← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§459.2-460.30

作为第一存在的实体与各范畴对底层的依存

亚历山大解释了亚里士多德在《形而上学》Z卷开篇(1028a10)重新提出存在多义性的原因,指出实体乃是定义的本原对象,阐明了“是什么”何以唯一指示实体,并论证了其他范畴、运动和状态只有通过依存于作为底层的实体才能被称为存在者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

" Τὸ ὂν λέγεται πολλαχῶς, καθάπερ διειλόμεθα πρότερον ἐν τοῖς περὶ τοῦ ποσαχῶς." Ἐπειδὴ ἐν ἅπαντι τῷ παρόντι βιβλίῳ καὶ τῷ μετὰ τοῦτο περὶ ὁρισμῶν ποιεῖται τὸν λόγον, ὡς δὲ ἐρεῖ τῶν συμβεβηκότων κυρίως ὁρισμοὶ οὐκ εἰσίν, ἀλλ’ εἴπερ ἄρα, κατὰ συμβεβηκός· ὡς γὰρ τοῦ ὄντος μετειλήχασιν οὕτω καὶ ὁρίζονται καὶ εἰσὶν αὐτῶν ὁρισμοί, καὶ ὥσπερ τὸ τί ἐστι κυρίως καὶ ἁπλῶς ἐπὶ τῶν οὐσιῶν λέγεται, ἐπὶ δὲ τῶν συμβεβηκότων οὔ, ἀλλ’, εἰ λεχθείη, μετὰ προσθήκης τινός, ὡς ἐρεῖ προϊών (ὡς γάρ, φησί, τὸ μὴ ὄν φαμεν εἶναι, οὐχ ὅτι ἔστι λέγοντες, ἀλλ’ ὅτι ἔστι μὲν ἀλλ’ ἐστὶ μὴ ὄν, οὕτω καὶ ἐπὶ τοῦ ποιοῦ φέρε λέγομεν ὅτι ἔστιν ἀλλ’ οὐχ ἁπλῶς ἀλλ’ ὅτι ἐστὶ ποιόν), οὕτω καὶ ὁρισμοὺς λέγομεν αὐτῶν εἶναι, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλὰ τρόπον ἄλλον· ἐπειδὴ οὖν, ὡς εἴρηται, τοῦ κυρίως ὄντος καὶ τῆς οὐσίας εἰσὶν οἱ ὁρισμοί, μέλλει δὲ περὶ τῶν ὁρισμῶν καὶ ὅσα τούτοις παρακολουθεῖ λέγειν, εἰκότως πάλιν ὑπομιμνήσκει1 περὶ τοῦ ὄντος ὅτι πολλαχῶς λέγεται, καθάπερ καὶ πρότερον ἐν τῷ Δ διεῖλεν, ὅτε ποσαχῶς τὸ ὂν λέγεται διωρίζετο. σημαίνει δὴ τοῦ ὄντος τὸ μὲν τί ἐστι καὶ οὐσίαν καὶ τόδε τι· σύνηθες γὰρ τῷ Ἀριστοτέλει ἀντὶ τῆς οὐσίας τὸ τόδε τι καὶ τὸ τί ἐστι λαμβάνειν. τὸ μὲν οὖν τοῦ ὄντος σημαίνει οὐσίαν, τὸ δὲ ποιὸν καὶ τὰς λοιπὰς ὀκτὼ κατηγορίας. δεκαχῶς δὴ λεγομένου τοῦ ὄντος δῆλον, ὡς πολλάκις εἴρηται, ὅτι πρῶτον ὄν ἐστι καὶ τί ἐστιν ἡ οὐσία. ὅτι δὲ τὸ τί ἐστι τὴν οὐσίαν σημαίνει καὶ ταύτης ἐστὶ δηλωτικὸν δείκνυσιν ὧδε· ὅταν μὲν γάρ, φησίν, εἴπωμεν ποῖόν τι τόδε, ἢ ἀγαθὸν λέγομεν ἢ καλόν, ἀλλ’ οὐ τρίπηχυ καὶ ὅλως ποσόν, οὐδ’ ἄνθρωπον καὶ οὐσίαν, ἀλλὰ ποιόν· ὅταν δὲ τί ἐστιν, οὐ φαμεν ποιόν, ἀλλ’ ἄνθρωπον ἢ θεόν, ὡς τοῦ τί ἐστιν ἐπὶ μόνης λεγομένου τῆς οὐσίας. εἰπὼν δὲ ἀνωτέρω φανερὸν ὅτι τούτων πρῶτον ὂν τὸ τί ἐστιν, ὅπερ σημαίνει τὴν οὐσίαν καὶ μεταξὺ ἐπεμβαλών τινα ἐπήγαγε τὰ δ’ ἄλλα λέγεται τῷ τοῦ οὕτως ὄντος τὰ μὲν εἶναι ποσότητες.2 καὶ ἔστιν ἡ συνεχὴς τοῦ λόγου ἀκολουθία τοιαύτη· φανερὸν ὅτι τούτων πρῶτον ὂν τὸ τί ἐστιν, ὅπερ σημαίνει τὴν οὐσίαν, τὰ δ’ ἄλλα λέγεται ὄντα τῷ τοῦ οὕτως ὄντος τὰ μὲν ποσότητες εἶναι (λέγεται γὰρ τὸ δίπηχυ ὂν ὅτι ἐστὶ ποσότης τις τοῦ κυρίως ὄντος), τὸ δὲ λευκὸν ἢ τὸ θερμὸν καὶ ἁπλῶς τὰ πάθη τῷ ποιότητες εἶναι αὐτοῦ. ὁμοίως καὶ τὰ ἄλλα λέγεται ὄντα τῷ εἶναί τι τοῦ κυρίως ὄντος. διὰ οὖν τὸ κυρίως ὂν εἶναι τὴν οὐσίαν τὰ δ’ ἄλλα λέγεσθαι ὄντα τῷ ἔχειν πως πρὸς αὐτήν, καὶ ἀπορήσειεν ἄν τις, φησί, πότερον τὸ βαδίζειν καὶ τὸ ὑγιαίνειν καὶ ἕκαστον αὐτῶν ὂν λέγεται ἢ οὔ. καὶ τὴν αἰτίαν τοῦ πῶς ἄν τις ἀπορήσειεν ἐπάγει. οὐδὲν γάρ, φησίν, αὐτῶν ἐστι καθ’ αὑτό, ὥσπερ ἡ οὐσία, οὔτε πέφυκε χωρίζεσθαι αὐτῆς. ὃ δὲ μὴ ἔστιν αὐτὸ καθ’ αὑτὸ λαβεῖν, πῶς ἄν τις τοῦτο τῶν ὄντων ἐρεῖ; καὶ ‘ἀπορήσαι ἄν τις’ εἰπὼν ἐπάγει ἀλλ’ εἴπερ, τὸ βαδίζον τῶν ὄντων καὶ τὸ καθήμενον, ἴσον λέγων τῷ ὅτι κυρίως ὂν τὸ βαδίζον καὶ τὸ καθήμενόν ἐστι· τόδε γάρ τι καὶ οὐσία ἐστὶ καὶ ἔστιν ὡρισμένον ὑποκείμενον τῇ ὑγιείᾳ καὶ τῇ βαδίσει ἡ οὐσία, τὸ δὲ βαδίζειν ἢ ὑγιαίνειν οὐκ εἰσιν ὄντα· ἀλλ’, εἴπερ ἄρα, ὅτι πάθη εἰσὶ τῆς οὐσίας, λεχθήσεται ὄντα, κυρίως δ’ οὔ. εἰπὼν δὲ ὅτι ταῦτα ἐμφαίνεται ὄντα, διότι ἔστι τι τὸ ὑποκείμενον αὐτοῖς ὡρισμένον, τοῦτο δ’ ἐστὶν ἡ οὐσία καὶ τὸ καθ’ ἕκαστον, ἐπήγαγεν ὅπερ ἐμφαίνεται ἐν τῇ τοιαύτῃ κατηγορίᾳ, τουτέστι τῇ κυρίως ὂν λεγομένῃ ἤτοι τῇ οὐσίᾳ. ἐν τῇ κυρίως ὂν οὔσῃ, φησί, κατηγορίᾳ καὶ τῇ οὐσίᾳ ἐμφαίνεται καὶ ἔστι τὸ ὑγιαῖνον καὶ τὸ καθήμενον, καὶ χωρὶς τῆς οὐσίας οὔτε ὑγιαῖνον οὔτε καθήμενον οὔτε τι τῶν ἄλλων κατηγοριῶν ἢ λέγεται ἢ ἔστιν. εἰ δ’ ἐν ταύτῃ αὐτοῖς τὸ εἶναι, διὰ ταύτην τε ἕκαστον τῶν ἄλλων ἔστι καὶ χωρὶς αὐτῆς οὐκ ἐνδέχεται τι ἐκείνων εἶναι, αὐτὴν δὲ χωρὶς ἐκείνων, φανερὸν ὅτι κυρίως ὂν καὶ οὐ τὶ ὄν·3 τὶ γὰρ ὂν τὸ συμβεβηκὸς τῇ οὐσίᾳ ἐστί.

“存在是在多种意义上被言说的,正如我们先前在关于‘在多少种意义上’的论述中所区分的那样。” 既然在整部当下的卷以及其后的一卷中,他都在进行关于定义的论述,而正如他将要说的那样,偶性在本原意义上并不存在定义,如果有的话,也只是在偶性的意义上——因为正如它们分有了存在,它们也同样被定义,并且存在着它们的定义;又正如“是什么”是在本原和单纯的意义上对于实体而言被言说的,但对于偶性而言则不然,如果被言说,也带有某种附加,正如他在行文中将要指出的那样(因为他说,“正如我们说非存在是存在的,并不是说它存在,而是说它存在但作为非存在而存在;同样,对于性质,比方说,我们说它存在,但不是单纯地存在,而是作为性质而存在”),同样我们也说存在着它们的定义,但不是单纯地存在,而是以另一种方式存在——,既然如前所述,定义属于本原的存在者与实体,而他将要论述关于定义以及伴随它们的所有事项,那么他再次提醒我们关于存在是在多种意义上被言说的,正如他先前在Δ卷中规定存在是在多少种意义上被言说时所区分的那样,这是合情合理的。 于是,存在的一方面表示“是什么”、实体以及“这个”,因为亚里士多德习惯用“这个”和“是什么”来代替实体。因此,存在的一方面表示实体,另一方面则表示性质以及其余的八个范畴。在存在以十种方式被言说的情况下,正如屡次言及的那样,显然第一位的存在即“是什么”乃是实体。至于“是什么”表示实体并且表明实体,他通过如下方式证明:因为他说,“当我们说这具有怎样的性质时,我们要么说善要么说美,但绝不说三肘长或总体上的数量,也不说人或实体,而是说性质;但当我们说它是什么时,我们不说是性质,而是说是人或神,宛如‘是什么’仅仅对于实体而言被言说那样”。 他在前面说了“显然在这些之中第一位的存在是‘是什么’,它表示实体”,并在其间插入了一些话之后,接着说:“而其余的之所以被言说,是因为其中有些是如此存在者的数量”。论述的连贯脉络如下:显然在这些之中第一位的存在是“是什么”,它表示实体,而其余的之所以被称为存在者,是因为其中有些是如此存在者的数量(因为两肘长之所以被称为存在者,是因为它是本原存在者的某种数量),而白或热以及总括来说受动状态,则是因为是它的性质。同样,其余各项之所以被称为存在者,也是因为是本原存在者的某种东西。 因此,由于本原的存在者是实体,而其余各项之所以被称为存在者,是因为以某种方式与它相关,“所以人们可能会疑难,”他说,“行走与处于健康以及它们之中的每一个究竟是被说成存在者还是不被说成存在者”。他也补充了人们何以会产生疑难的原因:他说,因为“它们之中没有任何一个如实体那样是由于自身而存在的,它们也不具有与实体相分离的本性”。而对于不能由于自身被把握的事物,人们又怎能说它是存在者之一呢?在说了“人们可能会疑难”之后,他接着说,“但是假若如此,那行走的和坐着的才属于存在者”,他说这句话等同于说:本原意义上的存在者乃是那行走的和坐着的;因为它是“这个”以及实体,而且实体乃是对于健康和行走的确定的主体,而行走或处于健康并不是存在者;假若如此的话,也是因为它们是实体的受动状态才会被称为存在者,但不是在本原的意义上。在说了这些之所以显现为存在者,是因为对它们而言存在着某种确定的主体,而这就是实体和个别事物之后,他又接着说:“它显现于如此的范畴之中”,也就是说,显现于被称为本原存在者的范畴之中,即实体之中。他说,在作为本原存在者的范畴即实体之中,健康者和坐着的显现出来并且存在,而脱离了实体,无论是健康者还是坐着的人,亦或是其他范畴中的任何东西,都既不会被言说也不会存在。如果存在属于它们是在这[实体]之中,并且其余各项都是由于这[实体]而存在,并且脱离了这[实体]它们中的任何一个都不可能存在,但这[实体]自身脱离了它们却能够存在,那么显然[实体]是本原的存在者而不是某种具体的存在者;因为某种具体的存在者乃是属于实体的偶性。

语法注3 条
  1. 7.1Ἐπειδὴ ἐν ἅπαντι τῷ παρόντι βιβλίῳ ... εἰκότως πάλιν ὑπομιμνήσκει

    长大的周期句结构。开头的 Ἐπειδὴ 引出关于定义和偶性的一长串预备性说明,随后通过 ἐπειδὴ οὖν 重新提起因果分句,最终落在主句动词 εἰκότως ... ὑπομιμνήσκει 上。

  2. 7.1τῷ τοῦ οὕτως ὄντος τὰ μὲν εἶναι ποσότητες

    由表示原因的定冠词与格 τῷ 与不定式 εἶναι 构成的句式。不定式逻辑上的主语 τὰ μέν 承接 τὰ ἄλλα,而 τοῦ οὕτως ὄντος(“如此存在者”,即实体)则是作属格修饰 ποσότητες(“因为其中有些是如此存在者的数量”)。

  3. 7.1φανερὸν ὅτι κυρίως ὂν καὶ οὐ τὶ ὄν

    在 ὅτι 从句中省略了主语和连系动词(即 ἡ οὐσία ἐστίν)。承接上文关于其余范畴依存于实体而实体脱离它们仍能存在的论述,得出结论:实体才是本原的存在(κυρίως ὄν),而非从属性的“某种存在”(τὶ ὄν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:459.2-460.30