← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§469.19-470.39

关于复合体的怎是与定义可能性的疑难

对亚里士多德《形而上学》1029b22的注解。探讨复合体(“白人”,定名为“衣服”)是否存在怎是与定义,通过“非依其自身”的两种涵义(有无附加)提出复合体亦可能有定义的辩难,并为后文基于定义的多义性给出的解决作铺垫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.8

" Ἐπεὶ δέ ἐστι καὶ κατὰ τὰς ἄλλας κατηγορίας σύνθετα· ἔστι γάρ τι ὑποκείμενον ἑκάστῳ, οἷον τῷ ποιῷ καὶ ποσῷ." Ἐπειδὴ εἴρηκεν ὅτι ἡ ἐπιφάνεια οὐκ ἔστιν ὅπερ ἡ λευκὴ ἐπιφάνεια οὐδέ ἐστι τὸ ἐπιφανείᾳ εἶναι1 τὸ λευκῇ εἶναι, ζητεῖ λέγων ἐπειδὴ τὸ ποιὸν καὶ ποσὸν καὶ αἱ ἄλλαι κατηγορίαι ἑκάστη ὑποκείμενόν τι ἔχει, ἆρα ἐστι λόγος καὶ ὁρισμὸς τοῦ τί ἦν εἶναι ἑκάστῳ αὐτῶν, τουτέστιν ἆρα δύναταί τις μία φύσις εἶναι ὁ ἄνθρωπος καὶ τὸ λευκόν, καὶ ὑπάρχειν τὸ τί ἦν εἶναι τῷ λευκῷ ἀνθρώπῳ καὶ ἔστιν ὁρισμὸς τοῦ λευκοῦ ἀνθρώπου. ἐπειδὴ δὲ οἱ ὁρισμοὶ ὀνομάτων εἰσὶν ἀλλ’ οὐ λόγων, ἔμελλε δέ τις λέγειν ὅτι τοῦ ἄνθρωπος λευκὸς λόγου ὄντος ἀλλ’ οὐκ ὀνόματος, πῶς ἔσται αὐτοῦ ὁρισμός, λέγει ὅτι ἔστω δὴ ὄνομα τῷ λευκῷ ἀνθρώπῳ ἱμάτιον. ἔστιν οὖν ὁρισμὸς τοῦ ἱματίου, ἤτοι τοῦ λευκοῦ ἀνθρώπου, ἢ οὔ; καὶ ἐρωτήσας ἐπικρίνει λέγων ἀλλὰ μὴν οὐδὲ τῶν καθ’ αὑτὸ λεγομένων οὐδὲ τοῦτο· τουτέστιν ἐκείνων τῶν φύσεων τῶν καθ’ αὑτὸ οὐσῶν καὶ ἐν ὑπάρξει ὁρισμοὺς εἶναί φαμεν· ὁ δὲ λευκὸς ἄνθρωπος καθ’ αὑτὸ μὴ ὢν μηδὲ δυνάμενος εἶναι καθ’ αὑτό, ἀλλ’ ἐν τῷ ἀνθρώπῳ ὤν, ὥσπερ καὶ ὁ μουσικὸς Σωκράτης ἐν τῷ Σωκράτει, πῶς ἔσται τοῦ λευκοῦ ἀνθρώπου ὁρισμός; εἰ γὰρ ἦν αὐτοῦ ὁρισμός, ἦν ἂν καὶ τί ἦν εἶναι, ἤτοι φύσις αὐτὴ καθ’ αὐτὴν συγκεχυμένη καὶ ὑπὸ τοῦ ὁρισμοῦ ἀναπτυσσομένη· ἀλλ’ ὁ μὲν ἄνθρωπός ἐστιν, ὁ δὲ λευκὸς ἄνθρωπος οὐκ ἔστιν, ἀλλὰ συνέβη τῷ ἀνθρώπῳ. εἰπὼν δὲ ὅτι ὁ λευκὸς ἄνθρωπος οὐκ ἔστι τῶν καθ’ αὑτό, ἐπιχειρεῖ διὰ τῶν τοῦ μὴ καθ’ αὑτὸ σημαινομένων δεῖξαι ὅτι ὁ λευκὸς ἄνθρωπος τῶν καθ’ αὑτό ἐστι, λέγων ἢ τὸ οὐ καθ’ αὑτὸ λέγεται διχῶς, καὶ τούτου ἐστὶ τὸ μὲν ἐκ προσθέσεως, τὸ δὲ οὐκ ἐκ προσθέσεως. καὶ τοῦ μὲν ἐκ προσθέσεως οὐ καθ’ αὑτὸ τέθεικεν ὑπόδειγμα τὸ τὸ μὲν γὰρ τῷ αὐτὸ ἄλλῳ προσκεῖσθαι λέγεται. καὶ ἔστι τὸ λεγόμενον τοιοῦτον· εἴ τις ὁριζόμενος τὸ λευκὸν προσλάβοι καὶ τὸν τοῦ ἀνθρώπου ὁρισμόν, προστίθησι τὸ πρᾶγμα καὶ τὸν ὁρισμὸν αὐτοῦ ἐν ἄλλῳ πράγματι καὶ ὁρισμῷ. εἰ γάρ τις ὁριζόμενος τὸ λευκὸν λέγει ὅτι λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως ζῷον πεζὸν δίπουν, οὐχὶ λευκοῦ ὁρισμὸν ἀποδέδωκεν ἀλλὰ λευκοῦ ἀνθρώπου. καὶ διὰ τοῦτο οὐ καθ’ αὑτὸ ὡρίσατο τὸ λευκὸν διὰ τὸ τὸ λευκὸν ἐν ἄλλῳ ἤτοι τῷ ἀνθρώπῳ προσθεῖναι. τὸ μὲν οὖν οὕτω λέγεται οὐ καθ’ αὑτό, τὸ δὲ τῷ ἄλλο αὐτῷ.2 ἐλλιπῶς δὲ ἑρμηνευθὲν δεῖ προσθεῖναι τὸ δεῖν προσκεῖσθαι, ὃ οὐ πρόσκειται, ἵνα ᾖ τὸ πᾶν τοιοῦτον· τὸ δὲ λέγεται οὐ καθ’ αὑτὸ ἐν τῷ δεῖν ἄλλο προσκεῖσθαι αὐτῷ, ὃ οὐ πρόσκειται· οἷον εἰ τὸ ἱμάτιον σημαίνει τὸν λευκὸν ἄνθρωπον, ὁριζόμενος τὸ ἱμάτιον λέγει ὅτι ἱμάτιόν ἐστι χρῶμα διακριτικὸν ὄψεως. δέον γὰρ προσκεῖσθαι τῷ ὁρισμῷ τοῦ ἱματίου καὶ ἄλλο τι, οἷον τὸ ζῷον πεζὸν δίπουν, οὐ πρόσκειται, ὥστε οὐ καθ’ αὑτὸ ὡρίσατο τὸ ἱμάτιον. εἰ δὴ τὸ λευκὸν ὁριζόμενοι καὶ προσλαμβάνοντες τὸν ἄνθρωπον οὐ καθ’ αὑτὸ λέγεται, ὁμοίως δὴ καὶ τὸν λευκὸν ἄνθρωπον ὁριζόμενοι οὐ προσλαμβάνοντες τὸν ἄνθρωπον οὐ καθ’ αὑτὸ λέγεται, εἴπερ τὸ ἱμάτιον ὁριζόμενοι προσλάβοιμεν καὶ τὸ λευκὸν καὶ τὸν ἄνθρωπον, ἔσται τὸ ἱμάτιον, ἤτοι ὁ λευκὸς ἄνθρωπος, τῶν καθ’ αὑτό· εἰ δ’ ἐστὶ τῶν καθ’ αὑτό, ἔστιν ἄρα ὁρισμὸς αὐτοῦ, εἴπερ τῶν καθ’ αὑτὸ οἱ ὁρισμοί. οὐκ ἄρα καλῶς εἴρηται ὡς λευκὸς ἄνθρωπος οὐκ ἔστι τῶν καθ’ αὑτὸ λεγομένων, καὶ ἐπὶ τούτῳ οὐδὲ ὁρισμός ἐστιν αὐτοῦ. ταῦτα εἰπὼν τὴν μὲν ἀκριβῆ λύσιν μετ’ ὀλίγον ἐρεῖ, ὅταν λέγῃ ἢ καὶ ὁρισμὸς ὥσπερ καὶ τὸ τί ἐστι πλεοναχῶς λέγεται· καὶ γὰρ τὸ τί ἐστιν ἕνα μὲν τρόπον σημαίνει τὴν οὐσίαν. τὴν μὲν δὴ ἀκριβῆ λύσιν καὶ τὴν τοῦ λόγου διάρθρωσιν μετ’ ὀλίγον ἐρεῖ, αὐτὸς δὲ τὰ προσεχῶς εἰρημένα εἰπὼν ἐπήγαγε τὸ δὴ λευκὸς ἄνθρωπός ἐστι μὲν λευκόν, οὐ μέντοι τί ἦν εἶναι λευκῷ εἶναι ἀλλὰ τὸ ἱμάτιον εἶναι. τουτέστι τὸ δὴ λέγειν ἄνθρωπος λευκός ἔστι, τοῦτο ἀληθές· ἔστι γὰρ τὸ λευκὸν ἐν ἀνθρώπῳ, καὶ ἐπὶ τούτῳ ἀληθὲς λέγειν ὅτι ἄνθρωπος λευκός· οὐ μέντοι ἐστὶν ἀνθρώπῳ τὸ τί ἦν εἶναι τὸ λευκῷ εἶναι, ἤτοι οὐκ ἔστιν ὁ ἄνθρωπος ὅπερ τὸ λευκῷ ἀνθρώπῳ εἶναι. τὸ δὲ τί ἦν εἶναι λευκῷ ἀνθρώπῳ ὅπερ τὸ ἱματίῳ εἶναί ἐστιν· οὕτω γὰρ εἴρηται ὅτι ἔστω δὴ ὄνομα τῷ λευκῷ ἀνθρώπῳ τὸ ἱμάτιον.

“因为在其他范畴中也存在复合体;因为对每一范畴而言都存在某种基体,例如对质和量。” 在说明了表面并非正是白表面,对于表面而言的存在也并非对于白而言的存在之后,他提问说:既然质、量及其他各范畴都具有某种基体,那么对于它们中的每一者而言是否存在怎是的说明和定义呢,也就是说,人与白是否可能成为某种单一的本性,怎是否存在于白人之中,且是否存在白人的定义?然而,由于定义是针对名称而非针对说明的,而有人本打算说“‘白人’是说明而非名称,怎会有关于它的定义呢”,因此他说,姑且将白人的名称定为“衣服”。那么,究竟是否存在衣服即白人的定义,还是不存在呢?在提问之后,他作出裁决说:“然而确实,这也绝非属于依其自身而被言说的东西”;这就是说,我们主张定义属于那些依其自身存在且处于现成存在中的本性;但白人既非依其自身存在,也不能依其自身存在,而是存在于人之中,正如通晓音乐的苏格拉底存在于苏格拉底之中一样,又怎会有白人的定义呢?因为如果存在它的定义,也就当存在怎是,亦即自身混一并由定义展开的本性;然而人是存在的,白人却并非[依其自身]存在,而是人身上的偶性。 在指出白人并不属于依其自身的东西之后,他试图通过“非依其自身”的诸种含义来表明白人属于依其自身的东西,说:“或者,非依其自身乃是以两种方式言说的,其中一种是由于附加,另一种则并非由于附加。”关于由于附加而来的非依其自身,他提出的例证是:“因为一种是由于其自身被附加于他物而被言说的。”所说的意思是这样的:如果某人在定义白时把人的定义也附带摄取进去,他就把该事物及其定义附加在另一事物与定义之中了。因为如果某人在定义白时说,白是“两足的陆生动物,分离视觉的颜色”,他所给出的就不是白的定义,而是白人的定义。正因如此,由于将白附加于他物即人之中,他便没有依其自身定义白。因此,一种是以这种方式被称为非依其自身;“而另一种则是由于他物[附加]于其自身。”由于此处表述省缩,应当补上“应当附加却未被附加”,从而使得整体成为这样:“另一种被称为非依其自身,乃是由于应当有他物附加于其自身,却并未被附加”;例如,如果“衣服”表示白人,定义衣服的人却说衣服是分离视觉的颜色。因为衣服的定义中本应附加另外某种东西(例如两足的陆生动物),却未被附加,从而他并没有依其自身定义衣服。因此,如果定义白并附带摄取人被称为非依其自身,同样定义白人而不附带摄取人也被称为非依其自身,那么若我们在定义衣服时既附带摄取白又附带摄取人,衣服即白人就会属于依其自身的东西;而若它属于依其自身的东西,既然定义属于依其自身的东西,也就存在关于它的定义了。由此可见,说白人不属于依其自身被言说的东西、并基于此认为也没有它的定义,是说得不恰当的。 在说了这些之后,他将在稍后给出确切的解答,届时他说:“或者,定义正如‘是什么’一样也是在多种意义上言说的;因为‘是什么’在一种方式下确实表示实体。”确切的解答与论述的明确划分他固然将在稍后陈述,但他自己在说了紧接前文所陈述的各项之后,补充道:“因此,白人固然是白,然而并非对于白而言的怎是,而是对于衣服而言的存在。”也就是说,说“白人存在”,这是真的;因为白存在于人之中,因此说“人是白的”乃是真的;然而对于人而言,对于白而言的存在并非其怎是,也就是说,人并非正是对于白人而言的存在。但是,对于白人而言的怎是,正是对于衣服而言的存在;因为曾是这样说的:姑且将白人的名称定为“衣服”。

语法注2 条
  1. 7.8τὸ δὴ λευκὸς ἄνθρωπός ἐστι μὲν λευκόν, οὐ μέντοι τί ἦν εἶναι λευκῷ εἶναι ἀλλὰ τὸ ἱμάτιον εἶναι

    引用并总结亚里士多德的原文(1029b27–28)。主语为 τὸ ... λευκὸς ἄνθρωπος,ἐστι μὲν λευκόν(“固然是白”)构成第一述语,后接转折分句 οὐ μέντοι...(“然而并非……”)。其后的与格不定词短语 λευκῷ εἶναι(“对于白而言的存在”)作怎是(τί ἦν εἶναι)的补充成分,而 τὸ ἱμάτιον εἶναι(“对于衣服而言的存在”)由 ἀλλά 引出,构成对比的本质表述述语。

  2. 7.8τὸ δὲ τῷ ἄλλο αὐτῷ

    此处引用了亚里士多德极其简括的原文字句。与前文的 τῷ αὐτὸ ἄλλῳ προσκεῖσθαι(“由于其自身附加于他物”)相对照,但此处动词成分被省略。正如亚历山大紧接着所指出的,此处需理解为省缩表达,补充 δεῖν προσκεῖσθαι, ὃ οὐ πρόσκειται(“由于他物本应附加于其自身,却未被附加”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:469.19-470.39