← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§465.17-466.33

从对我们可知者向本性可知者的认识过渡

针对亚里士多德在《形而上学》VII 3(1029b1)中关于考察怎是须从对我们而言可知晓的具身形式过渡到本性上可知晓的形式这一认识论顺序,亚历山大借助立法者善用惩罚、索西格尼斯施教以及小孩子辨认父亲等例证,阐释了这一认识进路的要义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.6

" Ἐπεὶ δ’ ἐν ἀρχῇ διειλόμεθα πόσοις ὁρίζομεν τὴν οὐσίαν." Μέλλων ἐπὶ τὴν τῶν εἰδῶν ἐξέτασιν χωρεῖν καὶ ζητεῖν εἰ ἐνδέχεται χωριστὰ εἶναι καὶ καθ’ αὑτὰ χωρὶς ὕλης ἢ μή, λέγει ὅτι θεωρητέον πρῶτον τὰ ἔνυλα εἴδη καὶ γνώριμα ἡμῖν ὅπως ἔχει. ἐκ τούτων γὰρ γνωσόμεθα καὶ περὶ ἐκείνων, εἴτε εἰσίν, ὡς ὁ Πλάτων λέγει, εἴτε οὔκ εἰσιν. λέγει δὴ ὅτι ἐπεὶ ἐν ἀρχῇ διειλόμεθα) πόσοις ὁρίζομεν τὴν οὐσίαν (εἶπε γὰρ πρὸ ὀλίγου ὅτι τετραχῶς, τὸ τί ἦν εἶναι αὐτῆς καὶ τὸ καθόλου καὶ τὸ γένος καὶ τὸ ὑποκείμενον), ἐπειδὴ οὖν διειλόμεθα) ὁσαχῶς ἡ οὐσία, καὶ ἐδόκει ἓν τῶν τῆς οὐσίας σημαινομένων εἶναι τὸ τί ἦν εἶναι, θεωρητέον, φησί, περὶ τοῦ τί ἦν εἶναι, τουτέστι περὶ τοῦ εἴδους τοῦ ἐν τοῖς αἰσθητοῖς καὶ ἀχωρίστου· ἐκ τούτου γὰρ δῆλον ἡμῖν γενήσεται καὶ περὶ τῶν καθόλου, ἤτοι τῶν ἰδεῶν, εἴτε εἰσὶν εἴτε μάτην λέγονται. εἰπὼν δὲ ὅτι θεωρητέον περὶ αὐτοῦ ἐπήγαγε πρὸ ἔργου γὰρ τὸ μεταβαίνειν εἰς τὸ γνωριμώτερον,1 τουτέστιν ἄξιον γὰρ καὶ ὠφελείας τῆς μεγίστης ἐστὶ τὸ μεταβαίνειν εἰς τὰ γνώριμα ἡμῖν καὶ σαφέστερα, καὶ ἐκ τούτων ἀνάγεσθαι ἐπὶ τὰ ἀσαφέστερα καὶ ἀγνωστότερα. οὕτω γὰρ πᾶσιν ἡ μάθησις γίνεται· μανθάνομεν γὰρ ἐκ τῶν ἡμῖν μὲν γνωρίμων τῇ φύσει δ’ ἀγνώστων. τούτου γὰρ δηλωτικόν ἐστι τὸ διὰ [τοῦ πρώτου] τῶν ἧττον γνωρίμων τῇ φύσει. γνώριμα γάρ ἐστι καὶ τῇ φύσει τὰ ἡμῖν γνώριμα, ἀλλ’ ἧττον μὲν ἐκείνῃ, μᾶλλον δὲ ἡμῖν. μανθάνομεν δὴ διὰ τῶν ἡμῖν γνωρίμων τὰ τῇ φύσει γνώριμα ἡμῖν δὲ ἄγνωστα, καὶ τοῦτο πᾶσιν ἔργον ἐστὶ τὸ ἐκ τῶν αὐτοῖς γνωρίμων μανθάνειν τὰ φύσει γνώριμα. ὥσπερ γὰρ ἐν ταῖς πράξεσι σπουδάζουσιν οἱ νομοθέται, ἵνα ἐκ τῶν ἑκάστῳ ἀγαθῶν ἀπεργάσωνται τὰ ὅλως καὶ καθ’ αὑτὰ ἀγαθὰ πᾶσι τοῖς πολίταις ἀγαθά (οἷον καθ’ αὑτὸ μέν ἐστιν ἀγαθὸς ὁ πλοῦτος· τὶς δὲ τῶν πολιτῶν κακῶς τούτῳ χρώμενος πάντας ὕβριζε τῷ πλούτῳ θαρρῶν, ὃν λαβόμενοι οἱ δικασταὶ ἐτύπτησαν καὶ ἠτίμωσαν· τοῦτο γὰρ τῷ νόμῳ ὥριστο· καὶ τυφθεὶς σώφρων γέγονε, καὶ πάντας ἐτίμα τε καὶ ἐσέβετο· τὸ μὲν δὴ μαστιγωθῆναι καθ’ αὑτὸ μὴ ὂν ἀγαθὸν ἐκείνῳ γέγονεν ἀγαθόν, ἐπειδὴ ἐκεῖνος ἐκ τοῦ τυφθῆναι σώφρων τε καὶ ἀγαθός· οὐ μόνον δὲ ἐκεῖνος, ἀλλὰ καὶ πᾶς τῶν ἐν τῇ πόλει πλουσίων, εἴ τινος κατεπαίρετο τῷ πλούτῳ θαρρῶν ἢ μὴ ὡς δεῖ αὐτῷ ἐχρῆτο, συνεστάλη τε καὶ καλῶς αὐτῷ ἐχρῆτο)· ὥσπερ οὖν ἐκ τῆς μαστιγώσεως, ἥτις καὶ ἦν καὶ γέγονε τῷ ὑβριστῇ ἀγαθόν, γέγονεν ὁ πλοῦτος, ὥσπερ ἐστὶ καθ’ αὑτὸ ἀγαθόν, ἑκάστῳ τῶν πολιτῶν ἀγαθόν, οὕτως ἐκ τῶν ἑκάστῳ γνωρίμων2 τὰ τῇ φύσει μὲν γνώριμα ἑκάστῳ δὲ ἄγνωστα σπεύδει ὁ διδάσκαλος ποιῆσαι αὐτῷ, λέγω δὴ τῷ ἀγνοοῦντι, γνώριμα. ὁ γὰρ Σωσιγένης ἐκ τῶν Ἀλεξάνδρῳ γνωρίμων ἐποίησεν αὐτῷ γνώριμα τὰ τῇ φύσει γνώριμα. τὰ δὲ ἑκάστοις γνώριμα καὶ πρῶτα πολλάκις (οὐ γὰρ ἀεὶ καὶ διόλου) ἠρέμα ἐστὶ γνώριμα, καὶ μικρὸν ἢ οὐδὲν ἔχει τοῦ ὄντος, τουτέστι τοῦ ἀληθοῦς· σύνηθες γὰρ αὐτῷ πολλαχοῦ τὸ ὂν ἀντὶ τοῦ ἀληθοῦς λαμβάνειν, τὸ δὲ μὴ ὂν ἀντὶ τοῦ ψεύδους. τὰ παιδία γάρ, ὡς αὐτὸς εἴρηκεν ἐν τῇ Φυσικῇ, πάντας τοὺς ἄνδρας ὡς πατέρας γνωρίζει καὶ ὀνομάζει αὐτοὺς ταύτην τὴν προσηγορίαν, καὶ μικρὸν ἢ οὐδὲν ἔχει τοῦ ἀληθοῦς. ἡ μὲν γὰρ ἐξ ἀνθρώπου γέγονεν, ὀνομάζει δὲ ὅλως τοὺς ἀνθρώπους ἀλλ’ οὐ τοὺς ἵππους πατέρας ἢ τοὺς βόας, ταύτῃ ἔχει μικρόν τι τῆς ἀληθείας· ἡ δὲ πάντας οὕτως νομίζει, ἔχει οὐδέν.3 ὅμως δ’ ἐκ τῶν φαύλως γνωστῶν (φαῦλον γὰρ τὸ πάντας εἶναι αὐτοῦ πατέρας νομίζειν), ἐκ τῶν φαύλως οὖν γνωστῶν, αὐτῷ δὲ γνωστῶν, ὕστερον ἀνάγεται εἰς τὴν ἀλήθειαν, καὶ διορίζει τὸν αὑτοῦ πατέρα ἀπὸ τῶν ἄλλων. ὥσπερ οὖν τὸ παιδίον ποιεῖ, οὕτω καὶ ἡμεῖς ἐκ τῶν φαύλως μὲν ἡμῖν καὶ μὴ ἀκριβῶς ἐγνωσμένων τὰ ὅλως καὶ τῇ φύσει γνωστὰ γνῶναι πειρασόμεθα, μεταβαίνοντες, ὥσπερ εἴρηται, ἐκ τούτων αὐτῶν τῶν ἡμῖν γνωρίμων ἐπ’ ἐκεῖνα.

“既然我们在开头区分了我们以多少种方式规定实体。” 他正打算进而对诸形式进行检验,并探究它们是否可能离开质料而具有分离性且自在存在,还是并非如此,便说必须首先考察具身于质料的形式以及对我们而言可知晓的形式是怎样的。因为从这些出发,我们也将了解那些形式,即它们究竟如柏拉图所说的那样存在,抑或不存在。他说,既然在开头我们区分了我们以多少种方式规定实体(因为他在不久前说过是有四种方式:实体的怎是、普遍、属以及底层),那么既然我们区分了实体有多少种意义,而实体的诸含义之一被认为是怎是,他说,就必须对怎是进行考察,即对存在于可感觉物中且不可分离的形式进行考察;因为由此对于普遍者即诸理念,它们究竟是存在还是被虚妄地谈论,也将向我们显明。在说了必须对它进行考察之后,他补充道:“因为向更可知晓者的过渡是有益的”,也就是说,过渡到对我们而言可知晓且更为明晰的事物,并从这些事物上升到不那么明晰和更为不可知的事物,是值得的且具有最大的益处。因为对所有人而言,学习都是这样发生的;因为我们是从对我们而言可知晓但就本性而言不可知的事物中进行学习的。因为“通过就本性而言较不可知者”这句话正是说明这一点的。对我们而言可知晓的事物对于本性而言也是可知晓的,但对于本性而言较少可知,对于我们而言则更可知晓。因此,我们通过对我们而言可知晓的事物,学习那些就本性而言可知晓但对我们而言未知的对象,而从对自己可知晓的事物出发学习本性上可知晓的事物,是所有人的任务。因为正如在行为中立法者们努力做到,从对每个人而言善的事物出发,使那些全然且自在为善的事物成为对所有公民而言善的事物(例如,财富自在地是善的;但公民中的某个人恶劣地使用财富,倚仗财富侮辱所有人,审判官们捉住他,鞭打并贬损他;因为法律是如此规定的;他挨打之后变得克制,并尊敬和敬畏所有人;被鞭笞本身虽非自在为善,却对他成了善的,因为从挨打中他变得克制且善良;不仅是他,城邦中的每一个富人,如果倚仗财富凌驾于某人之上或未按所应的那样使用财富,也都收敛起来并善加使用财富);因此,正如由于这对于施暴者既曾是且成了善事的鞭笞,财富如同其自在为善那样,成了对每个公民而言善的事物,同样,教师努力从对每个人而言可知晓的事物出发,使就本性而言可知晓但对每个人而言未知的对象,对他,我是说对那无知者,成为可知晓的。实际上,索西格尼斯就是从对亚历山大而言可知晓的事物出发,使就本性而言可知晓的事物对他成为可知晓的。而对每个人而言可知晓且居先的事物,常常(因为并非总是且全然地)只是隐微地可知晓,并且很少具有或全然不具有存在,也就是真理;因为他在许多地方习惯于用“存在”代指“真理”,而用“非存在”代指“虚假”。因为正如他自己在《物理学》中所说,小孩子们将所有的男子都认作父亲并以这一称呼呼唤他们,而这很少具有或全然不具有真实。因为就小孩子出自人类,并且大体上称人类而非马或牛为父亲而言,在这一方面具有些许真理;但就其认为所有人都是这样而言,则丝毫不具有真理。然而,从低劣地被认知的事物出发(因为认为所有人都是自己的父亲是低劣的),从低劣地被认知、但对他而言是被认知的事物出发,他后来被引导至真理,并将自己的父亲与其他男子区分开来。因此,正如小孩子所做的那样,我们也将从对我们而言低劣且不精确地被认知的事物出发,尝试去认知全然且就本性而言可知晓的事物,如前所说,正是从对我们而言可知晓的这些事物本身过渡到那些事物。

语法注3 条
  1. 7.6πρὸ ἔργου γὰρ τὸ μεταβαίνειν εἰς τὸ γνωριμώτερον

    此句引用并发挥了亚里士多德的原句(1029b3–4 πρὸ ἔργου γὰρ ἡ μετάβασις εἰς τὸ γνωριμώτερον ποιητέα)。成语短语 πρὸ ἔργου 作表语,意为“有益的”“值得先做的”,亚历山大紧接着用 ἄξιον γὰρ καὶ ὠφελείας τῆς μεγίστης ἐστί(“是值得的且具最大益处的”)对其进行了句法和语义上的释义。

  2. 7.6ὥσπερ γὰρ ἐν ταῖς πράξεσι σπουδάζουσιν οἱ νομοθέται ... ὥσπερ οὖν ἐκ τῆς μαστιγώσεως ... οὕτως ἐκ τῶν ἑκάστῳ γνωρίμων

    长篇比喻句的骨架结构。在插入了关于立法者与惩罚的具体事例(财富与鞭笞的插叙)之后,作者以 ὥσπερ οὖν ἐκ τῆς μαστιγώσεως 重新收束比喻的要点,并与主句的 οὕτως ἐκ τῶν ἑκάστῳ γνωρίμων ... σπεύδει ὁ διδάσκαλος ποιῆσαι(“同样,教师努力从对每个人而言可知晓的事物出发……”)形成照应。

  3. 7.6ἡ μὲν γὰρ ἐξ ἀνθρώπου γέγονεν ... ταύτῃ ἔχει μικρόν τι τῆς ἀληθείας· ἡ δὲ πάντας οὕτως νομίζει, ἔχει οὐδέν

    此处 ἡ μὲν ... ἡ δὲ 承担了关系副词 ᾗ μὲν ... ᾗ δὲ(“一方面在……的限度内,另一方面在……的限度内”)的功能,并与后面的指代副词 ταύτῃ(“在这一方面”)相呼应。在部分抄本或校本中亦作 ᾗ;此句法对比性地限定了儿童的认知在何种意义上包含真理、在何种意义上全然不含真理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:465.17-466.33