← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§473.27-474.40

本质与诸范畴的核心意义述说

亚历山大梳理了亚里士多德在《形而上学》1030a27及后续关于怎是如何属于实体及其他范畴的论述,通过厘清文句中的插入语和省略重构了句法,并阐释了各范畴作为“源于一且归于一的事物”(核心意义)而被述说的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.9#3

ἢ οὐ τοῦτό ἐστι τὸ λεγόμενον, ἀλλ’ ὅτι δεῖ μὲν οὖν ζητεῖν καὶ φροντίζειν καὶ τῆς τοῦ λόγου καλλιεπείας τε καὶ χάριτος, ἵνα μὴ ξηρὸς ᾖ, τοσοῦτον δὲ ὅσον γε πῶς ἔχει φύσεως τὰ πράγματα1 καὶ πῶς ὀφείλει λέγεσθαί τε καὶ νοεῖσθαι. τοῦτο θεὶς μεταξὺ λέγει διὸ καὶ νῦν, ἐπεὶ τὸ λεγόμενον φανερόν, ἤτοι ἐπεὶ φανερόν ἐστιν ὅτι κυρίως τὸ τί ἐστιν ἐπὶ τῆς οὐσίας λέγεται, καὶ τὸ τί ἦν εἶναι ὑπάρξει πρώτως μὲν καὶ ἁπλῶς τῇ οὐσίᾳ, εἶτα καὶ τοῖς ἄλλοις ὑπάρξει τὸ τί ἦν εἶναι, ἀλλ’ οὐχ ἁπλῶς ἀλλὰ μετὰ προσθήκης, οἷον τί ἦν εἶναι ποιῷ ἢ τί ἦν εἶναι ποσῷ, ὥσπερ καὶ τὸ τί ἐστιν οὐχ ἁπλῶς ὑπάρχει αὐτοῖς, ἀλλὰ τῇ μὲν οὐσίᾳ ἁπλῶς, αὐτοῖς δὲ τὸ μετὰ προσθήκης τί ἐστι ποιόν· οὕτως καὶ τὸ τί ἦν εἶναι μετὰ προσθήκης, οἷον τί ἦν εἶναι ποιῷ ἢ τί ἦν εἶναι ποσῷ. καὶ ὥσπερ τὸ μὴ ἐπιστητὸν λέγεται ἐπιστητόν, οὐχ ἁπλῶς ὅτι ἐπιστήμη αὐτοῦ ἐστιν, ἀλλ’ ὅτι ἐπιστήμη αὐτοῦ ἐστιν ὅτι οὐκ ἔστιν ἐπιστητόν, οὕτως καὶ ἐπὶ τούτων οὐχ ἁπλῶς τὸ τί ἦν εἶναι ἐπ’ αὐτῶν λεχθήσεται, ἀλλὰ μετὰ προσθήκης. καὶ ἔστιν οὖν ἡ τοῦ λόγου σύνταξις τοιαύτη τις· καὶ τὸ τί ἦν εἶναι ὁμοίως ὑπάρξει πρώτως μὲν καὶ ἁπλῶς τῇ οὐσίᾳ, εἶτα καὶ τοῖς ἄλλοις, οὐχ ἁπλῶς τί ἦν εἶναι, ἀλλὰ ποιῷ ἢ ποσῷ, ὥσπερ καὶ τὸ τί ἐστιν· καὶ γὰρ τὸ τί ἐστιν οὐχ ἁπλῶς αὐτοῖς ὑπάρχει, ἀλλὰ μετὰ προσθήκης. εἶτα ἀπ’ ἄλλης ἀρχῆς τὸ ὥσπερ καὶ τὸ μὴ ἐπιστητὸν ἐπιστητόν, εἶτα τὸ ἢ προστιθέντας καὶ ἀφαιροῦντας, καὶ οὕτως δεῖ γὰρ ἢ ὁμωνύμως ταῦτα φάναι ὄντα, καὶ δεῖ προσυπακούειν τὸ ἢ συνωνύμως, καὶ οὕτω ἐπεὶ τό γε ὀρθόν ἐστι μήτε ὁμωνύμως φάναι καὶ τὰ ἑξῆς. τὸ γὰρ ἢ προστιθέντας ἢ ἀφαιροῦντας,2 ὥσπερ καὶ τὸ μὴ ἐπιστητὸν ἐπιστητὸν μεταξὺ τεθέν, καὶ τὸ δεῖ γὰρ ὁμωνύμως ταῦτα φάναι ἐλλιπῶς τεθέν (ἔδει γὰρ προσκεῖσθαι καὶ τὸ ἢ συνωνύμως) ἀσάφειαν ἐποίησε πολλήν. καὶ ἔστιν ἴσως ὁ λόγος τοιοῦτος. καὶ τὸ τί ἦν εἶναι ὑπάρξει πρώτως μὲν καὶ ἁπλῶς τῇ οὐσίᾳ, εἶτα ὑπάρξει τὸ τί ἦν εἶναι καὶ τοῖς ἄλλοις, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλ’ ὥσπερ καὶ τὸ τί ἔστιν οὐχ ἁπλῶς αὐτοῖς ὑπάρχει, οὕτως καὶ τὸ τί ἦν εἶναι, καὶ ὥσπερ τὸ μὴ ἐπιστητὸν ἐπιστητὸν λέγεται οὐχ ἁπλῶς, οὕτως καὶ ταῦτα δεῖ λέγειν, ἢ προστιθέντας ἢ ἀφαιροῦντας, προστιθέντας μὲν ἐπὶ τοῦ ποσοῦ ἢ τοῦ ποιοῦ καὶ τῶν ἄλλων, τί ἦν εἶναι λέγοντας ποιῷ ἢ τί ἦν εἶναι ποσῷ, ἀφαιροῦντας δὲ ἤτοι ἁπλῶς δὲ καὶ ἄνευ προσθήκης λέγοντας ἐπὶ τῆς οὐσίας· εἶτα (δεῖ γὰρ τοῦ γὰρ συνδέσμου ἀντὶ τοῦ δὲ ἀκούοντας ὡς ἄλλο τι λέγοντος)3 δεῖ δὲ ἢ ὁμωνύμως ταῦτα φάναι ὄντα ἢ συνωνύμως· ἐπεὶ τό γε ὀρθόν ἐστι μήτε ὁμωνύμως, ὡς ἂν εἰ ἔλεγε, δεῖ τὴν οὐσίαν καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὰς λοιπὰς κατηγορίας ἢ ὁμωνύμως ὄντα λέγειν ἢ συνωνύμως, εἶτα ἐπικριτικὸν ἐπήνεγκε τὸ τό γε ὀρθὸν καὶ ἀληθές ἐστι μήτε ὁμωνύμως φάναι μήτε ὡσαύτως, ἀντὶ τοῦ συνωνύμως, ἀλλὰ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ὥσπερ καὶ τὸ ἰατρικὸν λέγεται πρὸς τὸ αὐτὸ καὶ ἕν, ἀντὶ τοῦ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, οὐ τὸ αὐτὸ δὲ καὶ ἕν, ἤτοι οὐ συνωνύμως δέ, οὐ μέντοι οὐδὲ ὁμωνύμως. οὐδὲ γὰρ τὸ ἰατρικὸν σῶμα καὶ σκεῦος οὔτε ὁμωνύμως λέγεται οὔτε καθ’ ἓν καὶ συνωνύμως, ἀλλὰ πρὸς ἕν, ἤγουν ὡς τὰ ἀφ’ ἑνός τε καὶ πρὸς ἕν. ὥσπερ οὖν ταῦτα οὐχ ἁπλῶς λέγεται ὄντα, ἀλλὰ πρώτως μὲν καὶ κυρίως ἡ οὐσία, δευτέρως δὲ καὶ αἱ λοιπαὶ κατηγορίαι, οὕτω καὶ ὁ πρώτως καὶ ἁπλῶς ὁρισμὸς καὶ τὸ τί ἦν εἶναι τῶν οὐσιῶν ἐστιν, ἔστι δὲ ὅμως καὶ τῶν ἄλλων ὥσπερ εἴρηται. τὸ δὲ ἀλλὰ ταῦτα μὲν ὁποτέρως τις ἐθέλει λέγειν διαφέρει οὐθέν, ταῦτα λέγων τὰ δέκα γενικώτατα γένη· εἴτε οὖν, φησί, συνωνύμως ὄντα λέγειν τις αὐτὰ βούλεται εἴτε ὁμωνύμως ἢ ὃ καὶ μᾶλλον τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, οὐδὲν πρὸς τὸν λόγον.

或者,所说的话并不是这个意思,而是说固然应当寻求并留意文句的文雅与优美,以免其枯燥乏味,但这也仅限于符合事物本性究竟如何以及应当如何被述说和构想的程度。他在中途置入这句话之后说道:“因此现在也是,既然所说的事情是明晰的”——也就是说,既然显然“是什么”严格而言被述说于实体,且怎是也将原初并绝对地属于实体,随后怎是也将属于其他范畴,但并非绝对地属于,而是带有附加限制地属于,例如属于某种性质的怎是或属于某种数量的怎是,正如“是什么”并非绝对地属于它们,而是绝对地属于实体,对它们则是带有“是什么性质”这种附加限制;同样,怎是也是带有附加限制地属于,如属于某种性质的怎是或属于某种数量的怎是。正如不可知的事物被称为“可知的”,并非绝对地因为关于它存在着知识,而是因为关于它存在着“它是不可知的”这一知识,同样,在这些范畴上,怎是也不是绝对地被述说于它们,而是带有附加限制地被述说。因此,文句的句法大致是这样的:“怎是同样也将原初并绝对地属于实体,随后也将属于其他范畴,并非绝对的怎是,而是某种性质或某种数量的怎是,正如‘是什么’那样”;因为“是什么”确实不是绝对地属于它们,而是带有附加限制地属于。随后从另一个起点开始:“正如不可知的事物是可知的”,继而是“抑或通过附加和去除”,这样就是“因为必须说这些事物存在要么是同名异义的”,并且必须补充理解“要么是同名同义的”,从而接续着“既然正确的做法既不是同名异义地述说”,等等。因为“要么通过附加,要么通过去除”被中途插入(正如“正如不可知的事物是可知的”那样),以及“因为必须说这些事物是同名异义的”以残缺的方式被置入(因为本应添上“要么是同名同义的”),造成了极大的含混。也许这番话是这样的:“怎是将原初并绝对地属于实体,随后怎是也将属于其他范畴,但并非绝对地,而是正如‘是什么’并非绝对地属于它们那样,怎是亦同样,并且正如不可知的事物被称为可知并非绝对地,同样也必须这样述说这些事物,要么通过附加,要么通过去除——在数量、性质及其他范畴上是通过附加,述说属于某种性质的怎是或属于某种数量的怎是;而在实体上则是通过去除,亦即绝对地且不带附加地述说;随后(因为必须把连词‘因为’理解为代替‘但是’,仿佛在述说另一件事),‘但是必须说这些事物存在要么是同名异义的,要么是同名同义的;既然正确的做法既不是同名异义的’”,这犹如他说:必须把实体、数量、性质及其余范畴说成要么是同名异义地存在,要么是同名同义地存在;随后他加上作为评判的话:“正确且真实的乃是既不作为同名异义的来述说,也不以同样方式(用来代替同名同义)来述说,而是作为源于一且归于一的事物,正如‘医术的’也是朝向同一与单一者而被述说(用来代替源于一且归于一的事物),但并非同一且单一的事物(亦即并非同名同义),然而绝非同名异义。”因为无论医术的身体还是医术的器械,既非同名异义地被述说,亦非依于一且同名同义地被述说,而是朝向单一者,也就是作为源于单一者且朝向单一者之物。因此,正如这些事物并非绝对地被称为存在者,而是实体原初且严格地被称为存在者,其余范畴则次要地被称作存在者,同样,原初且绝对的定义和怎是属于实体,但正如所说的那样,它们也属于其他范畴。而“但是无论有人希望以这两种方式中的哪一种来述说这些事物,都没有什么分别”这一句,他所说的“这些事物”是指十个最高属;因此他说,无论有人希望说它们是同名同义地存在,还是同名异义地存在,或者——这更是如此——作为源于一且归于一的事物存在,这对于论证都无关紧要。

语法注3 条
  1. 7.9τοσοῦτον δὲ ὅσον γε πῶς ἔχει φύσεως τὰ πράγματα

    在相关结构 τοσοῦτον... ὅσον 中,ὅσον 分句省略了如 φροντιστέον(“应当留意”)之类的动词。πῶς ἔχει φύσεως 是 ἔχω 配合情态副词与表示状态的属格的句式,意为“事物在自然本性上处于何种状态”。

  2. 7.9ἢ προστιθέντας ἢ ἀφαιροῦντας

    宾格分词 προστιθέντας 与 ἀφαιροῦντας 与由非人称句式(如后文的 δεῖ λέγειν)所蕴涵的泛指发话者(宾格加不定词结构中的逻辑主语)保持一致,表示“人们要么通过附加,要么通过去除[来述说]”。

  3. 7.9δεῖ γὰρ τοῦ γὰρ συνδέσμου ἀντὶ τοῦ δὲ ἀκούοντας ὡς ἄλλο τι λέγοντος

    宾格分词 ἀκούοντας 充当非人称动词 δεῖ 的逻辑主语(“因为人们必须将……理解为……”),动词 ἀκούω 支配属格补足语 τοῦ γὰρ συνδέσμου(“把连词 γάρ 当作 δέ 来领会”)。这是亚历山大对亚里士多德原文中连词的句法修正。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:473.27-474.40