- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:460.31-461.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在Bekker 1028a31中关于实体在时间、定义与认知三方面皆为第一的论述,亚历山大顺次阐释了证明实体在这三种方式上具有优先性的具体论证结构。
" Πολλαχῶς μὲν οὖν λέγεται τὸ πρῶτον· ὅμως δὲ πάντων ἡ οὐσία πρῶτον." Εἰπὼν ὅτι ἡ οὐσία ἐστὶ τὸ πρῶτον ὂν καὶ κυρίως ὄν, ἐπειδὴ τὸ πρῶτον λέγεται πολλαχῶς, ὡς εἴρηται πρότερον (λέγεται γὰρ πρῶτον καὶ τῇ γνώσει καὶ τῷ λόγῳ καὶ τῷ χρόνῳ), δείκνυσιν ὅτι κατὰ τοὺς τρεῖς τούτους τρόπους ἐστὶ πρώτη τῶν ἄλλων ἡ οὐσία. καὶ πρῶτον δείκνυσιν ὅτι τῷ χρόνῳ πρώτη ἐστίν, εἰπὼν τῶν μὲν γὰρ ἄλλων κατηγορημάτων οὐδὲν χωριστόν, αὕτη δὲ μόνη. εἰ γὰρ καὶ μηδέποτε χωρίς ἐστι τῶν ἄλλων κατηγορημάτων ἡ οὐσία (οὐδέποτε γὰρ τῶν ὑπὸ γένεσιν οὐσιῶν ἔστι τις ἄνευ ποιότητος ἢ ποσότητος ἢ τῶν τοιούτων), εἰ οὖν καὶ μηδέποτε χωρίς ἐστι τῶν ἄλλων, ἀλλ’ ὅμως1 ἐπειδὴ χωρίζονται αὐτῆς καὶ ἄλλα μέν ἐστι σήμερον ἐν αὐτῇ, ἕτερα δὲ χθὲς καὶ ἄλλα αὔριον, καὶ καθ’ ἑκάστην ὡς εἰπεῖν τοῦτο γίνεται, φανερὸν ὅτι προτέρα ἐστὶ τῷ χρόνῳ τῶν ἄλλων. ὡς γὰρ ὁ ἀμφορεὺς φέρε εἰπεῖν πρότερός ἐστι τῷ χρόνῳ τοῦ καθ’ ἕκαστον ἐν αὐτῷ ἐγγινομένου οἴνου, οὕτω καὶ ἡ οὐσία τῶν καθ’ ἑκάστην γινομένων καὶ ἀπογινομένων ἐν αὐτῇ συμβεβηκότων. ἀλλὰ καὶ καθ’ ὅσον συναναιρεῖ μὲν αὐτά, οὐ συναναιρεῖται δὲ ὑπ’ αὐτῶν, προτέρα ἐστίν. οὐ μόνον δὲ τῷ χρόνῳ προτέρα ἐστίν, ἀλλὰ καὶ τῷ λόγῳ, ὡς προείρηται. εἰ γὰρ τὰ εἰς ὁρισμόν τινος λαμβανόμενα πρότερά ἐστι τῷ λόγῳ τοῦ ὁριστοῦ, λαμβάνεται δὲ ἐν τῷ τῆς σιμότητος λόγῳ ἡ ῥὶς καὶ ἐν τῷ τῆς ὀργῆς τὸ αἷμα, δῆλον ὅτι καὶ τῷ λόγῳ προτέρα ἐστὶν ἡ οὐσία τῶν συμβεβηκότων. οὐ μόνον δὲ ἐπὶ τῆς σιμότητος καὶ τοῦ αἵματος τοῦθ’ οὕτως ἔχει, ἀλλ’ ὡς αὐτὸς ἐρεῖ προϊὼν ὅτι καὶ τὸ λευκὸν καὶ τὰ λοιπὰ ὁριζόμενοι διὰ τὸ μὴ καλῶς μηδ’ ἀκριβῶς τοὺς ὁρισμοὺς αὐτῶν ἀποδίδοσθαι οὐ λαμβάνομεν τὴν οὐσίαν ἐν τῷ ὁρισμῷ αὐτῶν· ἐπεὶ εἴ τις ἀκριβολογοῖτο, ἐξ ἀνάγκης παραλήψεται αὐτὴν ἐν τῷ ὁρισμῷ αὐτῶν. ἀλλὰ καὶ τῇ γνώσει προτέρα ἐστὶν ἡ οὐσία τῶν συμβεβηκότων· τότε γὰρ οἰόμεθα ἕκαστον εἰδέναι, ὅταν γνῶμεν τὴν οὐσίαν αὐτοῦ· τότε γὰρ οἰόμεθα γινώσκειν τί ἐστιν ἄνθρωπος ἢ πῦρ, ὅταν γνῶμεν τὴν οὐσίαν αὐτῶν, ἀλλ’ οὐχ ὅταν γνῶμεν ὁποῖός ἐστιν ἄνθρωπος ἢ πόσος. καὶ τί φημι ἐπὶ τῶν οὐσιῶν ὅτι τότε ταύτας ἴσμεν,2 ὅταν τί ἐστιν ἑκάστη αὐτῶν γνῶμεν; καὶ ἐπὶ τῶν συμβεβηκότων τοῦτό ἐστιν· ὅταν γάρ τί ἐστι λευκὸν γνῶμεν, τότε ἴσμεν αὐτό.
“因此第一者是在多种意义上被言说的;然而实体在一切方面都是第一位的。” 在说了实体是第一位的存在以及本义上的存在之后,既然第一者是在多种意义上被言说的,如前所述(因为第一者既在认知上、在定义上也在时间上被言说),他便证明实体在这三种方式上相对于其余各项都是第一位的。首先他证明实体在时间上是第一位的,他说:“因为其余的述词没有一个是可分离的,唯独它是。”因为即使实体从来不是脱离其余述词而存在的(因为在处于生灭的实体中,没有任何一个曾经脱离性质、数量或诸如此类的东西而存在)——因此即使它从来不是脱离其余各项而存在的——然而尽管如此,由于它们与实体相分离,有些今天在它之中,有些昨天在,另一些明天在,并且可以说这种情况每日都在发生,显然它在时间上优先于其余各项。因为比方说,正如双耳罐在时间上优先于逐次产生于其中的酒,实体同样也优先于每日在它之中产生与消灭的偶性。而且不仅如此,就它共同毁灭它们、而它自身不被它们共同毁灭而言,它也是优先的。它不仅在时间上优先,而且在定义上也优先,正如先前所说的那样。因为如果被纳入某物的定义中的各项在定义上优先于被定义者,而在塌鼻的定义中鼻被纳入,在愤怒的定义中血被纳入,那么显然实体在定义上也优先于偶性。并且不仅对于塌鼻和血情况如此,而且正如他本人在行文中将要指出的那样,在定义白以及其余各项时,我们也由于它们的定义没有被良好且严格地给出而没有在它们的定义中纳入实体;因为如果有人严格推敲,便必然会在它们的定义中引入实体。而且实体在认知上也优先于偶性;因为我们正是在知道了事物的实体时,才认为认识了每一个事物;因为我们正是在知道了人或火的实体时,才认为认识了人或火是什么,而不是在知道了人是怎样的或有多大时。而且我何必仅就实体而言说我们在知道了它们每一个是什么时才认识它们呢?甚至对于偶性而言这也是如此;因为当我们知道了白是什么时,我们才认识了它。
- 7.2εἰ γὰρ καὶ ... εἰ οὖν καὶ ... ἀλλ’ ὅμως
让步从句 εἰ γὰρ καὶ μηδέποτε χωρίς ἐστι τῶν ἄλλων κατηγορημάτων ἡ οὐσία 被插入的因果解释打断后,由 εἰ οὖν καί 复述并重新引出,最终导入以 ἀλλ’ ὅμως ... φανερὸν ὅτι ... 为核心的主句归结部。
- 7.2καὶ τί φημι ἐπὶ τῶν οὐσιῶν ὅτι τότε ταύτας ἴσμεν
由疑问代词 τί 引导的反问句(“就实体而言我何必说我们在那时才认识它们呢?”),是一种表示“就实体而言自不待言”的习惯表达,与后文的 καὶ ἐπὶ τῶν συμβεβηκότων τοῦτό ἐστιν 形成对照,强调不仅对实体如此,对偶性亦然。
