性与鼻凹都属于依其自身的事物,因为与白不同,它们脱离其底层主体便无法被定义;因为白是可以脱离人或一般而言脱离底层主体而被定义的。如果说,正如已经指出的,定义是属于依其自身的事物的,而鼻凹及此类事物属于依其自身的事物,那么此类事物也将有其定义。然而他自己并未顺势得出这一结论,相反,既然他此前曾说过,我们所称有其定义存在的那些依其自身的事物,是能够依其自身独立存在的事物,而鼻凹自身脱离鼻子便无法独立存在,他便自信地顺势说道:因此,“要么根本不存在关于这些事物的‘所是’和定义(因为怎能存在呢?因为它们甚至都不是依其自身的事物,而正如已经指明的,定义是属于依其自身的事物的),要么这些事物也有定义,但正如我们所说的那样”;而已经指出的是,定义首先且绝对地属于实体,其次也属于其他事物。
- 7.11τὸ ἐκ τῶν δυοῖν, λέγω δὴ ῥινὸς καὶ σιμότητος, λεγόμενον
手稿与底本原文作“ῥινὸς καὶ σιμότητος”(鼻子与鼻凹),但鉴于方才刚提及“鼻子与凹度(ῥὶς καὶ κοιλότης)”,从逻辑上讲此处当指“鼻子与凹度”,疑为笔误或抄写讹误。句法上,中性分词短语“τὸ ... λεγόμενον”(被称为……者)作为表语名词短语解释主语“σιμότης”。译文保留原文既有字句进行翻译。
- 7.11ἢ ὅτι δὲ ὡς τὸ λευκὸν συμβέβηκε τῷ Καλλίᾳ, συμβέβηκε δ’ αὐτῷ ὡς πάθος, τῷ ἀνθρώπῳ, ὅτι ᾧ Καλλίᾳ συμβέβηκεν ἀνθρώπῳ εἶναι λευκός ἐστιν. οὐχ οὕτω συνέβη αὐτῷ καὶ ὁ ἄνθρωπος, ἀλλ’ ὡς οὐσία καὶ εἶδος
这是一个语序复杂且结构交错的对比句。从句“ἢ ὅτι δὲ...”进一步阐发了前文关于偶性的论述:白之所以作为受动偶适地发生于卡利亚斯(及人),仅是因为偶适地作为人的卡利亚斯碰巧是白的;相反,“人”属于卡利亚斯却不是偶性的,而是作为其实体与形式。该对比旨在确立鼻子与鼻凹的关系并非一般的偶性受动,而是自身属性。
- 7.11ὥστε τούτων τὸ τί ἦν εἶναι καὶ ὁρισμὸς ἢ οὐκ ἔστιν οὐδενός... ἢ ἔστι καὶ τούτων ὁρισμός, ἀλλὰ καθάπερ εἰρήκαμεν
由“ὥστε”引导的结果从句引出亚里士多德的选择性两难(参见1030b28)。通过析取结构“ἢ ... ἢ ...”(要么……要么……),提出了两种选择:要么严格意义上这些事物根本没有“所是”与定义,要么如前所述在派生的限定意义上存在定义。插入句“πῶς γάρ; ... τῶν καθ’ αὑτά”补充说明了前一选项得以成立的理由(即它们并非独立自存的自身事物)。
