← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§463.10-464.29

实体的四种含义与作为底层的质料

亚历山大根据亚里士多德的文本列举实体的四种含义(本质、普遍、属、底层),将底层区分为质料、形式与复合物,并详细阐述剥除诸偶性后质料作为底层的论证、质料由诸范畴的否定加以界定的含义,以及为何这种否定本身并非实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.4

" Περὶ δὴ τούτων τί λέγεται καλῶς ἢ μὴ καλῶς, καὶ τίνες εἰσὶν οὐσίαι." Ἱστορήσας τὰς τῶν παλαιοτέρων καὶ τὰς καθ’ ὃν αὐτὸς ὑπῆρχε δόξας χρόνον περὶ τῆς οὐσίας, λέγει ὅτι σκεπτέον τί μὲν ὑπὸ τούτων λέγεται καλῶς καὶ τί μή, καὶ ἆρα εἰσὶ παρὰ τὰς αἰσθητὰς οὐσίας οὐσίαι τινὲς ἢ οὐκ εἰσί, καὶ πότερον ἔστι τις χωριστὴ οὐσία παρὰ τὰς αἰσθητάς, καὶ εἰ ἔστι, πῶς ἔστι, καὶ διὰ τί, ἢ οὐκ ἔστι. περὶ δὴ τούτων σκεπτέον, φησίν, ὑποτυπωσαμένοις καὶ διορισαμένοις τὴν οὐσίαν τί ἐστι. καὶ φησιν ὡς εἰ μή τις ταύτην πλεοναχῶς λέγεσθαι βούλοιτο, ἀλλ’ οὖν τετραχῶς αὐτὴν λέγεσθαι δώσει· καὶ λέγει ὅτι ἕνα μὲν τρόπον λέγεται τὸ τί ἦν εἶναι, ἄλλον δὲ τὸ καθόλου, λέγων καθόλου ἢ τὰς ἰδέας, ὃ καὶ μᾶλλον οἶμαι, ἢ τὸ παρὰ τὰ πολλὰ ὡς τὰ πολλά,1 λέγω δὴ τὸ ἐκ τῆς ἀφαιρέσεως τῶν καθ’ ἕκαστα ἀποσυληθέν. ἄλλον δὲ πάλιν οὐσία λέγεται τὸ ἑκάστου γένος. καὶ τέταρτον τὸ ὑποκείμενον πᾶσι καὶ καθ’ οὗ τὰ ἄλλα λέγεται, ἐκεῖνο δὲ μὴ κατ’ ἄλλου. διό, φησί, περὶ τοῦ ὑποκειμένου πᾶσι καὶ καθ’ οὗ τἆλλα λέγεται, ἐκεῖνο δὲ μὴ κατ’ ἄλλου, διοριστέον τί ἐστιν· τοῦτο γὰρ μάλιστα δοκεῖ εἶναι οὐσία. τοῦτο δὲ τὸ πᾶσιν ὑποκείμενον καὶ μὴ κατ’ ἄλλου λεγόμενον τρόπον μέν τινα ἡ ὕλη λέγεται, ἄλλον δὲ τὸ εἶδος, τρίτον δὲ τὸ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, ὃ καὶ μᾶλλον ἐστιν ἀληθές. εἶτα καὶ ἐπὶ ὑποδείγματος σαφηνίζει τί μὲν λέγει ὕλην, τί δὲ εἶδος καὶ τί τὸ ἐκ τούτων, ὅτι ὕλην μὲν τὸν χαλκόν, εἶδος δὲ τὸ τοιονδὶ σχῆμα, ἐξ ἀμφοῖν δὲ τὸν χαλκοῦν ἀνδριάντα. διὸ εἰ πρότερον τὸ εἶδος τῆς ὕλης καὶ μᾶλλον ὄν, καὶ τὸ ἐκ τοῦ εἴδους καὶ τῆς ὕλης πρότερόν ἐστι τῆς ὕλης. πρότερον δὲ τὸ εἶδος τῆς ὕλης τῇ φύσει, ἀλλὰ μὴν καὶ τῷ χρόνῳ· δειχθήσεται γάρ τι εἶδος ὄν, ὁ πολυτίμητός φημι νοῦς, ἡ αὐτοαγαθότης, ὁ θεός, πρότερον πάντων τῷ χρόνῳ, ὅτι ποιητὴς καὶ ὅτι παροχεύς. ὅτι δὲ καὶ μᾶλλον ὄν ἐστι τὸ εἶδος τῆς ὕλης φανερόν· κατὰ γὰρ τὸ ἑκάστου εἶδος λέγεται ἕκαστον ἀλλ’ οὐ κατὰ τὴν ὕλην. ἀλλὰ καὶ ὅτι ὑπὸ τούτου τάττεται καὶ ὁρίζεται, καὶ κατὰ τοῦτο μᾶλλον ὄν ἐστιν αὐτῆς. ταῦτα εἰπὼν ἐπιφέρει ὅτι νῦν μὲν εἴρηται τύπῳ τί ἐστιν ἡ οὐσία, ὅτι τὸ μὴ καθ’ ὑποκειμένου τινὸς λεγόμενον καὶ καθ’ οὗ τὰ ἄλλα πάντα κατηγορεῖται. οὐκ ἀρκεῖ δέ, φησί, τοῦτο εἰς παράστασιν οὐσίας, τὸ λέγειν ὅτι οὐσία ἐστὶ τὸ μὴ καθ’ ὑποκειμένου· ἄδηλον γὰρ τί ποτέ ἐστι τὸ ὑποκείμενον πᾶσι καὶ ὃ μὴ κατ’ ἄλλου λέγεται. ποτὲ μὲν γὰρ φαίνεται ὅτι ὕλη ἐστὶ τὸ ὑποκείμενον πᾶσιν· αὕτη γάρ ἐστιν ἐν ᾗ γίνονται καὶ ἀπογίνονται ποσότητες, ποιότητες, πάθη καὶ τὰ λοιπά· εἰ γὰρ μὴ ὕλη ἐστὶν ἡ γινομένη πεποσωμένη καὶ πεποιωμένη καὶ ὅλως ἡ γινομένη σῶμα ἢ ζῷον ἤ τι τοιοῦτον, διαφεύγει ἡμᾶς γενέσεως οὔσης καὶ οὐ συνορῶμεν τί ποτέ ἐστι τὸ γινόμενον. εἰπὼν δὲ ὅτι αὕτη ἐστὶν ἡ γινομένη, καὶ πρὸ τούτου ὅτι τὸ πᾶσιν ὑποκείμενον ἡ ὕλη δοκεῖ εἶναι, τοῦτο αὐτὸ κατασκευάζει· περιαιρουμένων γάρ, φησί, τῶν ἄλλων, λέγων ἄλλων ποσοτήτων ποιοτήτων σκληροτήτων μαλακοτήτων καὶ τῶν τοιούτων, οὐδὲν φαίνεται ὑπομένον πλὴν ἡ ὕλη, ὥστε αὕτη πᾶσιν ὑπόκειται· εἰ δὲ τὸ πᾶσιν ὑποκείμενόν ἐστιν οὐσία, ἡ ὕλη ἂν εἴη οὐσία. τὸ μὲν γὰρ λευκὸν καὶ αἱ κινήσεις καὶ τὰ λοιπὰ πάθη καὶ ποιήματα καὶ δυνάμεις εἰσὶ τῶν σωμάτων καὶ οὐ χρὴ οὐσίας αὐτὰ λέγειν· τῆς γὰρ οὐσίας ἐστὶ τὸ καθ’ αὑτὴν εἶναι, αὐτὰ δὲ καθ’ αὑτὰ εἶναι οὐ δύνανται· τὸ μῆκος δὲ καὶ πλάτος καὶ βάθος ποσότητές εἰσιν ἀλλ’ οὐκ οὐσίαι· λείπεται δὴ ᾧ ταῦτα ὑπάρχει πρώτῳ καὶ ὃ καταλιμπάνεται, ποσοτήτων καὶ παθῶν ἀφαιρουμένων, λέγειν οὐσίαν.2 τοῦτο δέ ἐστιν ἡ ὕλη. εἰπὼν δὴ ὅτι ὕλη ἔστι τὸ ὁριζόμενον ὑπὸ τῶν ποσοτήτων καὶ τῶν ἄλλων ὧν εἶπε, λέγει λέγω δὲ ὕλην ἣ καθ’ αὑτὴν μήτε τὶ μήτε ποσὸν μηδ’ ἄλλο μηδὲν λέγεται, τουτέστιν ἥτις αὐτὴ καθ’ αὑτὴν θεωρουμένη κατὰ ἀπόφασιν καὶ ἀπογύμνωσιν τῶν εἰδῶν οὐδὲν τῶν δέκα κατηγοριῶν ἐστιν, ἐν αἷς πᾶν ὂν ὁρίζεται· πᾶν γὰρ ὂν εἰς ταύτας ἀνάγεται καὶ ἐν ταύταις ἐστίν. ἀλλὰ μήν, φησίν, οὐδὲ τὴν τῶν ποσοτήτων ἢ ποιοτήτων ἀπόφασιν, οἷον τὸ μὴ ποσόν, τὸ μὴ ποιόν, ἢ ἄλλην ἡντιναοῦν χρὴ λέγειν οὐσίαν· κατὰ συμβεβηκὸς γὰρ ὄντα εἰσὶν αἱ ἀποφάσεις, ἀλλ’ οὐ καθ’ αὑτό· τὸ δὲ κατὰ συμβεβηκὸς οὐκ οὐσία.

“关于这些,究有何者说得妥当或不妥当,以及有哪些实体。” 在考查了较早期的人们以及与他同时代的人们关于实体的见解之后,他说,必须考察他们之中何者说得妥当,何者不妥,以及在可感觉的实体之外是否存在某些实体,在可感觉者之外是否存在某种分离的实体,若存在,它如何存在并因何存在,抑或不存在。他说,关于这些问题,应当在勾勒并规定了实体是什么之后予以考察。他又说,即便有人不愿承认实体具有多重含义,但终归会同意它以四种方式被表述:其一被表述为本质,其二被表述为普遍——他所谓普遍,或是指理念(我也更倾向于这一看法),或是指超出多数事物并作为多数事物者的普遍,即指通过对各别事物的抽象而剥离出来的东西。其三,各别事物的属又被称为实体。第四则是作为一切事物的底层、其他事物均对其表述而自身不对其他事物表述者。因此他说,关于这个作为一切底层、其他事物均对其表述而自身不对他物表述者,必须规定它究竟是什么;因为这最被看作是实体。 然而,这个作为一切事物的底层且不对他物表述者,在某种方式上被称为质料,在另一种方式上被称为形式,第三种方式则是指由质料与形式构成者,而后一种说法更为真实。随后,他又借助范例阐明何者称为质料,何者称为形式,何者称为由二者构成者:即质料是青铜,形式是如此这般的形状,由二者构成者则是青铜雕像。因此,如果形式先于质料并且更是存在者,那么由形式与质料构成者也先于质料。形式按本性先于质料,不仅如此,按时间亦然;因为将被证明存在着某种形式——我是指那极受崇敬的理智、善本身、神——按时间先于一切事物,因它是施动者与供给者。而形式比质料更是存在者,这也是显而易见的;因为各别事物是根据其形式而非根据其质料被表述的。不仅如此,质料由形式所统摄和规定,在这方面形式亦比质料更是存在者。 说了这些之后,他补充道,现在已经粗略地说明了实体是什么,即它是不针对某种底层被表述、而其他一切均作为谓项附加于其上的东西。但他指出,仅仅说实体是不依于底层的事物,这对于展示实体并不充分;因为作为一切底层且不针对他物表述者究竟是什么,尚不分明。因为有时,质料显现为一切事物的底层;因为数量、性质、状态及其他事物均在质料中生起并消逝。若不是质料成为具备数量者、具备性质者,且总体上成为物体、动物或诸如此类的东西,那么在生成存在的情形下,生成者究竟是什么就会逃脱我们的把握,我们便无法洞察其所是。 在指出生成者正是质料,并在此之前指出质料被看作一切事物的底层之后,他确立了这一点:他说,当剥除其他事物时——所谓其他事物是指数量、性质、坚硬、柔软及诸如此类者——除了质料外似乎没有任何东西保留下来,以至于质料构成了一切的底层;而若一切的底层是实体,质料就将是实体。因为白色、运动以及其余的状态、作用和潜能皆属于物体,不应称其为实体;因为属于实体的是自在存在,而它们自身无法自在存在;长、宽、深则是数量而非实体。于是所剩下的,便是将这些属性最先归属并且在数量与状态被剥离后所遗留的东西称为实体。而这正是质料。 既已说明质料是由数量及他所提及的其他事物所规定的,他接着说:“我所说的质料,是指其自身既不被称为某个特定物,亦不被称为数量,亦不被称为其他任何事物者”——也就是说,当借由对诸形式的否定与剥离而在其自身中被考察时,它不属于用以界定一切存在者的十个范畴中的任何一个;因为一切存在者均归摄于这些范畴且存在于其中。然而他说,亦不可将数量或性质的否定——例如“非量”、“非质”或任何其他否定——称为实体;因为否定乃是偶性上的存在者,而非自在的存在者;而偶性之物绝非实体。

语法注2 条
  1. 7.4λέγων καθόλου ἢ τὰς ἰδέας, ὃ καὶ μᾶλλον οἶμαι, ἢ τὸ παρὰ τὰ πολλὰ ὡς τὰ πολλά

    插入句 ὃ καὶ μᾶλλον οἶμαι(我也更倾向于这一看法)被理解为修饰紧接在前的选项 τὰς ἰδέας。这表明亚历山大倾向于认为亚里士多德在此所指的“普遍”是柏拉图主义者的理念。尽管在构词上也可尝试将其连向后一选项 ἢ τὸ παρὰ τὰ πολλά...,但依据词序紧贴前者的位置,将其视为对前者的肯定更为自然。

  2. 7.4λείπεται δὴ ᾧ ταῦτα ὑπάρχει πρώτῳ καὶ ὃ καταλιμπάνεται, ποσοτήτων καὶ παθῶν ἀφαιρουμένων, λέγειν οὐσίαν

    非人称动词 λείπεται 支配不定式 λέγειν,构成“将……称为实体乃是剩下的唯一可能”的句式骨架。不定式 λέγειν 所支配的宾语先行词被省略,由 καί 连接的两个关系从句对其进行修饰:前一从句为与格结构的 ᾧ ταῦτα ὑπάρχει πρώτῳ(这些属性最先归属者),后一从句为主格结构的 ὃ καταλιμπάνεται...(当……被剥除时所遗留者),两者格位不一致,但共同限定被省略的先行词(质料)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:463.10-464.29