← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§457.26-458.24

偶然存在与作为真理的存在被排除在第一哲学之外的原因

亚历山大注释《形而上学》卷六第四章,阐明真假在于思想的结合与分离而非在事物之中的论据,并解释为何偶然的存在与作为真理的存在被排除在作为存在的存在的研究之外。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.9#2

εἰ γὰρ μὴ πάθος τι τῆς ἡμετέρας διανοίας καὶ παρὰ σύνθεσιν ἢ διαίρεσιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀλλ’ ἐν τοῖς πράγμασιν ἦν, ὡς αὐτός φησι, τῷ μὲν ἀγαθὸν εἰπεῖν εὐθὺς ἔδει λέγειν ἀληθές,1 καὶ ἦν ἂν τὸ ἀγαθὸν ἀληθές, τῷ δὲ κακὸν ψεῦδος. καὶ ἔμπαλιν, τῷ μὲν κακὸν εἰπεῖν εὐθὺς ἀληθὲς ἔδει λέγειν, τῷ δὲ ἀγαθὸν ψεῦδος. ἀλλὰ μὴν οὔτε ἀγαθὸν εἰπόντες ἀληθὲς λέγομεν ἢ ψεῦδος, οὔτε κακόν. οὐκ ἄρα ἐν τοῖς πράγμασι τὸ ἀληθὲς καὶ τὸ ψεῦδός ἐστιν, ἀλλ’ ἐν τῇ διανοίᾳ. οὐ μόνον δ’ ἐν τοῖς πράγμασιν οὐκ ἔστι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀλλ’ οὐδ’ ἐν τοῖς ἁπλοῖς τοῖς ἐν τῇ διανοίᾳ, ἁπλᾶ λέγων τὰ πράγματα αὐτὰ καθ’ αὑτὰ νοούμενα ἄνευ συνθέσεως καὶ διαιρέσεως. ταῦτα εἰπὼν ἀποδίδωσι τὸν λόγον, λέγων ὅσα μὲν οὖν δεῖ θεωρῆσαι περὶ τὸ οὕτως ὂν καὶ μὴ ὄν, ἴσον λέγων τῷ ἐπειδὴ εἴρηται ὅτι τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ ὡς ψεῦδος μὴ ὂν παρὰ σύνθεσίν ἐστι καὶ διαίρεσιν, ὅσα δὴ περὶ τὸ οὕτως ὄν, ἤτοι τὸ ὡς ἀληθές, καὶ τὸ μὴ ὂν ὡς ψεῦδος θεωρῆσαι δεῖ, ὕστερον ἐπισκεπτέον. ἐπεὶ δ’, ὡς δέδεικται, ἡ συμπλοκή ἐστι καὶ ἡ διαίρεσις ἐν τῇ διανοίᾳ ἀλλ’ οὐκ ἐν τοῖς πράγμασι, συμπλοκὴν καὶ διαίρεσιν λέγων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, τὸ δ’ οὕτως, ἤτοι τὸ ὡς ἀληθές, τὸ παρὰ σύνθεσιν καὶ διαίρεσιν, ἕτερον ὄν ἐστι τῶν κυρίως ὄντων, κυρίως ὄντα λέγων τὰς ἀτόμους οὐσίας, ὡς ἐν τῷ μετὰ τοῦτο βιβλίῳ ἐρεῖ· περὶ γὰρ τῶν νοητῶν ἄλλος λόγος. εἶτα καὶ πῶς ἕτερόν ἐστι τὸ ὡς ἀληθὲς ὂν τῶν κυρίως ὄντων λέγει. ἢ γάρ, φησίν, ἡ διάνοια τὸ τί ἐστι καὶ οὐσίαν μετὰ οὐσίας συνάπτει ἢ διαιρεῖ, ἢ πάλιν ποιὸν μετὰ οὐσίας ἢ ποσὸν ἢ ἄλλην τινὰ τῶν κατηγοριῶν. ἐπειδὴ οὖν ταῦθ’ οὕτως ἔχει, τὸ μὲν ὡς συμβεβηκὸς ὄν, ἐπειδὴ ἱκανῶς εἴρηται περὶ αὐτοῦ, ἀλλὰ μὴν καὶ τὸ ὡς ἀληθές (ῥηθήσεται γάρ) νῦν ἀφετέον. αὐτὸς δὲ τοῦ ταῦτα νῦν παραλιπεῖν αἰτίαν ἀπέδωκε τὸ τὸ γὰρ αἴτιον τοῦ μὲν κατὰ συμβεβηκὸς ὄντος ἀόριστον,2 τῶν δ’ ἀορίστων οὐ φροντιστέον· τὸ δ’ ὡς ἀληθὲς ὄν τι πάθος ἐστὶ καὶ βούλημα διανοίας, τὸ δὲ ζητεῖν τὸ ἑκάστῳ δοκοῦν οὐ σφόδρα ἀναγκαῖον. ἄλλως τε καὶ ἀμφότερα περὶ τὸ λοιπὸν γένος ὄντα τοῦ ὄντος. λέγοι δ’ ἂν λοιπὸν τοῦ ὄντος γένος τὸ κυρίως ἀλλ’ οὐ τὸ κατὰ συμβεβηκός. καὶ ἐπεὶ περὶ τὸ λοιπὸν τοῦ ὄντος εἰσὶ γένος, καὶ οὐ δηλοῦσι φύσιν τινὰ ἔξω οὖσαν καὶ ὑπερεκπίπτουσαν τὸ ὂν ἀλλ’ ὑπ’ αὐτό εἰσιν, ἡ δὲ ζήτησίς ἐστι περὶ τὰ αἴτια τοῦ ὄντος ᾗ ὄν, δῆλον ὡς καὶ περὶ αὐτῶν ἐστι, καὶ οὐ χρεία ἀποτεμόντας ἰδίᾳ περὶ αὐτῶν σκοπεῖν. τότε γὰρ ἂν τοῦτο ἐποιοῦμεν, εἴπερ περὶ τοῦ ὄντος ᾗ ὂν ζητοῦντες ταῦτα οὐκ ἦν ὑπ’ αὐτό·3 ἐπειδὴ δ’ εἰσίν, ἀφετέον καὶ τὰ αἴτια τοῦ ὄντος ζητητέον. τὸ δὲ ὂν ὅτι πολλαχῶς λέγεται εἴρηται, ὅτε διωρισάμεθα ποσαχῶς ἕκαστον λέγεται.

因为正如他自己所言,假若真与假不是我们思想的某种状态且不取决于结合或分离,而是在事物之中,那么借由说出“善”就必须立即说出“真”,善也就是真,而借由说出“恶”就必须立即说出“假”。反过来,借由说出“恶”也必须立即说出“真”,而借由说出“善”则说出“假”。然而事实上,我们说出“善”既不是在说真也不是在说假,说出“恶”也不是。因此,真与假并不在事物之中,而是在思想之中。并且真与假不仅不在事物之中,甚至也不在思想中的单纯概念之中;他所谓的单纯概念,是指事物自身在没有结合与分离的情况下被单独思考。在说了这些之后,他完成了论述,说道:“因此,关于以这种方式存在的存在和非存在所必须考察的诸多事项……”——他说这句话等同于说:既然已经说明了作为真理的存在与作为虚假的非存在取决于结合与分离,那么凡是关于以这种方式存在的存在(即作为真理的存在)以及作为虚假的非存在所必须考察的事项,都必须在以后进行探讨。既然正如已表明的那样,联结与分离是在思想中而不在事物中(他称联结与分离为真与假),那么以这种方式存在者,即作为真理的存在,取决于结合与分离者,就乃是不同于本来意义上的存在者的另一种存在(他所谓的本来意义上的存在者是指单个的实体,正如他在本书之后的卷中将要谈到的那样;因为关于可理知之物属于另一项论述)。随后,他也指出了作为真理的存在如何不同于本来意义上的存在者。他说,因为思想要么将“是什么”即实体与实体相联结或分离,要么又将性质与实体、或数量与实体、或诸范畴中的某一其他范畴与实体相联结或分离。因此,既然这些情况是如此,偶然的存在既然已经对它作了充分的讨论,而且作为真理的存在(因为以后还将论及)现在都必须予以舍弃。他自己给出了现在略去这些内容的原因,即:偶然的存在的原因是不确定的,而对于不确定的事物是不应当予以关注的;而作为真理的存在则是思想的某种状态与意向,探求对各人显得如何并不是非常必要的。此外,更因为两者都关涉存在的其余属类。他所谓的存在的其余属类,应当是指本来意义上的属类而非偶然的属类。并且既然它们关涉存在的其余属类,并不表明存在之外并溢出存在的某种本性,而是在其之下,而[我们的]探讨是关于作为存在的存在的原因,显然这一探讨也是关于它们的,因而无需将它们割裂开来单独考察。因为假若在探讨作为存在的存在时这些并不在其之下,在那种情况下我们就会那么做;但既然它们在其之下,就应当予以舍弃,而应当去探讨存在的原因。至于存在是在多种意义上被言说的,这在我们规定了每一种事物是在多少种意义上被言说时就已经谈过了。

语法注3 条
  1. 6.9τῷ μὲν ἀγαθὸν εἰπεῖν εὐθὺς ἔδει λέγειν ἀληθές

    带定冠词的不定词与格 τῷ... εἰπεῖν 用作工具与格或原因与格(“借由说出…… / 在说出……时”),表示非人称动词 ἔδει 在反事实条件句后件中的方式或条件。

  2. 6.9αὐτὸς δὲ τοῦ ταῦτα νῦν παραλιπεῖν αἰτίαν ἀπέδωκε τὸ τὸ γὰρ αἴτιον τοῦ μὲν κατὰ συμβεβηκὸς ὄντος ἀόριστον

    中性定冠词重复出现(τὸ τὸ γὰρ...),第一个 τό 将后续引文从句名词化为 ἀπέδωκε 的直接宾语,第二个 τό 则引出亚里士多德本身的引文(以 τὸ γὰρ αἴτιον 开头)。

  3. 6.9τότε γὰρ ἂν τοῦτο ἐποιοῦμεν, εἴπερ περὶ τοῦ ὄντος ᾗ ὂν ζητοῦντες ταῦτα οὐκ ἦν ὑπ’ αὐτό

    反事实条件句:条件从句(εἴπερ... οὐκ ἦν)以中性复数 ταῦτα 为主语搭配单数未完成过去时 ἦν;归结从句(τότε γὰρ ἂν... ἐποιοῦμεν)用未完成过去时加 ἄν 表达与现在事实相反的虚拟。分词 ζητοῦντες 表示附随情况(“在探讨时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:457.26-458.24