- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:472.11-473.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明形式并非与个体分离而是内在实体,因此并非依分有而被述说,偶性结合的说明即便更精确也并非定义或怎是;进而解释了“是什么”与定义如何原初地属于实体,同时带有附加限制地多义地适用于其他非实体范畴。
ταῦτα δὲ τὰ εἴδη ἐπειδὴ οὐδὲν ἄλλο εἰσὶν ἢ τὰ καθ’ ἕκαστα (ἐν γὰρ τοῖς καθ’ ἕκαστα αὐτοῖς τὸ εἶναι· περὶ τούτων γὰρ ὁ λόγος, ἀλλ’ οὐχὶ περὶ τῶν ἃ ἡ διάνοια γνωρίσασα παρ’ ἑαυτῇ ἔχει), ταῦτα οὖν τὰ εἴδη οὐ κατὰ μετοχὴν λέγονται,1 ἤτοι οὐχ ὡς συμβεβηκότα κατηγοροῦνται καὶ πάθη εἰσὶν ὧν κατηγοροῦνται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν ἢ τὸ θερμόν, ἀλλ’ ὡς οὐσίαι καὶ τῇ φύσει μηδὲν διαφέροντα τῶν μερικῶν, ἀλλὰ μόνῳ τῷ καθόλου. δύναται τὸ οὐ κατὰ μετοχὴν λέγονται νοεῖσθαι ἀντὶ τοῦ2 οὐ κεχωρισμένα ἐστὶ τὰ εἴδη, καθάπερ φησὶ Πλάτων, καὶ κατὰ μετοχὴν αὐτῶν τὰ καθ’ ἕκαστά ἐστιν, ἀλλ’ οὐσίαι εἰσὶν ἐν τοῖς καθ’ ἕκαστα μεμερισμέναι πως καὶ ἀμέριστοι, μεμερισμέναι μὲν ᾗ ἐν τοῖς καθ’ ἕκαστά εἰσιν, ἤτοι αὐτὰ τὰ καθ’ ἕκαστά εἰσιν, ἀμέριστοι δὲ κατὰ τὸ ταὐτὸν τῆς ἐν πᾶσιν εὑρισκομένης φύσεως. καὶ ἑκάστου μὲν καὶ τῶν ἄλλων λόγος ἐστὶ σημαίνων ὅτι ὑπάρχει τόδε τῷδε, ἐὰν τεθῇ ὄνομα, οἷον εἰ τῷ λευκῷ ἀνθρώπῳ τεθείη ὄνομα ἱμάτιον. ἔστι μὲν οὖν τοῦ ἱμάτιον ὀνόματος λόγος· σημαίνει γὰρ τὸ ἱμάτιον ὅτι τὸ λευκὸν ὑπάρχει τῷ ἀνθρώπῳ· οὐ μὴν ἔστιν ὁρισμὸς ὁ τοιοῦτος λόγος ὁ λέγων ὅτι τὸ λευκὸν ὑπάρχει τῷ ἀνθρώπῳ, οὐδὲ τί ἦν εἶναί ἐστι καὶ πρᾶγμα δυνάμενον εἶναι καθ’ αὑτὸ τὸ δηλούμενον ὑπὸ τοῦ τοιούτου λόγου. εἰπὼν δὲ ἀλλὰ λόγος μὲν ἔσται ἑκάστου καὶ τῶν ἄλλων τί σημαίνει, ἂν ᾖ ὄνομα, ὅτι τόδε τῷδε ὑπάρχει ἐπήγαγεν ἢ ἀντὶ λόγου ἁπλοῦ ἀκριβέστερος. ὅταν γὰρ λέγω ὅτι ἄνθρωπος λευκός, λόγον ἁπλοῦν φημι σημαίνοντα ὅτι ὑπάρχει τὸ λευκὸν τῷ ἀνθρώπῳ· ὅταν δὲ λέγω ὅτι ἄνθρωπός ἐστιν ἔχων χρῶμα διακριτικὸν ὄψεως ἢ ὅτι ζῷον πεζὸν δίπουν λευκόν, εἴρηκα λόγον ἀκριβέστερον· ἐπειδὴ γὰρ λευκόν, ἀληθεύεται ὅτι ἄνθρωπος λευκός. Οὕτως οὖν δείξας ὅτι τὸ τί ἦν εἶναι ἐπὶ μόνων τῶν οὐσιῶν ἐστι καὶ ὅτι τούτων μόνων εἰσὶν ὁρισμοί, ἐπάγει ἢ καὶ ὁρισμὸς ὥσπερ καὶ τὸ τί ἐστι πλεοναχῶς λέγεται, τουτέστιν ὥσπερ τὸ τί ἐστι λέγεται μὲν καὶ ἐπὶ τῆς οὐσίας καὶ ἐπὶ τοῦ ποσοῦ καὶ ἐπὶ τοῦ ποιοῦ (εἴρηκε γὰρ ἐν τῷ πρώτῳ τῶν Τοπικῶν “ὅταν μὲν γὰρ ἐκκειμένου ἀνθρώπου φῇ τὸ ἐκκείμενον ἄνθρωπον εἶναι ἢ ζῷον, τί ἐστι λέγει καὶ οὐσίαν σημαίνει· ὅταν δὲ χρώματος λευκοῦ ἐκκειμένου φῇ τὸ ἐκκείμενον λευκὸν εἶναι ἢ χρῶμα, τί ἐστι λέγει καὶ ποιὸν σημαίνει· ὅταν δὲ πηχυαίου μεγέθους ἐκκειμένου φῇ τὸ ἐκκείμενον πηχυαῖον εἶναι, τί ἐστιν ἐρεῖ καὶ ποσὸν σημαίνει· ὁμοίως δὴ καὶ ἐπὶ τῶν ἄλλων”), ὥσπερ οὖν τὸ τί ἐστι λέγεται πολλαχῶς καὶ ὑπάρχει πᾶσι τοῖς οὖσιν, ἀλλὰ τῷ μέν, ἤτοι τῇ οὐσίᾳ, πρώτως, τοῖς δ’ ἑπομένως, οὕτω καὶ τὸ τί ἐστι (λέγων τὸ τί ἐστι τὸν ὁρισμόν)3 πρώτως μὲν καὶ κυρίως τῇ οὐσίᾳ ὑπάρξει, τρόπον δέ τινα καὶ τοῖς ἄλλοις. ὅτι δὲ τὸ τί ἐστιν οὐ μόνον ἐπὶ τῆς οὐσίας λέγεται ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πάλιν δείκνυσι λέγων καὶ γὰρ τὸ ποιὸν ἐροίμεθ’ ἄν τί ἐστιν, ὥστε καὶ τὸ ποιόν ἐστι τῶν τί ἐστι. καὶ λέγεται ἐπὶ τοῦ ποιοῦ τὸ τί ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς· ἀλλ’ ὥσπερ καὶ τὸ μὴ ὂν λογικῶς καὶ ἐνδόξως ἐπιχειροῦντές τινές φασιν ὅτι τὸ μὴ ὂν ἔστιν, οὐχ ἁπλῶς δέ φασιν ὅτι ὑπάρχει καὶ ἔστι τῶν ὄντων, ἀλλ’ ὅτι ἔστι μέν, ἀλλ’ οὐκ ὂν ἀλλὰ μὴ ὄν, οὕτω καὶ τὸ ποιὸν λέγομεν αὐτὸ τί ἐστιν, ἀλλ’ οὐχ ἁπλῶς ὥσπερ ἐπὶ τῆς οὐσίας, ἀλλὰ μετὰ προσθήκης τί ἐστι ποιόν. ἐπὶ μὲν γὰρ τῆς οὐσίας ἁπλῶς καὶ χωρὶς προσθήκης φαμὲν τὸ τί ἐστιν, ἐπὶ δὲ τῶν ἄλλων, ὡς εἴρηται, μετὰ προσθήκης τί ἐστι ποιὸν ἢ τί ἐστι ποσόν. εἰπὼν οὖν ὅτι τὸ τί ἐστι λέγεται ἁπλῶς μὲν ἐπὶ τῆς οὐσίας, πῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων, λέγει ὅτι δεῖ μὲν οὖν σκοπεῖν καὶ πῶς δεῖ λέγειν περὶ ἕκαστα, τουτέστι δεῖ μὲν οὖν σκοπεῖν εἴτε οὕτως χρὴ λέγειν ὅτι τί ἐστι ποιόν, εἴτε ἁπλῶς τί ἐστιν.
然而,既然这些形式无非就是各个别事物(因为它们的存在就在个别事物自身之中;因为论述所关涉的是这些个别事物,而不是思想认识到并保存在自身之内的东西),那么这些形式就并非依分有而被述说,亦即并非作为偶性及被述说对象的性质而被谓述,如白、黑或热那样,而是作为实体被谓述,且在自然本性上与个别事物毫无差异,唯独因作为普遍者而有所不同。“并非依分有而被述说”也可以理解为:这些形式并不像柏拉图所说的那样是相分离的且各个别事物依对它们的分有而存在,而是存在于个别事物之中的实体,在某种意义上既是被分立的又是不可分立的——就其存在于个别事物之中,亦即就其本身就是个别事物而言,是被分立的;而在见于所有事物之中的本性的同一性上,则是不可分立的。 对于其他事物中的每一项,如果被赋予一个名称,也会有一个说明表明这一属性属于那一主体,例如若把“外衣”这个名称赋予白人。固然存在着对应于“外衣”这一名称的说明(因为外衣表明了白属于人);然而说明白属于人的这种说明绝非定义,由这种说明所表明的事情也既不是怎是,亦非能够依其自身存在的事物。在说了“但对于其他事物中的每一项,如果有一个名称,也会有一个关于其表示什么的说明,即表明这一属性属于那一主体”之后,他补充道:“或者代替一个单纯的说明,有一个更精确的说明。”因为当我说了“白人”时,我说出的乃是表明白属于人的单纯说明;而当我说了“具有区分视力的颜色的人”,或者“具有白色的二足陆生动物”时,我就说出了一个更为精确的说明;因为既然是白色的,那么“是白人”便是真的。 因此,在这样表明了怎是仅属于实体且定义仅属于实体之后,他接着提出:“抑或定义正如‘是什么’那样是多义地被述说的”,也就是说,正如“是什么”既被述说于实体,也被述说于数量和性质一样(因为他在《论题篇》第一卷中说过:“因为当一个人被提出时,若有人说所提出的是人或是动物,他便说了‘是什么’并表示实体;而当白色被提出时,若有人说所提出的是白或颜色,他便说了‘是什么’并表示性质;当一肘长的大小被提出时,若有人说所提出的是一肘长,他将说出‘是什么’并表示数量;其他范畴亦同样”),正如“是什么”是多义地被述说且属于一切存在者,但对其中之一(即实体)是原初地属于,对其他范畴则是随附地属于,同样地,“是什么”(他在这里用“是什么”指称定义)也将原初且严格地属于实体,而以某种方式也属于其他范畴。 他通过说“因为我们也可以问性质是什么,从而性质也属于‘是什么’之中”,再次表明“是什么”不仅被述说于实体,也被述说于其他范畴。并且,“是什么”确实被述说于性质,但并非绝对地述说;正如某些依逻辑和公认见解进行论证的人说“非存在是存在的”一样(但他们并不是绝对地断言它存在并且属于存在者,而是说它虽存在,但并非作为存在者存在,而是作为非存在存在),我们同样也说明性质本身是什么,但并非像在实体的情形中那样绝对地说明,而是带有附加限制地说明:是什么性质。因为在实体的情形中,我们绝对地且不带附加地讲“是什么”,而在其他范畴的情形中,如前所述,则是带有附加限制地讲“是什么性质”或“是什么数量”。因此,在说明了“是什么”在实体上是绝对地被述说,而在其他范畴上又是以何种方式被述说之后,他说:“因此必须考察对每一项应当如何述说”,也就是说,必须考察究竟是应当这样说“是什么性质”,还是绝对地说“是什么”。
- 7.9ταῦτα δὲ τὰ εἴδη ἐπειδὴ ... ταῦτα οὖν τὰ εἴδη οὐ κατὰ μετοχὴν λέγονται
由于由 ἐπειδή 引导的因果从句及其间的插入性理由说明(ἐν γὰρ τοῖς καθ’ ἕκαστα...)结构较长,作者通过带有复取小辞 οὖν 的 ταῦτα οὖν τὰ εἴδη 重新提示主语,以连接到主谓结构 οὐ κατὰ μετοχὴν λέγονται。
- 7.9δύναται τὸ οὐ κατὰ μετοχὴν λέγονται νοεῖσθαι ἀντὶ τοῦ
名词化的引用短语 τὸ οὐ κατὰ μετοχὴν λέγονται 作被动不定式 νοεῖσθαι 的主语。介词短语 ἀντὶ τοῦ 表示“替代……”或“解释为……”,统摄后文由 οὐ κεχωρισμένα ἐστὶ... ἀλλ’ οὐσίαι εἰσὶν... 构成的对比说明。
- 7.9λέγων τὸ τί ἐστι τὸν ὁρισμόν
双宾格结构(λέγω 支配两个宾格,意为“称 A 为 B”或“以 A 指 B”)。注疏家亚历山大在此用 τὸν ὁρισμόν 说明亚里士多德原文中的 τὸ τί ἐστι 指的就是定义。
