← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§471.1-472.11

怎是的实在性与第一实体的定义

亚历山大注释了亚里士多德在《形而上学》卷Z第4章中对怎是实在性的探究,并阐述了怎是仅严格属于第一实体这一论证。他还分析了亚里士多德关于名称与说明的同义性并不直接构成定义(以《伊利亚特》为例)的论述,并阐明了何为“原初之物”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.9#1

" Ἆρ’ ἔστι τί ἦν εἶναί τι ἢ ὅλως ἢ οὔ." Πολλαχοῦ μνησθεὶς τοῦ τί ἦν εἶναι (τοῦτο δ’ ἐστὶν ἡ ἑκάστου φύσις) καὶ ἐνδειξάμενος τὴν διαφορὰν αὐτοῦ ἥτις ἐστὶ πρὸς τὸν ὁρισμόν, καὶ εἰπὼν τί ἐστι τὸ τί ἦν εἶναι, ὅτι ἡ φύσις πάντων τῶν κατὰ μέρος ἀνθρώπων (λεγέσθω γὰρ ἐπὶ τῶν ἀνθρώπων) συνῃρημένως καὶ ἅμα νοουμένη, ἐπεὶ δή, ὡς ἐν τῇ Ἀποδεικτικῇ εἴρηται, προηγεῖται τὸ εἰ ἔστι τοῦ τί ἐστι, ζητεῖ εἰ ἄρα ἔστι τι τῶν ὄντων τὸ τί ἦν εἶναι ἢ οὔ· καὶ λύει συντόμως λέγων ὅπερ γάρ τι ἔστι τὸ τί ἦν εἶναι, τουτέστιν ἡ ἑκάστου οὐσία. εἰ οὖν τὸ τί ἦν εἶναι ἡ ἑκάστου οὐσία, τὰ δὲ καθ’ ἕκαστον ἔστι, δῆλον ἄρα ὅτι καὶ τὸ τί ἦν εἶναι τῶν ὄντων ἐστίν. καὶ ἐπεὶ τὸ τί ἦν εἶναι ἐπὶ τῶν οὐσιῶν ἐστιν, τουτέστι τὸ τί ἦν εἶναι οὐδὲν ἄλλο ἐστὶν ἢ πᾶσαι αἱ ἄτομοι ἐν ἑκάστῳ εἴδει οὐσίαι, αὗται μὲν καθ’ αὑτὰς εἰσιν· ὅταν δ’ ἄλλο κατ’ ἄλλου λέγηται, οὐκ ἔστιν ὅπερ τόδε τι καὶ καθ’ αὑτό. ὁ γὰρ λευκὸς ἄνθρωπος οὐκ ἔστι καθ’ αὑτό, ἀλλ’ ἐν τῷ ἀνθρώπῳ· τὸ γὰρ τόδε τι ταῖς οὐσίαις μόναις ἀφώρισταί τε καὶ ὑπάρχει. εἰ δὴ τὸ τόδε τι ταῖς οὐσίαις ὑπάρχει, ὁ δὲ λευκὸς ἄνθρωπος οὐκ ἔστιν οὐσία ἀλλὰ συμβεβηκός, οὐκ ἄρα ἐστὶν ὁ λευκὸς ἄνθρωπος τόδε τι καὶ καθ’ αὑτό. ὥστε ἐξ ἁπάντων τῶν εἰρημένων φανερόν ἐστιν ὅτι τὸ τί ἦν εἶναί ἐστιν ὅσων ὁ λόγος ὁρισμός ἐστι, τουτέστιν ἐκ τῶν ὄντων ἐπ’ ἐκείνων μόνων τὸ τί ἦν εἶναι λέγεται κυρίως τῶν οὐσιῶν, ὧν ὁ λόγος ὁρισμὸς ἤτοι ἀνάπτυξις καὶ ἀπαρίθμησίς ἐστι τῶν καθ’ αὑτὸ καὶ οὐσιωδῶς ὑπαρχόντων αὐταῖς. εἰπὼν δὲ ὥστε τὸ τί ἦν εἶναί ἐστιν ὅσων ὁ λόγος ὁρισμός ἐστιν, ἐπειδὴ οἱ ὁρισμοὶ ταὐτὸν σημαίνουσι τῷ ὀνόματι τοῦ τί ἦν εἶναι, ἐπήγαγεν ὁρισμὸς δ’ ἐστὶν οὐκ ἂν ὄνομα λόγῳ ταὐτὸν σημαίνῃ. δέον εἰπεῖν ‘ὁρισμὸς δὲ ἐστιν οὐκ ἐὰν λόγος ᾖ ὀνόματι ταὐτὸν σημαίνων’, εἶπεν ‘οὐκ ἂν ὄνομα ᾖ λόγῳ ταὐτὸν σημαῖνον’.1 ἐστὶ δὲ ὃ λέγει τοιοῦτον. οὐ πᾶς λόγος ὀνόματι ταὐτὸν σημαίνων ὁρισμός ἐστιν. εἰ γὰρ πᾶς λόγος ὀνόματι ταὐτὸν σημαίνων ὁρισμὸς ἦν, ἐπειδὴ δυνάμεθα παντὶ λόγῳ ὄνομα θεῖναι, πᾶς ἂν λόγος ὁρισμὸς ἦν· ὥστε ἐπειδὴ πάσῃ τῇ τοῦ Ὁμήρου ποιήσει κεῖται ὄνομα τὸ Ἰλιάς, ὁρισμὸς ἂν ἦν ἡ ποίησις· ταὐτὸν γὰρ δηλοῖ πάντα τὰ ἔπη, αὐτά φημι τὰ εἰκοσιτέτταρα βιβλία, ὅπερ τὸ Ἰλιὰς ὄνομα. οὐ πᾶς οὖν λόγος ὀνόματι ταὐτὸν σημαίνων ὁρισμός ἐστιν, ἀλλ’ ὅστις λόγος [ὃν] τῷ ὀνόματι ταὐτὸν δηλῶν καὶ ἀνάπτυξιν καὶ ἀπαρίθμησιν ἔχει τινῶν συνιστώντων εἶδος, ἢ μᾶλλον συνιστώντων πλῆθος ἐξ ὧν ἡ διάνοια τὸ καθόλου χωρίζει καὶ ἀποσυλᾶται, ἐκεῖνος ἂν εἴη ὁρισμός. εἰπὼν δὲ ὅτι ἐκεῖνος ὁ λόγος ἐστὶν ὁρισμός, ἐὰν ᾖ πρώτου τινός, τίνα βούλεται λέγειν πρῶτα σαφηνίζων ἐπήγαγε τοιαῦτα δ’ ἐστὶν ὅσα λέγεται μὴ τῷ ἄλλο λέγεσθαι,2 ὡς ἂν εἰ ἔλεγε, ταῦτα δὲ λέγω πρῶτα ὅσα λέγεται μὴ τῷ ἄλλῳ λέγεσθαι. ὅταν γὰρ λέγωμεν ὅτι λευκόν, οὐχὶ τὴν λευκότητα αὐτὴν καθ’ αὑτήν φαμεν, ἀλλὰ τὴν λελευκασμένην οὐσίαν, οἷον χιόνα, Σωκράτην ἢ ἄλλο τι τοιοῦτον. ὅταν δὲ λέγωμεν ὅτι ἄνθρωπος, οὐκ ἄλλο τί φαμεν, οὐδ’ ἄλλο τι προσλογιζόμεθα, ἀλλ’ αὐτὴν τὴν τοιάνδε οὐσίαν τὴν δυναμένην καθ’ αὑτὴν εἶναι. ἐκ δὴ τῶν εἰρημένων φανερὸν ὅτι οὐκ ἔστι τὸ τί ἦν εἶναι οὐδενὶ τῶν μὴ γένους εἰδῶν, ἀλλ’ ἐκείνων ἐστὶ τὸ τί ἦν εἶναι, ἅπερ ἐστὶν εἴδη γένους· εἰδῶν δὲ οὐ τῶν τυχόντων ἐστὶ τὸ τί ἦν εἶναι, ἀλλ’ εἰδῶν, ἅπερ εἰσὶν ἐξ οὐσιῶν ἀποσεσυλημένα, ἤτοι τὸ τί ἦν εἶναί ἐστι τῶν ἀτόμων, ἐξ ὧν τὰ εἴδη κεχώρισται.

“怎是究竟是某种东西,还是全然不存在?” 他在许多地方提到了怎是(而这就是各事物的本性),并指出了它与定义的差异,且说明了怎是什么,即所有个别人(姑且在人的情形下说)被总括且一同被思维的本性;既然如在《后分析篇》中所说,“是否存在”先于“是什么”,于是他探讨怎是究竟是否为存在者中的某种东西,抑或不是。他简明地解答说,“因为怎是正是一个‘这个’”,亦即各事物的实体。因此,如果怎是是各事物的实体,而个别事物是存在的,那么显然怎是也属于存在者。而且,既然怎是存在于实体的情形中,亦即怎是无非就是各形式中的一切不可分实体,这些实体固然依其自身存在;但当一物被述说于另一物时,它就并非正是一个“这个”且依其自身。因为白人并非依其自身存在,而是存在于人之中;因为“这个”仅被界定于实体,并且仅属于实体。那么,如果“这个”属于实体,而白人不是实体而是偶性,白人就不是一个“这个”且依其自身。因此,从所说的一切显而易见,怎是属于那些其说明即是定义的事物;也就是说,在存在者之中,怎是在严格意义上仅被述说于那些实体,它们的说明就是其定义,亦即依其自身且本质地属于它们的诸属性的展开和枚举。 在说了“因此怎是属于那些其说明即是定义的事物”之后,由于定义与怎是的名称表示相同的事物,他补充道:“然而定义并非如果名称与说明表示相同的事物。”他本应当说“定义并非如果说明与名称表示相同”,却说了“并非如果名称与说明表示相同”。他所说的是这样的意思:并非每一个与名称表示相同的说明都是定义。因为如果每一个与名称表示相同的说明都是定义,既然我们能够给每一个说明起一个名称,那么每一个说明就都将是定义了;从而,既然荷马的全部诗篇被命名为《伊利亚特》,该诗篇就将是定义了;因为所有的诗句,即二十四卷书本身,与《伊利亚特》这个名称所表明的事物相同。因此,并非每一个与名称表示相同的说明都是定义,而是唯有那个在与名称表明相同事物的同时,包含对构成形式的某些成分的展开与枚举的说明——或者更确切地说,包含对构成思想从中分离并提取出普遍者之复多的成分的展开与枚举的说明——那才会是定义。 在说明了唯有当说明属于某种原初之物时才是定义之后,为了阐明他意欲将哪些东西称为原初之物,他补充道:“而这类事物就是凡并非由于述说另一物而被述说者”;这仿佛是说:“我把那些并非由于在另一物中被述说而被述说的事物称为原初之物。”因为当我们说“白”时,我们说的不是白本身依其自身,而是被变白了的实体,如雪、苏格拉底或其他这类事物。但当我们说“人”时,我们说的并不是别的什么,也没有计入别的什么,而是能够依其自身存在的这种实体本身。由此可见,从所说的话显而易见,怎是不属于任何并非属的形式的事物,而是属于那些作为属的形式的事物;但怎是不属于随意的形式,而是属于从实体中提取出来的形式,亦即怎是属于形式从中被分离出来的不可分个体。

语法注2 条
  1. 7.9δέον εἰπεῖν ‘ὁρισμὸς δὲ ἐστιν οὐκ ἐὰν λόγος ᾖ ὀνόματι ταὐτὸν σημαίνων’, εἶπεν ‘οὐκ ἂν ὄνομα ᾖ λόγῳ ταὐτὸν σημαῖνον’

    δέον 是无人称动词 δεῖ 的中性分词宾格独立结构(accusative absolute),表达让步或转折对立,意为“本应当说……”。亚历山大在此指出,亚里士多德的原句(1030a7–8)颠倒了通常预期的主谓与与格配置,即本应由“说明”作主语、与“名称”相同,原文却将“名称”作主语、与“说明”相同。

  2. 7.9τοιαῦτα δ’ ἐστὶν ὅσα λέγεται μὴ τῷ ἄλλο λέγεσθαι

    τῷ 加上不定式(λέγεσθαι)是表示方式或原因的冠词不定式与格结构。不定式带有宾格 ἄλλο,但亚历山大紧接着将其转述为 μὴ τῷ ἄλλῳ λέγεσθαι(“并非由于在另一物中被述说”),明确将其理解为指称属性依附于另一个基体与格(ἄλλῳ)的述说关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:471.1-472.11