- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:46.5-47.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在排除毕达哥拉斯派的同时对先前哲学家进行了总结(“直到意大利学派为止”),亚历山大对此阐明“直到”是指论述列举的顺序而非时间的先后,并考察了“更单一地/软弱地”与“更浑浊地”的异文。接着,他探讨了毕达哥拉斯派何以被说成设定了两个原理,辨析这究竟是指两个质料原理,还是指形式(奇数/有限)与质料(偶数/无限)。
" Μέχρι μὲν οὖν τῶν Ἰταλικῶν καὶ χωρὶς ἐκείνων μετριώτερον εἰρήκασιν." Ἰταλικοὺς μὲν τοὺς Πυθαγορικοὺς λέγει· ἐκεῖ γὰρ αὐτῶν Πυθαγόρας τὸ διδασκαλεῖον συνεστήσατο· ἐν γὰρ Τάραντι. εἰπὼν δὲ μέχρι τῶν Ἰταλικῶν προσέθηκε τὸ καὶ χωρὶς ἐκείνων, ἵνα μὴ ἐγκαταριθμῶμεν καὶ τούτους ταῖς λεγομέναις δόξαις, ἐπεὶ τοῦ μέχρι τινὸς ἔστιν ἀκούειν ὡς ἐκείνου τοῦ μέχρι ἐγκαταριθμουμένου τοῖς πρὸ αὐτοῦ. τὸ δὲ μέχρι οὐ κατὰ χρόνον λέγοι ἄν·1 οὐ γὰρ πρὸ Πυθαγόρου Ἐμπεδοκλῆς, οὗ τῆς δόξης μνημονεύει ὡς οὔσης ἐν τοῖς μέχρι τῶν Ἰταλικῶν· ἀλλὰ τὸ μέχρι ἐπὶ τῆς ἐξαριθμήσεως τῶν δοξῶν ὧν καταριθμεῖται. πρῶτον γὰρ ἐκείνων τῶν δοξῶν, εἶθ’ οὕτως τῆς τῶν Πυθαγορείων ἐμνημόνευσεν. εἰπὼν δὲ μέχρι τῆς τῶν Πυθαγορικῶν δόξης τοὺς πλείστους μαλακώτερον περὶ αἰτίας εἰρηκέναι, τουτέστιν ἑνὶ αἰτίῳ χρῆσθαι (τῷ γὰρ ὑλικῷ) χωρὶς τῶν δύο Ἀναξαγόρου τε καὶ Ἐμπεδοκλέους· οὗτοι γὰρ πρὸς τῇ ὑλικῇ καὶ τὴν ποιητικὴν προσέλαβον, ὁ μὲν ἓν τοῦτο λέγων ὁ Ἀναξαγόρας, ὁ δὲ διελὼν εἰς δύο, Ἐμπεδοκλῆς γάρ· ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν πλὴν ὥσπερ εἴπομεν δυοῖν αἰτίαιν τυγχάνουσι κεχρημένοι, καὶ τούτων τὴν ἑτέραν οἱ μὲν μίαν ποιοῦσιν οἱ δὲ δύο, τὴν ὅθεν ἡ κίνησις, ᾧ λείποι ἄν τὸ τινὲς ἐξ αὐτῶν.2 γράφεται ἔν τισιν ἀντὶ τοῦ μοναχώτερον “μορυχώτερον,” ὃ ἐξηγούμενοι οἱ μὲν σκοτεινότερον λέγουσιν, οἱ δὲ μαλακώτερον. οὔτε δὲ τὸ ὄνομα γνώριμον, οὔτε ἀκόλουθον τοῖς προειρημένοις τὸ τοὺς μέχρι τῶν Πυθαγορείων εἰρηκότας περὶ ἀρχῶν σκοτεινότερον εἰρηκέναι· μᾶλλον γὰρ ἔστιν εὑρεῖν σκοτεινότερον εἰρημένα τὰ ὑπὸ τῶν Πυθαγορείων λεγόμενα. εἰ δὲ μαλακώτερον εἰπεῖν ἐβούλετο, ἐχρήσατο ἂν τῷ ὀνόματι αὐτῷ, ὥσπερ καὶ ἐν ἄλλοις. προελθὼν μέντοι περὶ πάντων τῶν εἰρηκότων πρὸ αὐτοῦ περὶ ἀρχῶν λέγει ‘‘ἀλλὰ πάντες ἀμυδρῶς μέν.’’ τοὺς δὲ Πυθαγορικούς φησι δύο μὲν καὶ αὐτοὺς τὰς ἀρχὰς λέγειν ὥσπερ καὶ ἄλλοι τὸ γὰρ κατὰ τὸν αὐτὸν εἰρήκασι τρόπον τούτου ἂν εἴη σημαντικόν. ἀλλὰ καὶ πρὸ ὀλίγου εἴρηκε καὶ αὐτοὺς μόνῃ τῇ ὑλικῇ αἰτίᾳ κεχρῆσθαι πῶς οὖν νῦν δύο λέγει; ἢ δύο λέγει οὐκ εἴδη αἰτίων, ἀλλὰ δύο τὰς ἀρχὰς τὰς ὑλικὰς ἐποίουν, ὥσπερ καὶ ἄλλοι οἱ γὰρ γῆν καὶ πῦρ θέμενοι δύο καὶ αὐτοὶ τὰς ὑλικὰς ἀρχὰς ἐποίουν. ἢ λέγει ὡς ἀρέσκον αὐτοῖς, ἢ καὶ ἑπόμενον ἐξ ὧν ἔλεγον, τὸ εἶναι μὲν αὐτοῖς ὕλην τὸν ἄπειρον ἀριθμόν (οὗτος δὲ ἦν ὁ ἄρτιος), εἶδος δὲ τὸν πεπερασμένον, ὃς ἦν ὁ περιττός καὶ γὰρ προελθὼν οὕτως περὶ αὐτῶν μνημονεύει. πῶς δὲ δύο ἔτι αἱ ἀρχαὶ κατὰ τοὺς Πυθαγορικούς, εἴγε, ὡς λέγει, τὸ πεπερασμένον καὶ τὸ ἄπειρον καὶ τὸ ἕν; τρεῖς γὰρ οὕτω γίγνονται. ἢ τὸ ἓν οὐκ ἦν ἔξω τούτων προείρηκε γὰρ ὅτι ἀρτιοπέριττον ἔλεγον τὴν μονάδα εἰ δὲ ἀρτιοπέριττον, καὶ πεπερασμένον καὶ ἄπειρον, ἄπειρον δὲ τὸ ἄρτιον καὶ πεπερασμένον τὸ περιττὸν κατ’ αὐτούς ἀρχαὶ γὰρ κατ’ αὐτοὺς περιττὸν καὶ ἄρτιον πρώτης τῆς μονάδος. καὶ οἱ τὰς δέκα δὲ ἐναντιώσεις ἐν ταῖς ἀρχαῖς θέμενοι τῶν Πυθαγορικῶν εἶεν καὶ αὐτοὶ δυοῖν ἀρχαῖν χρώμενοι ἀνήγαγον γὰρ ταύτας εἴς τε τὸ ἀγαθὸν καὶ κακόν, τὴν μὲν ἑτέραν τῶν συστοιχιῶν ἀγαθὸν τὴν δὲ ἑτέραν κακὸν λέγοντες.
“因此,直到意大利学派为止,并且除了他们之外,人们谈论得较为适度。” 他说“意大利人”是指毕达哥拉斯派;因为毕达哥拉斯在彼地,即塔拉斯,建立了他们的学园。他在说了“直到意大利学派为止”之后,加上了“并且除了他们之外”,以免我们把这些人也算入所陈述的见解之中;因为“直到某人为止”可以被理解为那个作为终点的人本身也被算在先于他的人之中。他说“直到……为止”大概不是按照时间说的;因为恩培多克勒并不是在毕达哥拉斯之前,而〔亚里士多德〕提及恩培多克勒的见解乃是将其包含在直到意大利学派的范围之内的;相反,“直到……为止”是指所列举的诸见解的编次。因为他先提到了那些见解,然后才提到了毕达哥拉斯派的见解。他说直到毕达哥拉斯派的见解为止,大多数人在原因方面谈论得较为软弱,也就是使用了单一的原因(即质料因),除了阿那克萨哥拉与恩培多克勒两人之外;因为这两人在质料因之外还引入了动力因,阿那克萨哥拉称此原因是一个,恩培多克勒则将其分为两个;他通过说“只是正如我们所言,他们碰巧使用了两种原因,而在这些原因中,对于运动之源泉,有些人定为一个,有些人定为两个”表明了这一点,在这句话中似乎缺失了“他们中的某些人”。在某些抄本中,不是“更单一地”,而是写着“更浑浊地”,对这一词的解释,有人说是“更晦涩”,有人说是“更软弱”。但这个词既不常见,说直到毕达哥拉斯派为止谈论原理的人谈论得更晦涩,也与前文不符;因为反倒是毕达哥拉斯派所说的内容可以被发现谈论得更晦涩。如果他是想说“更软弱”,他本会使用这个词本身,正如他在别处所做的那样。然而在后文中,关于在他之前谈论原理的所有人,他说“但所有人都是隐约地”。他说毕达哥拉斯派自己也像其他人一样主张两个原理;因为“他们以同样的方式谈论”正是表达了这个意思。但不久前他还说过他们也只使用了质料因;那么现在为何说两个呢?或者他是说这两个并不是原因的种类,而是他们设立了两个质料原理,正如其他人一样;因为那些设立土和火的人,自己也是确立了两个质料原理。或者他是作为他们的主张、或是作为由他们所言得出的必然推论来说:对他们而言,无限的数是质料(这便是偶数),而有限的数是形式(这便是奇数);因为在后文中他确实是这样提及他们的。但如果正如他所说,原理是有限、无限和一,那么依照毕达哥拉斯派,原理怎么还会是两个呢?因为这样就变成了三个。抑或一是并不在这两者之外的?因为他此前说过他们称单子为奇偶数;而如果它是奇偶数,它就既是有限的又是无限的,并且在他们看来偶数是无限,奇数是有限;因为在他们看来奇数与偶数首先乃是单子的原理。而毕达哥拉斯派中将十组对立置于原理之中的人,他们自身也同样使用了两个原理;因为他们将这些对立归结为善与恶,将两个对应列中的一列称为善,另一列称为恶。
- 1.44τὸ δὲ μέχρι οὐ κατὰ χρόνον λέγοι ἄν
指出了对于μέχρι(“直到……为止”)是表示时间的先后关系(κατὰ χρόνον),还是表示论述中见解的列举顺序(ἐπὶ τῆς ἐξαριθμήσεως τῶν δοξῶν)的解释选择。基于恩培多克勒在历史时代上晚于毕达哥拉斯的事实,亚历山大排除了时间顺序,确定其指示亚里士多德在行文中罗列见解的次序。
- 1.44ᾧ λείποι ἄν τὸ τινὲς ἐξ αὐτῶν
对所引用的亚里士多德文句(πλὴν ὥσπερ εἴπομεν δυοῖν αἰτίαιν...)中省略主语的构文补足说明。关系代词与格ᾧ(“在这一[句]中”)指代前引文句,λείποι ἄν为推测希求法,指出注解者认为该句在句法上缺少了“他们中的某些人”(τινὲς ἐξ αὐτῶν)这一主语成分。
