← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§468.7-469.18

复合项的非怎是性与定义中基体的附加

亚历山大逐字解释了亚里士多德的论证,即复合项(如“白表面”)因其所依凭的基体包含在其定义之中而并非怎是,并阐明了亚里士多德针对把“白表面”替换为“光滑表面”这一假想反驳的驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.7#2

Σωκράτους δὲ καὶ τοῦ τί ἦν εἶναι τοῦ ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος δηλουμένου οὐκ ἄλλη ἀλλ’ ἡ αὐτή.1 ἀλλὰ μὴν οὐδὲ τὸ ἐπιφανείᾳ εἶναί ἐστι τὸ ἐπιφανείᾳ εἶναι λευκῇ· οὐ γάρ ἐστι ταὐτὸν ἐπιφάνεια ἐπιφανείᾳ λευκῇ. καὶ τοῦ πῶς οὐ ταὐτὸν ἀλλ’ ἕτερόν ἐστι τὸ ἐπιφανείᾳ εἶναι τοῦ λευκῇ ἐπιφανείᾳ, πάνυ συντόμως καὶ διὰ τοῦτο ἀσαφῶς τὴν αἰτίαν ἐπήγαγεν2 εἰπὼν ὅτι πρόσεστιν αὐτό, αὐτὸ λέγων τὸ ὁριστὸν ἤτοι τὴν ἐπιφάνειαν· οὐκ ἔστιν οὖν τὸ ἐπιφανείᾳ εἶναι ὅπερ τὸ ἐπιφανείᾳ λευκῇ, ὅτι ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας λαμβάνεται ἡ ἐπιφάνεια. τὸν μὲν γὰρ Σωκράτην ταὐτόν φαμεν εἶναι τῷ ἀνθρώπῳ, ὅτι ὅταν ὁριζώμεθα τὸν ἄνθρωπον, οὐ λαμβάνομεν εἰς τὸν τοῦ ἀνθρώπου ὁρισμὸν τὸν ἄνθρωπον· οὐ γὰρ ὁριζόμενοι τὸν ἄνθρωπόν φαμεν ὅτι ἄνθρωπός ἐστιν ἄνθρωπος ζῷον πεζὸν δίπουν. τὴν δὲ λευκὴν ἐπιφάνειαν ὁριζόμενοι λαμβάνομεν εἰς τὸν ὁρισμὸν αὐτῆς αὐτὴν τὴν ἐπιφάνειαν· λέγομεν γὰρ ὅτι λευκὴ ἐπιφάνειά ἐστιν ἐπιφάνεια ἔχουσα χρῶμα διακριτικὸν ὄψεως· ὥστε εἴληπται ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας ἡ ἐπιφάνεια. εἰ δέ τις λέγοι ὅτι οὐ λήψομαι εἰς τὸν ὁρισμὸν τῆς λευκῆς ἐπιφανείας τὴν ἐπιφάνειαν, ἀλλ’ εἴποιμι ἂν ὅτι λευκὴ ἐπιφάνειά ἐστι χρῶμα διακριτικὸν ὄψεως, οὗτος ἴστω ὅτι ὁρισμὸν τῆς λευκότητος ἀπέδωκεν, ἀλλ’ οὐ τῆς λευκῆς ἐπιφανείας. εἰ δὴ τὸν Σωκράτην φαμὲν ὅπερ τὸν ἄνθρωπον, ὅτι ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου οὐ λαμβάνεται ἄνθρωπος, δῆλον ὡς ἐπειδὴ ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας λαμβάνεται ἡ ἐπιφάνεια, οὐκ ἔστιν ἡ ἐπιφάνεια ὅπερ ἡ λευκὴ ἐπιφάνεια. οὐκ ἔστιν οὖν, φησίν, ἡ ἐπιφάνεια ὅπερ ἡ λευκὴ ἐπιφάνεια, ἐπειδὴ πρόσεστιν αὐτό, αὐτὸ λέγων τὴν ἐπιφάνειαν. ἐπειδὴ οὖν πρόσεστιν αὐτό, ἤτοι ἡ ἐπιφάνεια, ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας, οὐκ ἔστιν ἡ ἐπιφάνεια ὅπερ ἡ λευκὴ ἐπιφάνεια. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως καὶ διὰ τί; ὅτι πρόσεστιν αὐτή. καὶ ἔστιν αὕτη σαφεστέρα ἡ γραφή. καὶ διὰ τί, φησίν, οὐκ ἔστιν ἡ ἐπιφάνεια ὅπερ ἡ λευκὴ ἐπιφάνεια; ὅτι πρόσεστιν αὐτὴ ἡ ἐπιφάνεια ἐν τῷ τῆς λευκῆς ἐπιφανείας ὁρισμῷ. ταῦτα εἰπὼν συμπεραίνεται λέγων, ἐν ᾧ ἄρα μὴ ἔνεστι λόγῳ αὐτὸ λέγοντι αὐτό,3 οὗτος ὁ λόγος τοῦ τί ἦν εἶναι ἑκάστῳ, τουτέστιν οὗτός ἐστι λόγος καὶ ὁρισμὸς ὁ δηλωτικὸς τοῦ τί ἦν εἶναι καὶ τῆς φύσεως ἑκάστῳ, ἐν ᾧ λόγῳ λέγοντι καὶ ἀναπτύσσοντι αὐτό, τὸ ὁριστόν, μὴ ἐνυπάρχει ἐν τῷ λόγῳ αὐτό, ἤτοι τὸ ὁριστόν. ἐν γὰρ τῷ τοῦ ἀνθρώπου λόγῳ, τῷ λέγοντι τί ἐστιν ἄνθρωπος, οὐκ ἐνυπάρχει ὁ ἄνθρωπος. ταῦτα εἰπὼν ἐπάγει ὥστε εἰ τὸ ἐπιφανείᾳ λευκῇ εἶναι ἐστι τὸ ἐπιφανείᾳ εἶναι λείᾳ, τὸ λευκῷ καὶ λείῳ εἶναι τὸ αὐτὸ καὶ ἕν. καὶ ἔστιν οἶμαι λύσις πρός τινα λόγον δυνάμενον φέρεσθαι πρὸς τὰ λεγόμενα· ὁ δὲ δυνάμενος λέγεσθαι λόγος τοιοῦτος ἂν εἴη. εἰ γὰρ ὅτι ἡ ἐπιφάνεια ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας λαμβάνεται, ἐπὶ τούτῳ λέγεις, ὦ Ἀριστότελες, τὴν ἐπιφάνειαν μὴ εἶναι ὅπερ ἡ λευκὴ ἐπιφάνεια, ἐν τῷ ὁρισμῷ τῆς λευκῆς ἐπιφανείας τὴν μὲν ἐπιφάνειαν οὐκ ἐάσομεν ἀλλὰ ληψόμεθα, τὸ δὲ λευκὸν παραλείψομεν· καὶ τοῦτο ποιησάντων πάντως δοίης ἂν τὴν ἐπιφάνειαν εἶναι ὅπερ ἡ λευκὴ ἐπιφάνεια. εἴποιμεν γὰρ ἂν οὕτως, ὅτι λευκὴ ἐπιφάνειά ἐστιν ἐπιφάνεια λεία. πρὸς δὴ τοῦτον τὸν λόγον οἶμαι ἐπῆκται τὸ ὥστε εἰ τὸ ἐπιφανείᾳ λευκῇ εἶναί ἐστι τὸ ἐπιφανείᾳ λείᾳ καὶ τὰ ἑξῆς, ἴσον λέγων, ὥστε εἰ τὴν λευκὴν ἐπιφάνειαν ὁριζόμενός τις ἐρεῖ ὅτι τὸ ἐπιφανείᾳ λευκῇ εἶναί ἐστι, ἤτοι ἐπιφάνεια λευκή ἐστι τὸ ἐπιφανείᾳ εἶναι λείᾳ, ἤτοι ἐπιφάνεια λεία, τὸ μὲν λευκὸν ὡρίσατο (τοῦτο γὰρ καὶ παρέλειπεν), τὴν δὲ λευκὴν ἐπιφάνειαν οὐχ ὡρίσατο· ὥστε ὅταν λέγῃ ὅτι λευκὴ ἐπιφάνειά ἐστιν ἐπιφάνεια λεία, οὐδὲν ἄλλο λέγει ἢ ὅτι τὸ λευκὸν λεῖόν ἐστιν καὶ ἔστι τὸ λευκῷ εἶναι καὶ λείῳ ταὐτὸν καὶ ἕν.

苏格拉底[的本性]与由“人”这一名称所表明的怎是[的本性]则并非不同,而是相同的。然而,对于表面而言的存在绝非对于白表面而言的存在;因为表面与白表面并非同一。至于为何对于表面而言的存在与对于白表面而言的存在并非同一而是有差异的,他极其简短因而在这一点上晦涩地补充了其原因,说“因为其自身被附加进去了”,他所说的“其自身”是指被定义项即表面。因此,对于表面而言的存在并非就是对于白表面而言的存在,因为在白表面的定义中,表面被摄取进去了。因为我们说苏格拉底与人是同一的,是因为当我们定义人时,我们并不把人摄取进人的定义之中;因为我们在定义人时,并不说人是“人,两足的陆生动物”。但我们在定义白表面时,却将表面本身摄取进它的定义中;因为我们说白表面是具有分拔视觉之颜色的表面;从而表面已被摄取在白表面的定义之中。但若有人说,“我并不把表面摄取进白表面的定义中,而宁可说白表面是分拔视觉的颜色”,此人应当知道,他给出的是白色的定义,而非白表面的定义。如果我们确实因为在人的定义中人未被摄取,便说苏格拉底正是人,那么显而易见,既然在白表面的定义中表面被摄取进去了,表面就并非正是白表面。因此他说,表面并非正是白表面,“因为其自身被附加进去了”,他以“其自身”指表面。因此,既然其自身即表面在白表面的定义中被附加进去了,表面就并非正是白表面。另有一种异文流传如此:“且为何如此?因为她自身(autē)被附加进去了”;而这一异文更为明晰。他说,为何表面并非正是白表面呢?因为表面本身在白表面的定义中被附加进去了。在说了这些之后,他得出结论说:“因此,在陈述其自身而其自身并不存在于其中的说明中,这说明就是各事物之怎是的说明”,也就是说,这表明各事物之怎是与本性的说明和定义就是指:在陈述并展开其自身即被定义项的说明中,其自身即被定义项并不内在存在于该说明之中。因为在陈述人是什么的人的说明中,人并不内在存在。在说了这些之后,他补充道:“从而,如果对于白表面而言的存在就是对于光滑表面而言的存在,那么对于白而言的存在与对于光滑而言的存在就是同一且唯一的。”依我之见,这是针对可能对所说内容提出的某种论辩的解答;而那可能被陈述的论辩当是如此的:“亚里士多德啊,如果是因为表面被摄取在白表面的定义中,基于这一点你说表面并非正是白表面,那么在白表面的定义中我们不会丢下表面而是会摄取它,但我们会省去白;当我们这样做了之后,你无论如何都会承认表面正是白表面。因为我们大可这样说:白表面是光滑的表面。”依我之见,正针对这一论辩,才补充了“从而,如果对于白表面而言的存在就是对于光滑表面而言的存在”及下文,其意等同于说:从而,如果某人在定义白表面时说,对于白表面而言的存在是——也就是白表面是——对于光滑表面而言的存在,也就是光滑的表面,那么他定义了白(因为他正是省去了它),却没有定义白表面;从而当他说白表面是光滑表面时,他所说的无非是白是光滑的,且对于白而言的存在与对于光滑而言的存在是同一且唯一的。

语法注3 条
  1. 7.7Σωκράτους δὲ καὶ τοῦ τί ἦν εἶναι τοῦ ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος δηλουμένου οὐκ ἄλλη ἀλλ’ ἡ αὐτή.

    承接前一句(§7.7#1末尾的 ἄλλη γὰρ φύσις ἐπιφανείας καὶ ἄλλη λευκοῦ)而省略了表语名词 φύσις,句意为“苏格拉底的[本性]与由‘人’这一名称所表明的怎是的[本性]并非不同,而是同一的”。

  2. 7.7καὶ τοῦ πῶς οὐ ταὐτὸν ἀλλ’ ἕτερόν ἐστι τὸ ἐπιφανείᾳ εἶναι τοῦ λευκῇ ἐπιφανείᾳ, πάνυ συντόμως καὶ διὰ τοῦτο ἀσαφῶς τὴν αἰτίαν ἐπήγαγεν

    语序倒置(hyperbaton)。句首的属格从句 καὶ τοῦ πῶς οὐ ταὐτὸν ... 依附于主句的宾语 τὴν αἰτίαν,作说明性属格,意为“关于对于表面而言的存在如何与对于白表面而言的存在并非同一而是有差异的……原因,他补充道”。

  3. 7.7ἐν ᾧ ἄρα μὴ ἔνεστι λόγῳ αὐτὸ λέγοντι αὐτό

    引自亚里士多德原文(1029b19-20)。正如亚历山大的阐释(ἐν ᾧ λόγῳ λέγοντι ... αὐτό, τὸ ὁριστόν, μὴ ἐνυπάρχει ... αὐτό, ἤτοι τὸ ὁριστόν)所示,分词 λέγοντι 与关系分句中的名词 λόγῳ 一致,第一个 αὐτό 是 λέγοντι 的宾语(即被定义项自身),第二个 αὐτό 是 μὴ ἔνεστι 的主语(即被定义项自身并不内在于其中)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:468.7-469.18