← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§466.34-468.7

怎是与定义的区分及自身属性的规定

亚里士多德在《形而上学》卷Ζ第4章(1029b12)开始对怎是进行逻辑考察,注疏者首先区分了怎是与定义(作为叠合整体的本性之把握与各组成部分的展开及列举),进而解释了“就其自身所言说者”的涵义,并说明了为何偶性(如有音乐修养的)与原初固有着(如表面之于白)被排除在怎是之外。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.7#1

" Καὶ πρῶτον εἴπωμεν ἔνια περὶ αὐτοῦ λογικῶς." Εἰπὼν ὅτι δεῖ θεωρῆσαι περὶ τοῦ τί ἦν εἶναι καὶ ἐκ τούτου μεταβῆναι ἐπὶ τὰ ὅλως γνωστά, φησὶν ὅτι πρῶτον εἴπωμεν ἔνια περὶ τοῦ τί ἦν εἶναι λογικῶς. ἀλλὰ πρὸ τῆς τῶν λεγομένων σαφηνείας τοσοῦτον διοριστέον, ὅτι ἄλλο μέν φησι τὸ τί ἦν εἶναι καὶ ἄλλο τὸν λόγον ἤτοι τὸν ὁρισμόν. τί ἦν εἶναι μὲν λέγει αὐτὸ τὸ πρᾶγμα καὶ τὴν φύσιν αὐτοῦ, συνημμένως καὶ συνεπτυγμένως καὶ ἅμα ὡς ἓν νοουμένην, οὗ δηλαδὴ σημαντικόν ἐστι τὸ ὄνομα. τὸ γὰρ ἄνθρωπος ὄνομα σημαντικόν ἐστι τοῦ τί ἦν εἶναι, ἤγουν αὐτῆς τῆς φύσεως τοῦ πράγματος τῆς ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος δηλουμένης. τί ἦν εἶναι μὲν λέγει τὴν συνειλημμένως καὶ ἅμα καὶ ὡς φύσιν νοουμένην, οἷον τὴν τοῦ ἀνθρώπου φύσιν (γινέσθω γὰρ ἐπὶ τοῦ ἀνθρώπου τὸ ὑπόδειγμα), ὁρισμὸν δὲ λέγει τὴν κατὰ ἀνάπλωσιν καὶ ἀπαρίθμησιν τῶν ἐξ ὧν σύγκειται τὸ εἶδος μερῶν νόησιν.1 καὶ τοῦτο διαφέρει τὸ τί ἦν εἶναι τοῦ ὁρισμοῦ, ὅτι ἐκεῖνο μέν ἐστι νόησις συγκεχυμένη καὶ ὡς φύσιν καὶ ὡς ἓν τὸ πρᾶγμα θεωροῦσα, ὁ δὲ ὁρισμὸς ἀνάπτυξίς τις τοῦ πράγματος καὶ ἀπαρίθμησις τῶν αὐτοῦ μερῶν. καὶ ταῦτα μὲν προδιήρθρωται τῆς τῶν λεγομένων ἕνεκεν σαφηνείας, ἐπὶ δὲ τὴν τῶν λεγομένων σαφήνειαν κατὰ τὸ δυνατὸν τρεπτέον. τὸ τί ἦν εἶναί ἐστιν ὃ λέγεται ἕκαστον καθ’ αὑτό· ἕκαστος γὰρ τῶν κατὰ μέρος ἀνθρώπων λέγεται καθ’ αὑτὸ τὸ τί ἦν εἶναι. εἰλήφθω γὰρ ἀντὶ τοῦ τί ἦν εἶναι τὸ δηλωτικὸν αὐτοῦ ὄνομα τὸ ἄνθρωπος, καὶ ἔσται σαφὲς ὃ λέγεται. τὸ τί ἦν εἶναι, φησίν, ἐστί, τουτέστιν ἄνθρωπός ἐστιν, ὅπερ λέγεται ἕκαστον τῶν κατὰ μέρος καθ’ αὑτό. ὁ γὰρ Σωκράτης ἐκεῖνο τὸ ὄνομα λέγεται, τουτέστι τὸ ἄνθρωπος· εἰ δ’ ὁ Σωκράτης λέγεται ἄνθρωπος, δῆλον ὡς λέγεται καὶ ἐκεῖνο, λέγω δὴ τὸ ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος σημαινόμενον. ἐκεῖνο οὖν ἐστι τὸ τί ἦν εἶναι. ὁ γὰρ Ἀλέξανδρος λέγεται ἄνθρωπος, ὅπερ ἐστὶ δηλωτικὸν τοῦ τί ἦν εἶναι. εἰπὼν δὲ ὅτι τὸ τί ἦν εἶναί ἐστιν ὃ λέγεται καὶ ὀνομάζεται ἕκαστον καθ’ αὑτό, ἑρμηνεύων τίνος ἕνεκα τὸ καθ’ αὑτὸ πρόσκειται, ἐπήγαγεν οὐ γάρ ἐστι τὸ σοὶ εἶναι τὸ μουσικῷ εἶναι, τουτέστι λέγεται ὁ Σωκράτης μουσικός, ἀλλ’ οὐκ ἔστι τὸ Σωκράτει εἶναι τὸ μουσικῷ εἶναι· οὐδ’ ἔστιν ἡ φύσις αὐτοῦ τὸ μουσικῷ εἶναι· οὐ γὰρ καθ’ αὑτό ἐστι μουσικός, οὐδὲ τὸ τί ἦν εἶναι, ὃ λέγεται ὁ Σωκράτης, ἐστὶ τὸ μουσικόν· ἀλλ’ ὃ ἄρα ἐστὶ καθ’ αὑτὸ ὁ Σωκράτης, ἐκεῖνό ἐστι τὸ τί ἦν εἶναι τοῦ Σωκράτους καὶ τῶν κατὰ μέρος ἀνθρώπων. εἰπὼν δὲ ὅτι τί ἦν εἶναί ἐστι τὸ καθ’ αὑτὸ ὑπάρχον τοῖς μερικοῖς καὶ ὅπερ ἕκαστον λέγεται, ἐπειδὴ καθ’ αὑτὸ ὑπάρχει καὶ ἐν τῇ ἐπιφανείᾳ τὸ λευκόν, ἐπήγαγε τὸ οὐδὲ δὴ τοῦτο πᾶν, ὡς ἂν εἰ ἔλεγεν ὅτι οὐ πᾶν τὸ καθ’ αὑτὸ ὑπάρχον τινὶ τοῦτο τί ἦν εἶναί ἐστι τῷ ἐν ᾧ ὑπάρχει.2 οὐ γὰρ οὕτω φαμὲν καθ’ αὑτὸ τὸ τί ἦν εἶναι ὑπάρχειν ἐν τοῖς μέρεσιν αὐτοῦ, ὡς τῇ ἐπιφανείᾳ τὸ λευκόν· τὸ μὲν γὰρ τί ἦν εἶναι λέγεται καθ’ αὑτὸ ὑπάρχειν τοῖς μέρεσιν αὐτοῦ, ἤτοι τοῖς ἀτόμοις, ὅτι ἕκαστον αὐτῶν τὸ τί ἦν εἶναί ἐστι καὶ ἐν ἑκάστῳ τελεία ἡ φύσις αὕτη ὑπάρχει, τὸ δὲ λευκὸν ὑπάρχειν λέγεται τῇ ἐπιφανείᾳ καθ’ αὑτὸ ἀντὶ τοῦ πρώτως· διὰ γὰρ τὸ ἐν αὐτῇ πρῶτον ὑπάρχειν, αὕτη δ’ ἐστὶν ἐν σώματι, λέγεται τὸ σῶμα λευκόν. οὐκ ἔστιν οὖν τὸ λευκὸν τῇ ἐπιφανείᾳ καθ’ αὑτὸ ὡς τὸ τί ἦν εἶναι τοῖς μέρεσιν αὐτοῦ, διότι τὸ μὲν Σωκράτει εἶναι τὸ ἀνθρώπῳ εἶναί ἐστιν, ἀνθρώπῳ εἶναι λέγων κατὰ δοτικὴν πτῶσιν τὸ τί ἦν εἶναι τὸ ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος δηλούμενον,3 τὸ δ’ ἐπιφανείᾳ εἶναι οὐκ ἔστι τὸ λευκῷ εἶναι· ἄλλη γὰρ φύσις ἐπιφανείας καὶ ἄλλη λευκοῦ.

“首先让我们以逻辑的方式就它谈论几点。” 在说了必须考察怎是并由此过渡到全然可知晓的事物之后,他说,首先让我们以逻辑的方式就怎是谈论几点。但在所论述内容的明晰化之前,必须做出如此程度的区分:即他所说的怎是一回事,而说明或定义则是另一回事。所谓怎是,他指的是事物本身及其本性,被连结地、折叠在一起地且同时作为一而被思想者,这显然就是名称所表示的。因为“人”这个名称所表示的就是怎是,也就是由“人”这个名称所表明的事物本性本身。他将那被统括地、同时地且作为一种本性而被思想者称为怎是,例如人的本性(让我们在人的例子上说明);而将按照构成形式之各部分的展开与列举而有的思想称为定义。怎是与定义在此点上有所区别:前者是一种混融的思想,将事物作为一种本性且作为一加以考察,而定义则是事物的某种展开以及对其各部分的列举。为了使所论述的内容明晰,这些已预先做了厘清,而我们应当尽可能转向所论述内容的明晰化。怎是就是每个事物就其自身而言所被言说的东西;因为每个个别的人就其自身而言都被称为怎是。因为若以表明它的名称“人”来代替怎是,所言说的就会很明晰。他说,怎是——也就是人——就是个别事物的每一个就其自身而言所被言说者。因为苏格拉底被称为那个名称,即“人”;如果苏格拉底被称为人,显然他也被称为那个东西,我是说由“人”这个名称所表示的东西。因此那个东西就是怎是。因为亚历山大被称为人,而这正是表明怎是的。在说了怎是就是每个事物就其自身而言所被言说和称呼的东西之后,为了解释出于何种缘故附加了“就其自身”,他接着说:“因为对于你而言的存在并非对于有音乐修养者而言的存在”,也就是说,苏格拉底被称为有音乐修养的,但对于苏格拉底而言的存在并非对于有音乐修养者而言的存在;他的本性也不是对于有音乐修养者而言的存在;因为他并非就其自身而言是有音乐修养的,苏格拉底所被言说的怎是也不是这有音乐修养者;相反,苏格拉底就其自身而言所是的那个东西,那才是苏格拉底以及各个个别的人的怎是。在说了怎是就是就其自身属于个别事物且每个事物所被言说的东西之后,既然白色也依其自身属于表面,他便补充道:“但也决非所有这些都是如此”,这宛如他在说,并非一切依其自身属于某物的东西,对它所属的存在物而言都是怎是。因为我们并不是像白色属于表面那样,说怎是依其自身属于其各部分;因为怎是被说成依其自身属于其各部分即各个体,是因为它们之中的每一个都是怎是,且在每一个之中都存在这一完满的本性;而白色被说成依其自身属于表面,则是代指第一性地属于;因为由于它首先存在于表面中,而表面又在物体中,物体才被称为白色的。因此,白色依其自身属于表面,并不像怎是属于其各部分那样,因为对于苏格拉底而言的存在就是对于人而言的存在(他以与格形式说“对于人而言的存在”,指由“人”这一名称所表明的怎是),但对于表面而言的存在并不是对于白而言的存在;因为表面的本性是一回事,而白色的本性是另一回事。

语法注3 条
  1. 7.7ὁρισμὸν δὲ λέγει τὴν κατὰ ἀνάπλωσιν καὶ ἀπαρίθμησιν τῶν ἐξ ὧν σύγκειται τὸ εἶδος μερῶν νόησιν

    动词 λέγει 的直接宾语是宾格名词 νόησιν。在定冠词 τὴν 与中心名词 νόησιν 之间嵌入了介词短语 κατὰ ἀνάπλωσιν καὶ ἀπαρίθμησιν 及其限定属格 τῶν ... μερῶν(超步法),句式骨架为“按照构成形式的各部分的展开与列举而有的思想”。

  2. 7.7οὐ πᾶν τὸ καθ’ αὑτὸ ὑπάρχον τινὶ τοῦτο τί ἦν εἶναί ἐστι τῷ ἐν ᾧ ὑπάρχει

    主语名词短语 πᾶν τὸ καθ’ αὑτὸ ὑπάρχον τινὶ(一切依其自身属于某物的东西)由指示代词 τοῦτο 复指,后接表语 τί ἦν εἶναι。句末的与格短语 τῷ ἐν ᾧ ὑπάρχει 是怎是判断结构(或与 ἐστί 配合)的领属/关涉与格,意为“对它所属的存在物而言是怎是”。

  3. 7.7ἀνθρώπῳ εἶναι λέγων κατὰ δοτικὴν πτῶσιν τὸ τί ἦν εἶναι τὸ ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος δηλούμενον

    分词 λέγων 的直接宾语是 τὸ τί ἦν εἶναι τὸ ὑπὸ τοῦ ἄνθρωπος ὀνόματος δηλούμενον(由“人”这一名称所表明的怎是),句首的 ἀνθρώπῳ εἶναι 则是作为被引述的程式化表达充当宾语补足。介词短语 κατὰ δοτικὴν πτῶσιν(“以与格形式”)指出了该表达所使用的语法格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:466.34-468.7