- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:475.1-476.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《形而上学》卷Z第4章(1030b7)的题元,亚历山大阐明了连词 γάρ 应被理解为相当于 δή 的句法理由,并阐释了由名称所表示的言说构成定义所需的“一”的条件,以及诸如“白人”等复合对象的定义方式。
" Οὐ γὰρ [δὴ] ἀνάγκη, ἂν τοῦτο τιθῶμεν, τούτου ὁρισμὸν εἶναι ὃ ἂν λόγῳ τὸ αὐτὸ σημαίνῃ, ἀλλὰ τινὶ λόγῳ." Ἐπειδὴ πᾶν ὄνομα, οὗ ἂν ᾖ, ταὐτὸν σημαίνει τῷ λόγῳ καὶ ὁρισμῷ τοῦ πράγματος, καὶ ἔμπαλιν ὁ λόγος ταὐτὸν τῷ ὀνόματι, τοῦτο δὲ οὐ μόνον ἐπὶ τούτων εὑρίσκεται, ἀλλὰ πολλάκις εἰσὶν ὀνόματα λόγῳ ταὐτὸν δηλοῦντα καὶ ἔμπαλιν, καὶ ὅμως οἱ λόγοι, οἷς ταὐτὸν τὸ ὄνομα δηλοῖ, οὐκ εἰσὶν ὁρισμοί· ἐπειδὴ οὖν τοῦτο ἔστιν, ἡ δὲ πρόθεσις περὶ ὁρισμῶν ἐστιν, διορίζει καὶ περὶ τούτου, καί φησιν ὡς εἴπερ ἁπλῶς ἀποφαινόμεθα ὅτι ὃ ἂν ὄνομα λόγῳ ταὐτὸν δηλοῖ, οὗτος ὁ λόγος, οὗ πράγματος σημαντικὸν τὸ ὄνομα ἔστιν, ὁρισμός ἐστιν, οὐκ ἀναγκαῖόν τι συμβαίνει· πολλὰ γὰρ ὀνόματα ἐστι τῷ λόγῳ ταὐτὸν δηλοῦντα καὶ οὐκ εἰσὶν οἱ λόγοι ὁρισμοί, οὐδὲ τὰ ὀνόματα τῶν λόγων δηλωτικά. λέγεται γὰρ καὶ τὰ ὀνόματα ὁρισμοί, ὅτι ταὐτὸν δηλοῦσι τῷ ὁρισμῷ· ὡς γὰρ ὁ ἄνθρωπος λέγεται βροτὸς καὶ ὁ βροτὸς ἄνθρωπος ὅτι ταὐτὸν δηλοῦσιν, εἰ καὶ ὁ λόγος καὶ ὁ ὁρισμὸς ὀνόματι ταὐτὸν δηλοῖ καὶ τὸ ὄνομα τῷ λόγῳ, λεχθήσεται καὶ τὸ ὄνομα ὁρισμὸς καὶ ὁ ὁρισμὸς ὄνομα. καὶ ἃ μὲν οἶμαι βούλεται λέγειν ταῦτά ἐστιν. ὁ γὰρ σύνδεσμος ὁ γὰρ τεθεὶς ἔμφασιν δίδωσι τοῦ τὰ λεγόμενα εἶναι κατασκευαστικά τινος τῶν προσεχῶς ῥηθέντων· οὐκ ἔστι δὲ τοῦτο, ἀλλὰ δεῖ τὸν γὰρ ἀντὶ τοῦ δὴ συνδέσμου ἐκλαβεῖν.1 πολλαχοῦ γὰρ τοῦτο σύνηθες αὐτῷ, ὡς καὶ ἐν τῷ Β τῶν Ὑστέρων ἀναλυτικῶν ἐπεσημηνάμεθα καὶ ἐν ἄλλοις πολλοῖς. δεῖ οὖν τοῦ γάρ ἀντὶ τοῦ δή συνδέσμου ἀκούειν. καὶ εἴη ἂν ὃ λέγει τοιοῦτον. οὐ δή, φησίν, ἀνάγκη, τουτέστιν οὐκ ἀναγκαῖον δή τι συμβαίνει, ἂν τοῦτο θῶμεν, ὅτι ὃ ἂν ὄνομα λόγῳ ταὐτὸν σημαίνῃ, ἐκεῖνον τὸν λόγον, ᾧ ταὐτὸν τὸ ὄνομα σημαίνει, ὁρισμόν τινα τοῦ πράγματος εἶναι· ἀλλὰ τοῦτο χρὴ λέγειν ὅτι εἴ τι ὄνομα λόγῳ τινὶ ταὐτὸν σημαίνει, ἐκεῖνος ὁ λόγος ὁρισμός ἐστι τοῦ πράγματος. ἔσται δὲ ὁ λόγος ὁ ὑπὸ τοῦ ὀνόματος δηλούμενος ὁρισμός, ἐὰν τὸ ὄνομα δηλωτικόν ἐστιν ἑνὸς λόγου, ἑνὸς δὲ μὴ τῷ συνεχεῖ, ὥσπερ ἡ Ἰλιὰς ἢ ὅσα συνδέσμῳ ἕν. τὸ δὲ ὅσα συνδέσμῳ οὐχ ὡς ἕτερόν τι δηλοῦν τοῦ μὴ τῷ συνεχεῖ ἐπῆκται,2 ἀλλὰ ὥσπερ εἰ ἔλεγε τῷ συνεχεῖ ὥσπερ ἡ Ἰλιάς, ἐπειδὴ δὲ ἡ Ἰλιὰς τῷ συνδέσμῳ ἐστὶ συνεχής, ἐπήγαγεν ἢ ὅσα συνδέσμῳ. ὁ λόγος οὖν, φησίν, ὁ ὑπὸ τοῦ ὀνόματος δηλούμενος ἔσται ὁρισμὸς εἰ εἷς εἴη, εἷς δὲ μὴ τῷ συνδέσμῳ ἀλλ’ ἐὰν ὁσαχῶς λέγεται τὸ ἕν, τουτέστιν ὁσαχῶς λέγεται τὸ κυρίως ἕν, ἐὰν ὁ λόγος εἷς ᾖ καθ’ ἓν τῶν τοῦ κυρίως ἑνὸς σημαινομένων, ἔσται ὁρισμός. εἰπὼν δὲ ὅτι ὁσαχῶς λέγεται τὸ ἕν, λέγει ὅτι τοσαυταχῶς λέγεται τὸ ἕν, ὁσαχῶς καὶ τὸ ὂν ἤτοι δεκαχῶς. δέδεικται γὰρ ἐν τῷ Γ ταύτης τῆς πραγματείας ὅτι ἀκολουθοῦσιν ἀλλήλοις τὸ ἓν καὶ τὸ ὄν· ὥστε καὶ τοῦτό φησιν, ὅτι ἐκεῖνος ὁ λόγος ἐστὶν ὁρισμός, ἐὰν εἷς ᾖ, τουτέστιν ἂν μιᾶς ᾖ φύσεως καὶ οὐσίας δηλωτικός, οὐ μὴν ἂν εἷς ᾖ τῷ συνδέσμῳ. τὸ δὲ διὸ καὶ λευκοῦ ἀνθρώπου ἔσται λόγος ὡς συμπέρασμα εἴρηται τῶν εἰρημένων, ἴσον λέγων τῷ δῆλον, φησίν, ἐξ ὧν εἴρηται ὅτι ἔσται καὶ τοῦ λευκοῦ ἀνθρώπου ὁρισμός, ἄλλον δὲ τρόπον τῆς οὐσίας ἔσται ὁρισμὸς καὶ ἄλλον τοῦ λευκοῦ καὶ ἄλλον τοῦ λευκοῦ ἀνθρώπου· ἐκείνων μὲν γὰρ ὡς ἁπλῶν ὄντων ἔσται ὁρισμός, τοῦ μὲν οὐσίας τοῦ δὲ ποιοῦ, τοῦ δὲ λευκοῦ ἀνθρώπου ὡς συνθέτου.
“因为[固然]并非必然的是,如果我们做出这一设定,凡与言说指明同一事物的,便有关于此物的定义,而唯有与某种特定的言说〔指明同一事物的〕才是如此。” 既然任何名称,无论它属于什么,都与其事物的言说和定义指明同一事物,反过来言说也与名称指明同一事物,而这种情况不仅在它们身上被发现,而且常常存在着与言说表示同一事物的名称,反之亦然,然而名称与其表示同一事物的那些言说却并不是定义;既然如此,而探讨的意旨又关乎定义,他也对这一问题作出了界定,并说道:如果我们绝对地断言,凡是与言说表示同一事物的名称,这个言说就是该名称所表示的那一事物的定义,那么并没有得出任何必然的结论。因为有许多名称与言说表示同一事物,而这些言说却并不是定义,名称也不是这些言说的表示。因为名称有时也由于与定义表示同一事物而被称作定义;正如人被称为凡人,凡人被称为人,乃是因为它们表示同一事物,如果言说和定义也与名称表示同一事物,且名称也与言说表示同一事物,那么名称也将被称为定义,定义也将被称为名称。而我认为他想要说的就是这些。因为这里所置入的连词“因为(γάρ)”给人一种印象,仿佛所说的话是为了论证方才提及的某事;但事实并非如此,而是必须把“因为”理解为代替连词“固然/确实(δή)”。因为这种情况在许多地方都是他的惯常用法,正如我们在《后分析篇》第二卷中以及在许多其他地方所指出的那样。因此必须把“因为”当作连词“确实”来听取。而他所说的当是如此:他说,“确实并非必然”,也就是“确实并没有得出任何必然的结论,如果我们做出这一设定,即凡是与言说指明同一事物的名称,那与名称指明同一事物的言说就是该事物的某种定义”;相反,应当这样说:如果有某种名称与某一特定的言说指明同一事物,那个言说才是该事物的定义。而由名称所表示的言说要成为定义,条件是该名称表示单一的言说,且不是因连续性而为一,例如《伊利亚特》或因连词而为一的诸事物。“或者因连词而为一的诸事物”这句话并不是作为表示不同于“非因连续性”的另一种事物而被添加上的,而是犹如他说“因连续性而为一,例如《伊利亚特》”,而既然《伊利亚特》是因连词而连续的,他便顺势添上了“或者因连词而为一的诸事物”。因此他说,由名称所表示的言说如果是单一的,且不是因连词而为一,而是按照“一”有多少种说法,亦即严格意义上的“一”有多少种说法,如果该言说依循严格之“一”的诸种含义之一而为一,它就将是定义。而在说了“按照‘一’有多少种说法”之后,他指出“一”有多少种说法,“存在者”也就有多少种说法,亦即有十种。因为在本论考的Γ卷中已经证明,“一”与“存在者”彼此相随。因此他也指出了这一点:如果那个言说是单一的,也就是如果它是单一本性和实体的表示,而不是因连词而为一,它才是定义。而“因此白人也将有其言说[定义]”这一句是作为前述诸事的结论被说出的,等同于说:显然,如他所言,由前述诸事可知白人也将有其定义,但实体的定义以一种方式存在,白的定义以另一种方式存在,白人的定义则以又一种方式存在。因为对于前者,是作为单纯的存在者而有定义,其一作为实体,另一作为性质,而对于白人,则是作为复合物而有定义。
- 7.10δεῖ τὸν γὰρ ἀντὶ τοῦ δὴ συνδέσμου ἐκλαβεῖν
关于亚里士多德原文开头的连词 γάρ 的句法注释。若按其常规的因果或确证用法(用于论证前文所言)来理解,则与上下文不合,因此亚历山大指出此处应将其视作亚里士多德特有的用法,即用作强调小品词 δή(“确实/固然”)的代用词。
- 7.10οὐχ ὡς ἕτερόν τι δηλοῦν τοῦ μὴ τῷ συνεχεῖ ἐπῆκται
对亚里士多德文句“或者因连词而为一的诸事物(ἢ ὅσα συνδέσμῳ)”之句法地位的解释。该句并非作为表示与前述“非因连续性(μὴ τῷ συνεχεῖ)”不同的另一类别而被析取的,而是作为同格的解释性补充,用于说明像《伊利亚特》这样的作品是如何借由连词而成为连续整体的。
