- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:464.30-465.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《形而上学》卷七第三章(1029a26)展开注解,建构了一个三段论以证明质料因缺乏分离性与指示性而不能成为本义实体,并阐明为何应搁置复合实体与质料,进而将探究的焦点集中于形式。
" Ἐκ μὲν οὖν τούτων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι τὴν ὕλην." Δείξας ὅτι ἐξ ὧν ὀφείλουσιν ὑπάρχειν τῇ κυρίως οὐσίᾳ1 ἡ ὕλη φαίνεται οὖσα, συμπεραίνεται καί φησιν ὅτι ἐκ μὲν τῶν εἰρημένων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι τὴν ὕλην. ἀδύνατον δὲ τὴν κυρίως καὶ μᾶλλον οὐσίαν τὴν ὕλην εἶναι· καὶ συλλογίζεται δυνάμει ὧδε. τῇ κυρίως οὐσίᾳ ὑπάρχει τὸ χωριστὸν καὶ καθ’ αὑτὸ εἶναι καὶ τὸ τόδε τι, ἤτοι τὸ εἰς δεῖξιν πίπτειν, ἡ ὕλη γνωστὴ καὶ καθ’ αὑτὴν οὐκ ἔστιν οὐδὲ εἰς δεῖξιν πίπτει, ἡ ὕλη ἄρα οὐκ ἔστιν ἡ κυρίως οὐσία. μάλιστα δὲ τὸ εἶδος δόξειεν ἂν εἶναι οὐσία ὡς ὁριστικὸν καὶ εἰς τάξιν ἄγον τὴν ὕλην· καὶ τούτου μάλιστα τὸ ἐξ ὕλης καὶ εἴδους,2 ὅτι τε καθ’ αὑτό ἐστι καὶ εἰς δεῖξιν πίπτει. ὅταν δὲ λέγῃ ἀδύνατον δέ· καὶ γὰρ τὸ χωριστὸν καὶ τὸ τόδε τι ὑπάρχειν δοκεῖ μάλιστα τῇ οὐσίᾳ, τὸ χωριστὸν ἀντὶ τοῦ καθ’ αὑτὸ εἶναι λέγει. εἰπὼν δὲ διὸ τὸ εἶδος καὶ τὸ ἐξ ἀμφοῖν οὐσία δόξειεν ἂν εἶναι μᾶλλον τῆς ὕλης, ἐπάγει ὅτι τὴν μὲν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους οὐσίαν, ἤτοι τὴν μερικὴν καὶ ἄτομον, ἀφετέον· ὑστέρα γάρ ἐστι καὶ τοῦ εἴδους καὶ τῆς ὕλης (τὸ γὰρ ἔκ τινων ὕστερόν ἐστι τῶν ἐξ ὧν ἐστι) καὶ δήλη ἐστὶν ὅτι καθ’ αὑτὴν ὑπάρχει καὶ ὅλως ἐν ὑπάρξει ἐστίν. ἀλλὰ καὶ τὴν ὕλην παραλειπτέον· καὶ αὕτη γὰρ φανερά πως· τῇ γὰρ ἀναλογίᾳ ἐστὶ φανερά· καὶ ὅτι ἄνευ εἴδους οὐδέποτέ ἐστι, καὶ τοῦτο δῆλον. κατὰ τί δὲ ἀφανής·3 νόθῳ γὰρ λογισμῷ ληπτή· κατὰ ἀπόφασιν γὰρ νοεῖται καὶ ἀπογύμνωσιν τῶν εἰδῶν, ἀλλ’ οὐ κατὰ ἅπερ εἰσίν, ὡς τὰ εἴδη. ἀλλὰ ταύτας μὲν ἀφετέον, περὶ δὲ τῆς τρίτης, τουτέστι τοῦ εἴδους, σκεπτέον (αὕτη γὰρ ἀπορωτάτη) πότερόν ἐστιν αὐτὴ καθ’ αὑτήν, ὥσπερ ὁ Πλάτων λέγει, ἢ οὔ.
“因此,从这些方面来考察的人会得出结论:质料是实体。” 在指出了质料从本义的实体所应具备的特征来看显现为[实体]之后,他得出结论说,从所说的一切来考察的人会得出质料是实体的结论。但质料成为本义的且更是实体的存在是不可能的;他在潜能上如此进行三段论推理:属于本义实体的,是具有分离性与自在存在,以及作为“某个特定物”,也就是成为指示的对象;质料既非可知亦非自在存在,也不成为指示的对象;因此,质料不是本义的实体。而形式作为规定质料并使之纳入秩序者,最被看作是实体;并且比这更为显著的,是由质料与形式构成者[会被看作实体],因为它是自在存在的,并且成为指示的对象。当他说“但这是不可能的;因为具有分离性和作为‘某个特定物’似乎最属于实体”时,他是用“具有分离性”代替“自在存在”。在说了“因此形式与由二者构成者似乎比质料更是实体”之后,他补充道:由质料与形式构成的实体,即各别的和不可分割的实体,应当予以搁置;因为它后于形式亦后于质料(由某些事物构成者,自然落后于构成它的那些事物),且显而易见它是自在存在的,并且完全处于实在存在之中。但质料亦须略过;因为这在某种方式上也是显明的,即通过类比是显明的,且它绝非脱离形式而存在,这也是清楚的。但质料在何种意义上是不明显的呢?因为它是由私生子式的推理所把握的;因为它是通过否定和对诸形式的剥除被思维的,而不是像诸形式那样按照其所是而被思维的。但是这两者均须搁置,而必须对第三者即形式进行考察(因为这才是最成问题的):它究竟如柏拉图所说的那样是自在存在的,抑或不是。
- 7.5ἐξ ὧν ὀφείλουσιν ὑπάρχειν τῇ κυρίως οὐσίᾳ
关系代词 ὧν 因其省略的先行词(如 ἐκ τούτων)而受到格吸引(attractio relativi)变为属格,其原本在从句中应为主格(中性复数 ἅ)。动词 ὀφείλουσιν 采用复数形式与该复数主语一致。
- 7.5καὶ τούτου μάλιστα τὸ ἐξ ὕλης καὶ εἴδους
承前省略了谓语 δόξειεν ἂν εἶναι οὐσία。属格 τούτου 指代前文的形式(τὸ εἶδος),作为比较属格依存于 μάλιστα(在此带有比较级 μᾶλλον 的含义,意为“比这更加”)。
- 7.5κατὰ τί δὲ ἀφανής·
这是由疑问词短语 κατὰ τί 引导的省略疑问句,意为“质料在何种意义上是不明显的?”,并通过紧随其后由 γάρ 引导的原因从句(νόθῳ γὰρ λογισμῷ ληπτή)给出解答,构成设问结构。
