- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:461.26-463.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德将自古以来的难题“存在是什么”归结为“实体是什么”的论证,探讨了作为最显明实体的物体及其构成,并分析了考察界限、理念、数与量度是否为实体的各派先贤观点(柏拉图、斯派西波等)。
ἐκ δὴ τῶν εἰρημένων φανερόν ἐστι, φησίν, ὅτι καὶ τὸ πάλαι μὲν καὶ ἀεὶ ὑπό τε τοῦ Πλάτωνος καὶ τῶν ἄλλων, νῦν δὲ ὑφ’ ἡμῶν ζητούμενον καὶ ἀπορούμενον, τί τὸ ὄν, τοῦτό ἐστι τίς ἡ οὐσία.1 ἐπειδὴ γὰρ κυρίως ὂν καὶ πρῶτον ὂν καὶ τῷ χρόνῳ καὶ τῷ λόγῳ καὶ τῇ γνώσει ἐστὶν ἡ οὐσία, τὸ ζητεῖν τί τὸ ὂν τὸ ζητεῖν ἐστι τίς ἡ οὐσία. τοῦτο δὲ τὸ ὄν (λέγων τὴν οὐσίαν) οἱ μὲν ἓν εἶναί φασιν· ὅσοι γὰρ μίαν ἔλεγον τὴν ἀρχήν, ὥσπερ Θαλῆς καὶ οἱ λοιποί, οὓς ἴσμεν, καὶ τὸ ὂν ἓν ἔλεγον· ὅσοι δ’ ἀπείρους, ὥσπερ Ἀναξαγόρας καὶ Δημόκριτος, καὶ τὰ ὄντα ἄπειρα ἀπεφήναντο εἶναι. διόπερ καὶ ἡμῖν, φησί, πρῶτον καὶ μάλιστα καὶ μόνως ὡς εἰπεῖν περὶ τοῦ ὄντως ὄντος καὶ κυρίως ὄντος θεωρητέον τί ἐστιν. Καὶ εἰπὼν ἐπικρίνει λέγων ὅτι δοκεῖ κυρίως ὂν ἡ οὐσία εἶναι, οὐχ ὡς ἐνδοιάζων τὸ δοκεῖ εἰπών, ἀλλ’ ὡς ἀποφαινόμενος. ἢ τὸ δοκεῖ εἶπεν, ὅτι δείξει τοῦτο διὰ πάνυ πολλῶν· ὡς μήπω δὴ δεδειχὼς τοῦτο εἴρηκεν. ὅμως πρὸς τὰ ἐπαγόμενα σύμφωνός ἐστι μάλιστα ἡ προτέρα ἐπιβολή. δοκεῖ οὖν, φησί, κυρίως ὂν εἶναι ἡ οὐσία, φανερώτατα μὲν ἐν τοῖς σώμασι, τουτέστι τὰ σώματα· φανερῶς μὲν γὰρ ἡ οὐσία ἐστὶ τὰ σώματα, διὸ τὰ μὲν ζῷα, σώματα ὄντα, καὶ τὰ φυτὰ καὶ τὰ μόρια τῶν ζῴων καὶ τῶν φυτῶν οὐσίας εἶναί φαμεν. ὁμοίως καὶ τὰ ἁπλᾶ τῶν σωμάτων καὶ τὰ μόρια τούτων καὶ τὰ ἐκ τῶν μορίων, οἷον τὰ ζῷα, οὐσίας φαμέν· πάντα γὰρ ταῦτα σώματά ἐστι. τὸ δὲ ἢ μορίων ἢ πάντων, ἐκ μὲν οὖν τῶν μορίων τῶν ἁπλῶν σωμάτων ἐστὶ τὰ ζῷα, ἐκ πάντων δὲ τῶν σωμάτων ἐστὶν ὁ οὐρανὸς καὶ τὰ μόρια αὐτοῦ, ἄστρα καὶ σελήνη. τοῦτο δ’ ἐλλιπῶς εἴρηται καὶ ἀσαφῶς· δοκεῖ γὰρ λέγειν ὅτι καὶ ὁ οὐρανὸς καὶ οἱ ἀστέρες ἐκ τῶν τεσσάρων εἰσὶ στοιχείων· οὐ τοῦτο δέ φησιν, ἀλλ’ εἰπὼν ὅτι οὐσίαι εἰσὶ τὰ σώματα καὶ ὅσα μόρια τούτων ἢ ἐκ τούτων εἰσὶν ἢ πάντων ἢ τινῶν, δέδωκεν ἡμῖν ἐννοεῖν ὅτι ὁ πᾶς οὐρανὸς καὶ κόσμος ἐκ πάντων τῶν σωμάτων καὶ τῶν μορίων αὐτῶν ἐστιν· ἀλλ’ ὁ μὲν μετὰ τὴν σεληνιακὴν σφαῖραν ἐκ τῶν περὶ γένεσιν καὶ φθοράν ἐστι σωμάτων καὶ τῶν μορίων αὐτῶν, τὸ δὲ κυκλοφορικὸν πᾶν συνέστηκεν ἐκ τῆς ὁλότητος τοῦ κυκλοφορικοῦ καὶ τῶν μορίων αὐτοῦ, ὁλότητος μὲν τῶν σφαιρῶν, μορίων δὲ τῶν ἐν αὐταῖς ἄστρων.
他说,由此可见,无论是由柏拉图及其他哲人自古以来始终探究并困惑的,还是如今由我们所探究与困惑的“存在是什么”,指的就是“实体是什么”。因为既然实体是在严格意义上的存在者,并且无论在时间上、定义上还是认知上都是第一位的存在者,那么探究存在是什么就是探究实体是什么。关于这个存在(意指实体),有人说它是一;因为凡是将本原说成是一个的人,如泰勒斯以及我们所知的其他人,也都说存在是一;而凡是将本原说成是无限的人,如阿那克萨哥拉和德谟克利特,则断言存在者也是无限的。他说,因此对于我们来说,首先、最主要地、并且可以说是唯一地,必须针对真正存在、严格意义上存在的东西考察它是什么。在说了这些之后,他裁定说实体似乎是严格意义上的存在者,他说“似乎”并非出于怀疑,而是作出断言。抑或他说“似乎”是因为他将通过极多论证来证明这一点;由于尚未作出证明,他才这样说。然而,前一种解释与后文最为契合。因此他说,实体似乎是严格意义上的存在者,最显明地体现在物体中,也就是物体本身;因为显然实体就是物体,因此动物(作为物体)和植物,以及动物与植物的部分,我们都说是实体。同样,简单物体以及它们的部分,还有由这些部分构成的物体,例如动物,我们也说是实体;因为所有这些都是物体。至于“或由部分或由全部构成”,动物是由简单物体的部分构成的,而天体及其部分、即星辰与月亮,则是由全部物体构成的。但这里的表述是有欠缺且不清晰的;因为他似乎在说天体和星辰也是由四元素构成的。但他并非此意,而是通过指出物体是实体,凡是它们的部分或者由它们(无论是全部还是部分)构成的也是实体,从而让我们明白整个天宇与宇宙是由全部物体及其部分构成的;但是月球天球之下的领域是由关涉生成与消灭的物体及其部分构成的,而周行运转的全体则由旋转物体的整体性及其部分构成——整体性即诸天球,部分即天球中的星辰。
"Πότερον δ’ αὗται μόναι οὐσίαι εἰσὶν ἢ καὶ ἄλλαι, ἢ τούτων μὲν οὐδέν, ἕτεραι δέ τινες, σκεπτέον." Εἰπὼν ὅτι φανερώτατα μὲν οὐσίαι εἰσὶ τά τε σώματα2 καὶ τὰ λοιπὰ ὅσα κατέλεξεν, ἐρωτᾷ πότερον αὗται μόναι αἱ λεχθεῖσαί εἰσιν οὐσίαι ἢ καὶ παρὰ ταύτας ἄλλαι τινές, ἢ αἱ μὲν προλεχθεῖσαι μᾶλλον μὲν οὐκ εἰσὶν ἀλλ’ αἱ παρὰ ταύτας. καὶ ἐρωτήσας λέγει ὅτι τισὶ μὲν δοκεῖ τινας, λέγων τόν τε Πλάτωνα καὶ τοὺς περὶ αὐτόν, ὅτι τὰ τοῦ σώματος πέρατα μᾶλλον εἰσιν οὐσίαι ἀλλ’ οὐ τὰ σώματα. καὶ τίνα τὰ πέρατα τοῦ σώματος ἐπάγει, οἷον ἐπιφάνειαι καὶ γραμμαὶ καὶ μονάς· ταῦτα γὰρ μᾶλλον εἶναι οὐσίας λέγεται ὑπ’ ἐκείνων ἢ τὸ σῶμα καὶ τὸ στερεόν. τινὲς μὲν οὖν οὕτω φασίν, ὅτι τὰ ἐπίπεδα μᾶλλόν εἰσιν οὐσίαι, τινὲς δὲ τὰ αἰσθητὰ μᾶλλον οὐσίας λέγοντες οὐδὲν οἴονται εἶναι παρὰ τὰ αἰσθητά, ὥσπερ Ἵππων μὲν πρότερον ὁ ἄθεος ἐπικληθείς (οὐθὲν γὰρ οὗτος παρὰ τὰ αἰσθητὰ εἶναι ἀπεφήνατο), καὶ ὕστερον οἱ περὶ Ἐπίκουρον· οἱ δὲ πλείους εἶναι λέγουσι τὰς οὐσίας, ὥσπερ Πλάτων, μίαν μὲν τὰ διανοητὰ τὰ μαθήματα, ἄλλην δὲ τὰ νοητὰ τὰς ἰδέας, καὶ τρίτην τὴν τῶν αἰσθητῶν σωμάτων οὐσίαν, τουτέστιν αὐτὰ τὰ σώματα. Σπεύσιππος δὲ ὁ τούτου μαθητὴς καὶ πλείω τῶν τριῶν ἔλεγεν εἶναι τὰς οὐσίας τὰς νοητάς, πρώτην μὲν τὸ αὐτοέν, ἄλλην δὲ τὴν τῶν ἀριθμῶν ἀρχήν, ἄλλην τὴν τῶν μεγεθῶν, καὶ ἄλλην τὴν τῆς ψυχῆς· καὶ οὕτως ἐπεκτείνει εἰς πλῆθος τὰ γένη τῶν οὐσιῶν. ἔνιοι δὲ οὐκ ἄλλην μὲν ἀρχὴν τῶν ἀριθμῶν ἄλλην δὲ τῶν μεγεθῶν ἔλεγον, οὐδ’ ἄλλης μὲν φύσεως τοὺς ἀριθμοὺς ἄλλης δὲ τὰ μεγέθη, ἀλλὰ τῆς αὐτῆς τε ἀρχῆς καὶ τῆς αὐτῆς φύσεως· τὰ δὲ ἄλλα, οἷον ἐπίπεδα, γραμμάς, οὐρανὸν καὶ ἁπλῶς τὰ αἰσθητὰ ἐχόμενα τοῖς ἀριθμοῖς ἔλεγον· τὸ μὲν γὰρ αὐτομέγεθος καὶ τὸν αὐτοαριθμὸν πρώτας οὐσίας φάσκοντες καὶ τῆς αὐτῆς φύσεως, τὰς δὲ γραμμὰς καὶ τὰ ἐπίπεδα καὶ τὸν οὐρανὸν καὶ ὅλως τὰ αἰσθητὰ δευτέρας· εἴτε δὲ καὶ ταῦτα τῆς αὐτῆς φύσεως ἔλεγον εἴτε μή, οὐκ ἐδήλωσε.3
“然而究竟只有这些是实体,还是另有其他实体,抑或这些全然不是,而是某些另外的事物,必须予以考察。” 在指出最显明地物体以及他所列举的其余一切都是实体之后,他询问究竟唯有这些被提及的是实体,还是除了这些之外还有其他某些实体,抑或先前所说的宁可说不是实体、而只有这些之外的事物才是实体。在发问之后他说,在某些人看来某些事物[是实体]——他指的是柏拉图及其追随者——即物体的界限宁可说是实体,而物体本身则不是。他进一步补充了物体的界限是什么,例如面、线和单子;因为在他们看来,这些宁可说是实体,而非物体和立体。因此有人如此主张,认为平面宁可说是实体;另一些人则认为感觉对象宁可说是实体,断定在感觉对象之外别无他物,正如昔日被称为无神论者的希彭那样(因为他宣称在感觉对象之外没有任何东西),以及后来的伊壁鸠鲁学派。还有人主张实体更为繁多,如柏拉图:其一是由推论理智把握的数学对象,其二是由纯粹理智把握的理念,第三则是感觉物体的实体,即物体本身。他的弟子斯派西波则认为可理知实体的数量甚至多于三种:第一是一本身,第二是数的本原,第三是量度的本原,第四则是灵魂的本原;他以此方式将实体的种类扩充为多数。但有些人并不认为数的本原与量度的本原彼此不同,也不认为数是一种本性而量度是另一种本性,而是属于相同的本原和相同的本性;而其余事物,如平面、线、天体以及一般而言的感觉对象,他们认为依附于数。因为他们断言量度本身与数本身是第一实体且属于相同的本性,而线、平面、天体以及总括而言的感觉对象则是第二实体;但是他们是否主张这些也具有相同的本性,他并未阐明。
- 7.2ἐκ δὴ τῶν εἰρημένων φανερόν ἐστι, φησίν, ὅτι καὶ τὸ πάλαι μὲν καὶ ἀεὶ ὑπό τε τοῦ Πλάτωνος καὶ τῶν ἄλλων, νῦν δὲ ὑφ’ ἡμῶν ζητούμενον καὶ ἀπορούμενον, τί τὸ ὄν, τοῦτό ἐστι τίς ἡ οὐσία.
全句的主干为 φανερόν ἐστι... ὅτι...。在 ὅτι 从句中,名词化分词短语 τὸ... ζητούμενον καὶ ἀπορούμενον(带有对比古今探求者的插入性修饰成分)及其同位语疑问节 τί τὸ ὄν 充当提前的主语,随后的指示代词 τοῦτο 复指该主语并与谓语疑问节 τίς ἡ οὐσία 相连。
- 7.3καὶ ἐρωτήσας λέγει ὅτι τισὶ μὲν δοκεῖ τινας, λέγων τόν τε Πλάτωνα καὶ τοὺς περὶ αὐτόν, ὅτι τὰ τοῦ σώματος πέρατα μᾶλλον εἰσιν οὐσίαι ἀλλ’ οὐ τὰ σώματα.
紧随第一个 ὅτι 的分句 τισὶ μὲν δοκεῖ τινας 被插入分词短语 λέγων τόν τε Πλάτωνα... 中断,而本意要表达的判断内容(物体的界限才是实体)则由第二个 ὅτι 从句具体恢复并展开。前面的不定代词宾格 τινας 应结合后文理解为指代实体(οὐσίας)。
- 7.3τὸ μὲν γὰρ αὐτομέγεθος καὶ τὸν αὐτοαριθμὸν πρώτας οὐσίας φάσκοντες καὶ τῆς αὐτῆς φύσεως, τὰς δὲ γραμμὰς καὶ τὰ ἐπίπεδα καὶ τὸν οὐρανὸν καὶ ὅλως τὰ αἰσθητὰ δευτέρας· εἴτε δὲ καὶ ταῦτα τῆς αὐτῆς φύσεως ἔλεγον εἴτε μή, οὐκ ἐδήλωσε.
分词 φάσκοντες 在缺少主句限定动词的情况下统领两组宾格补足语(τὸ αὐτομέγεθος... πρώτας οὐσίας 以及 τὰς γραμμὰς... δευτέρας),承接前一句的动词 ἔλεγον 构成补充说明性质的句法破格(anacoluthon)。
