- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:43.10-46.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德对爱利亚学派(色诺芬尼、巴门尼德、梅利索)作为一元论者的评价,指出在考察中仍可发现巴门尼德关于形式与质料的双重视角之益处,随后阐明了对先前自然哲学家确立质料因与动力因(单一或多数)的总结回顾。
" Οὐ μὴν ἀλλὰ τοσοῦτόν γε οἰκεῖόν ἐστι τῇ νῦν σκέψει." Τὰ μὲν ἄλλα οὐκ οἰκεῖά φησιν εἶναι τῷ περὶ αἰτίων λόγῳ τὸ τὴν δόξαν ἐκτίθεσθαι τῶν ἓν τὸ πᾶν λεγόντων·1 οἱ γὰρ οὕτως λέγοντες οὐχ ὡς ἀρχὴν τὸ ἓν τίθενται, οὐδὲ ὡς αἴτιον. ἐπὶ τοσοῦτον δέ φησι χρήσιμον εἶναι καὶ τὴν τούτων ἱστορίαν, ὅτι καὶ τούτων ὁ μὲν ἐπὶ τὴν ὕλην βλέψας ἄπειρον εἶπε τὸ ὄν, ὁ δὲ ἐπὶ τὸ εἶδος πεπερασμένον· ἐν μὲν γὰρ ταῖς αἰτίαις καὶ ἡ ὕλη καὶ τὸ εἶδος, ὥστε εἰ καὶ μὴ αἴτιόν τι λέγουσιν, ἀλλὰ ἅ γε λέγουσι καὶ καθ’ ἃ κινηθέντες, ἐν τοῖς κατηριθμημένοις αἰτίοις ἐστίν. Ξενοφάνην δὲ αἰτιᾶται ὡς πρῶτον μὲν τῆσδε τῆς δόξης ἁψάμενον (Παρμενίδην γὰρ τούτου μαθητὴν γενέσθαι), οὐδὲ τῆς φύσεως τούτων τινός, εἴτ’ οὖν εἴδους ἢ τῆς ὕλης, ἁψάμενον, ἀλλ’ εἰς τὸν ὅλον οὐρανὸν ἀποβλέψαντα καὶ ἁπλῶς ἀποφηνάμενον τὸ ἓν εἶναι τὸν θεόν. τὸ δὲ ἑνίσας ἴσον ἐστὶ τῷ πρῶτος ἓν εἶναι τὸ ὂν εἰπών. ἐπαινεῖ δὲ Παρμενίδην ὡς εὐλογώτερον ἐκείνων θέμενον ἓν εἶναι τὸ ὄν· ἐχρήσατο γὰρ λόγῳ τινὶ καὶ συλλογισμῷ πρὸς τὴν δεῖξιν τούτου, οἱ δὲ ἀγροικότερον ἀπεφήναντο. ὁ δὲ λόγος ᾧ ἐχρῆτο οὗτος· ἐλάμβανε τὸ παρὰ τὸ ὂν μὴ ὄν, ὥσπερ τὸ παρὰ τὸ λευκὸν οὐ λευκόν, τὸ δὲ μὴ ὂν μηδὲν εἶναι· οἷς κειμένοις ἡγεῖτο ἐξ ἀνάγκης ἕπεσθαι τὸ ὂν ἓν εἶναι. αὕτη μὲν οὖν ἡ τοῦ λόγου πιθανότης, περὶ δὲ τούτων ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως ἐπὶ πλέον ἐπεξελήλυθεν, ἐφ’ ἃ ἡμᾶς καὶ νῦν ἀναπέμπει. ὁμώνυμόν τε γὰρ τὸ ὄν· κἂν εἰ ὡς φύσιν δὲ μίαν σημαῖνον λαμβάνοιτο, οὐδὲ οὕτως ἂν δεικνύοιτο ἓν εἶναι κατ’ ἀριθμὸν τὸ ὄν. ἔτι συνάγεται μὲν ἐκ τοῦ λόγου τὸ παρὰ τὸ ὂν μηδὲν εἶναι, οὐ μὴν ἓν ἢ μὴ ὄν· τούτῳ δὲ ἀντιστρέφει οὐ τὸ τὸ ὂν ἓν εἶναι ἀλλὰ τὸ τὸ ἓν ὂν εἶναι.2 ἱστορεῖ δὲ Παρμενίδου καὶ τὴν διττὴν δόξαν, ὡς ἀναγκαζόμενος καὶ τοῖς φαινομένοις ἀκολουθεῖν ἓν μὲν κατὰ λόγον καὶ τὴν ἀλήθειαν ἔλεγε τὸ ὂν εἶναι, πλείω δὲ κατὰ τὴν αἴσθησιν· καθ’ ἣν δόξαν γενητὸν τὸν κόσμον καὶ δύο ἀρχὰς ὑπέθετο αὐτοῦ τε καὶ τῶν οὕτως ὄντων, πῦρ τε καὶ γῆν, ὧν τὸ μὲν πῦρ ὂν τὴν δὲ γῆν μὴ ὂν καὶ τὸ ψυχρὸν ἔλεγεν· ὥστε οὐ Δημόκριτος μόνος καὶ Λεύκιππος ἐν ταῖς ἀρχαῖς τὸ ὂν καὶ τὸ μὴ ὂν ἐτίθεντο. ἔλεγε δὲ ἴσως Παρμενίδης μὴ ὂν τὸ ψυχρὸν καθὸ ὑλικὴ αἰτία μᾶλλον αὕτη, δοκεῖ δὲ ἡ ὕλη μὴ ὄν τι εἶναι.
“尽管如此,至少有这么多是属于当前的考察的。” 他说,在其他方面,阐明那些主张万物为一的人的见解并不属于关于原因的论述;因为这样主张的人并没有将一设定为原理,也没有设定为原因。但他表示,即使对这些人的考察在以下程度上也是有用的:在这些人中,也是一人着眼于质料而称存在者为无限,另一人着眼于形式而称之为有限。因为质料和形式都在原因之列,所以即使他们没有陈述任何原因,至少他们所说的内容以及他们据以受到推动的事物,乃是在列举的原因之中的。他责难色诺芬尼,因为色诺芬尼虽然是最先涉足这一见解的人(巴门尼德正是成了他的学生),却完全没有触及这些本性中的任何一种,无论是形式还是质料,而是仰望整个天空,简单地宣称一就是神。而“使之成一”等同于“最先声称存在者为一的人”。但他赞扬巴门尼德比那些人更合乎情理地设定存在者为一;因为巴门尼德为了证明这一点而使用了某种论据(逻各斯)和推论,而其他人则发表了更为粗鄙的见解。他所使用的论据如下:他假定存在者之外的事物是非存在(正如白之外的事物是不白的),而非存在乃是虚无;在这些前提被确立之后,他认为必然得出存在者为一。这就是这一论证的说服力所在,但关于这些问题,他在《物理学》第一卷中已有更充分的阐发,他现在也同样将我们指引到那里。因为存在者是同名异义的;即便将其理解为指示单一的本性,即便如此也无法证明存在者在数目上是一。此外,从这一论证中固然可以推导出存在者之外的事物是虚无,却绝推导不出它是单一或非存在;而与此相换位的并不是“存在者是一”,而是“一乃是存在者”。他还记述了巴门尼德的双重见解,说明巴门尼德由于被迫顺应现象,依照逻各斯和真理称存在者为一,而依照感觉则称之为多数。依照后一种见解,他假定宇宙是生成的,并为宇宙自身以及以此种方式存在的事物设立了火与土两个原理,其中他称火为存在者,称土为非存在和冷;因此并非只有德谟克利特和留基伯在诸原理中设置了存在者和非存在。巴门尼德称冷为非存在,或许是因为这更是质料因,而质料似乎是某种非存在。
"Καὶ παρὰ τῶν συνηδρευκότων ἤδη τῷ λόγῳ σοφῶν." Συνηδρευκότων ἀντὶ τοῦ ἐζητηκότων τε καὶ πεφροντικότων περὶ ὧν λέγομεν. ἢ συνηδρευκότων ἤδη τῷ λόγῳ σοφῶν, τούτων ὧν εἰρήκαμεν· ὧν γὰρ ἐμνημόνευσεν ἤδη, τούτους λέγοι ἂν συνηδρευκέναι ἤδη τούτῳ τῷ λόγῳ καὶ οἷον παραγεγονέναι. παρὰ μὲν τῶν πρώτων.3 ὑπομιμνήσκει τῶν εἰρημένων ἀρχαίων, ὅτι οἱ μὲν ἀρχαιότεροί τε καὶ πρῶτοι σωματικὴν ἀρχὴν ἐποίουν καὶ ὑλικήν, ὡς ὕδωρ μὲν Θαλῆς, πῦρ δὲ Ἵππασός τε καὶ Ἡράκλειτος, καὶ τὰ τούτοις ὅμοια· καὶ ἀέρα γάρ, ὡς εἴρηκεν, ἐτίθεντο ἀρχὴν Ἀναξιμένης τε καὶ Διογένης. ἐν τούτοις δ’ ἂν καὶ Ἀναξίμανδρος εἴη ὁ τὴν μεταξὺ φύσιν θέμενος, ἧς δόξης ἐμνημόνευσεν ἐν τοῖς Περὶ γενέσεως. τοιοῦτοι δὲ καὶ Λεύκιππος καὶ Δημόκριτος· καὶ γὰρ οὗτοι ὑλικὰς τὰς ἀρχὰς ἔθεντο. καὶ τῶν μὲν μίαν τῶν δὲ πλείους. ἔθεντο μίαν, ὡς Θαλῆς Ἀναξιμένης Ἡράκλειτος, πλείους, ὡς οἱ περὶ Λεύκιππόν τε καὶ Δημόκριτον· κατὰ γὰρ τούτους πάντας αἱ ὑλικαὶ ἀρχαὶ πλείους, καὶ κατὰ Παρμενίδην. παρὰ δέ τινων ταύτην τε τὴν αἰτίαν τιθέντων καὶ πρὸς ταύτῃ τὴν ὅθεν ἡ κίνησις. ταύτην μὲν τὴν ὑλικήν. λέγει δὲ τοὺς πρὸς ταύτῃ τιθεμένους τὴν ὅθεν ἡ κίνησις Ἀναξαγόραν τε καὶ ὅσοι τὸν νοῦν ἐν ταῖς ἀρχαῖς ἔθεντο ὡς ἀρχὴν ποιητικήν, καὶ Ἐμπεδοκλέα, ὃς τὴν φιλίαν καὶ τὸ νεῖκος προσθεὶς τοῖς τέτταρσι στοιχείοις, ἃ ὕλη ἦν αὐτῷ, ἀρχαῖς ἐχρήσατο· διὸ καὶ εἶπε τὸν μὲν μίαν θέσθαι τὴν ποιητικὴν ἀρχήν, Ἀναξαγόραν λέγων, τὸν δὲ δύο· οὗτος γὰρ Ἐμπεδοκλῆς ἦν.
“并且从已经同这一论述坐在一起讨论的智者们来看。” “坐在一起讨论的”在此代替了“探究并思考了我们所说事情的”。或者说,“已经同这一论述坐在一起讨论的智者们”是指我们已经谈及的这些人;因为对于他已经提及的那些人,他可以说他们已经同这一论述坐在一起讨论,并且可以说是同在场了。“一方面从最先的人们来看”。他提醒人们注意前述的古人:即那些更古老和最初的人将原理建立为物体的和质料的,如泰勒斯主张水,希帕索斯和赫拉克利特主张火,以及诸如此类的事物;因为正如他所言,阿那克西美尼和狄奥根尼将空气设定为原理。在这些人中也当包括设定了中间本性的阿那克西曼德,他在《论生成与消灭》中提及了这一见解。留基伯和德谟克利特也是如此;因为他们也将原理设定为质料性的。“并且有些人设定为单一,有些人设定为多数”。有些人设定为单一,如泰勒斯、阿那克西美尼和赫拉克利特;有些人设定为多数,如留基伯和德谟克利特一派;因为依照这所有的人以及巴门尼德,质料原理都是多数。“又从某些不仅确立这一原因,并且在此之上还确立运动之源泉的人们来看”。“这一原因”指的是质料因。而他说在此之上确立运动之源泉的人,是指阿那克萨哥拉以及凡是将理智(奴斯)作为动力因的原理置于诸原理之中的人,还有恩培多克勒,后者将友爱与纷争添加到作为其质料的四元素上,以此作为原理;因此他才说有一人将动力原理确立为一个(指阿那克萨哥拉),另一人确立为两个(这正是恩培多克勒)。
- 1.42Τὰ μὲν ἄλλα οὐκ οἰκεῖά φησιν εἶναι τῷ περὶ αἰτίων λόγῳ τὸ τὴν δόξαν ἐκτίθεσθαι τῶν ἓν τὸ πᾶν λεγόντων
该句的主语是带有定冠词的不定式短语 τὸ τὴν δόξαν ἐκτίθεσθαι(“阐明……的见解”),谓语为 οὐκ οἰκεῖα εἶναι。句首的 Τὰ μὲν ἄλλα 作状语性宾格(“在其他方面”),通过 μέν...δέ 与后文的 ἐπὶ τοσοῦτον δέ(“但在这等程度上”)构成对比。
- 1.42τούτῳ δὲ ἀντιστρέφει οὐ τὸ τὸ ὂν ἓν εἶναι ἀλλὰ τὸ τὸ ἓν ὂν εἶναι
带宾格的不定式结构(τὸ ὂν ἓν εἶναι“存在者是一”和 τὸ ἓν ὂν εἶναι“一乃是存在者”)整体上又被加上了中性单数主格定冠词 τό 进行名词化(双重定冠词结构)。ἀντιστρέφει 是逻辑学术语“换位”,作为不及物动词支配与格 τούτῳ(“与此”)。
- 1.43παρὰ μὲν τῶν πρώτων
该句以及随后的 καὶ τῶν μὲν μίαν τῶν δὲ πλείους 和 παρὰ δέ τινων... 是直接引用自亚里士多德原文(987a2起)的断片引语。亚历山大将它们作为小标题(分段引文)置于句首,随后进行阐释。它们作为省略性介词短语独立成段。
