- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:456.26-457.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德在《形而上学》E卷第4章(1027b17)中结束对偶然存在的考察,转而探讨依赖于结合与分离的“作为真理/虚假的存在与非存在”。他阐释了对概念如何结合为单一者进行思索这一问题的暂缓讨论,以及真假存在于思想而非外部事物之中的缘由。
" Περὶ μὲν οὖν τοῦ κατὰ συμβεβηκὸς ὄντος ἀφείσθω· διώρισται γὰρ 〈ἱκανῶς〉· τὸ δὲ ὡς ἀληθὲς ὄν." Εἰπὼν περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος ὅσα εἰκὸς ἦν εἰπεῖν ὡς πρὸς τὴν παροῦσαν χρείαν λέγει ὅτι τὸ μὲν κατὰ συμβεβηκὸς ὂν ἀφείσθω· ἱκανῶς γὰρ περὶ τούτου διώρισται. ἐπεὶ δὲ λέγεται καὶ τὸ ἀληθὲς ὂν καὶ τὸ ψεῦδος μὴ ὄν, λέγει ὅτι παρὰ σύνθεσιν καὶ διαίρεσίν ἐστιν. ὅταν γὰρ τὸ ὑπάρχον τινὶ συνθῶμεν αὐτῷ, οἷον εἰ τὸ καθῆσθαι ὑπάρχει Σωκράτει καὶ λέγομεν ὅτι Σωκράτης κάθηται, τουτὶ ὂν λέγεται ἀληθὲς ὄν, διὰ τὸ τὸ ὑπάρχον συνθεῖναι ἤτοι κατηγορῆσαι τοῦ ὑποκειμένου. εἰ δὲ καθημένου λέγομεν ὅτι οὐ κάθηται, ψεῦδος ὂν μὴ ὂν λέγεται, διὰ τὸ ψευδῶς διελεῖν ἤτοι ἀποφῆσαι τοῦ Σωκράτους τὸ καθῆσθαι. ἐπειδὴ οὖν παρὰ σύνθεσιν καὶ διαίρεσίν ἐστι τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος, τὸ δὲ σύνολον,1 τουτέστιν ὡς ἁπλῶς εἰπεῖν τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ ὡς ψεῦδος μὴ ὄν, περὶ μερισμόν ἐστιν ἀντιφάσεως· τὸ μὲν γὰρ ἀληθὲς ὂν ἔχει τὴν κατάφασιν ἐπὶ τῷ συγκειμένῳ, ἤτοι τὸ ἀληθὲς ὂν συνίσταται, ὅταν τὸν κατηγορούμενον ἀληθῶς συνθῶμεν, καθ’ οὗ κατηγορεῖται, τὸ δὲ ὡς ψεῦδος μὴ ὄν ἐστιν, ὅταν ψευδῶς ἀπὸ τοῦ ὑποκειμένου διαιρῶμεν, καὶ ὅλως τὸ ψεῦδος τούτου τοῦ μερισμοῦ τὴν ἀντίφασιν εἰσάγει, τουτέστι θάτερον μόριον τῆς ἀντιφάσεώς ἐστιν. ἀλλὰ τὸ μὲν ὡς ἀληθὲς ὂν ἐστιν, ὅταν ἀληθῶς συνάπτωμεν τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, τὸ δὲ ψεῦδος τοὐναντίον. εἰ δ’ ἔστιν ἄττα ἅπερ χωρὶς λεγόμενα δύναται καὶ ἅμα νοεῖσθαι, ὡς τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν (ταῦτα γὰρ καὶ χωρὶς λεγόμενα δύναται καὶ ὡς ἓν νοεῖσθαι), περὶ τούτου, φησίν, ἄλλος λόγος. ἐρεῖ γὰρ ἐν τῷ μετὰ τοῦτο βιβλίῳ, καὶ ἐπὶ τούτῳ νῦν ὑπερτίθεται τὴν τούτου ζήτησιν. εἰπὼν δὲ πῶς δὲ τὸ ἅμα ἢ τὸ χωρὶς συμβαίνει νοεῖν ἄλλος λόγος, ἑρμηνεύει πῶς τὸ ἅμα καὶ χωρὶς εἴρηκε λέγων λέγω δὲ τὸ ἅμα καὶ χωρὶς ὥστε μὴ τὸ ἐφεξῆς ἀλλ’ ἕν τι γίγνεσθαι,2 τουτέστιν οὐχ ἅμα μὲν λέγω τὰ ἐφεξῆς, ὥσπερ ἡ Ἰλιάς (ἐφεξῆς γὰρ τῷ αʹ τὸ βʹ καὶ τὰ λοιπὰ ὁμοίως), μὴ ἅμα δὲ τὰ μὴ ἐφεξῆς, ἀλλὰ τὰ μὲν δυνάμενα ἓν γίνεσθαι λέγω ἅμα, τὰ δὲ μὴ δυνάμενα μὴ ἅμα. εἰπὼν δὲ ἀνωτέρω ὅτι τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος ἐπειδὴ παρὰ σύνθεσίν ἐστι καὶ διαίρεσιν, καὶ μεταξὺ ἐπεμβαλών τινα, ἐπήγαγε τὴν αἰτίαν τοῦ ὅπως παρὰ σύνθεσιν καὶ διαίρεσίν ἐστι τό τε ὡς ἀληθὲς ὂν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος διὰ τοῦ οὐ γάρ ἐστι τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ἐν τοῖς πράγμασιν. ὥστε ἡ τοῦ λόγου συνέχεια τοιαύτη τίς ἐστι· τὸ δὲ ὡς ἀληθὲς ὂν καὶ τὸ μὴ ὂν ὡς ψεῦδος ἐπειδὴ παρὰ σύνθεσιν καὶ διαίρεσίν ἐστιν· οὐ γάρ ἐστι τὸ ψεῦδος καὶ τὸ ἀληθὲς ἐν τοῖς πράγμασιν.
“因此,关于偶然的存在就且置不论吧;因为已经作了〈充分的〉规定。而作为真理的存在……” 在就偶然的存在谈完了就当前之需而言合宜谈说的所有内容之后,他说,偶然的存在应当且置不论;因为关于这件事情已经作了充分的规定。而既然真实的事物也被称为存在,虚假的事物也被称为非存在,他说,这取决于结合与分离。因为每当我们把属于某物的事态与该物结合在一起时,例如假若“就座”属于苏格拉底,而我们说“苏格拉底正坐着”,这个存在就被称为真实的存在,这是因为把所属于的事态结合于即断定于基底。但如果在他坐着时我们说“他没有坐着”,它就被称为虚假的非存在,这是因为把“就座”从苏格拉底那里错误地分离开即加以否定。因此,既然作为真理的存在与作为虚假的非存在取决于结合与分离,并且整体而言,也就是说,简而言之,作为真理的存在与作为虚假的非存在关涉矛盾对立的划分;因为真实的存在对于被结合者具有肯定,也就是说,当我们把述词真实地结合于被断定之物时,真实的存在便得以确立,而作为虚假的非存在则是在我们从基底错误地分离时发生的,并且总体而言这一划分的虚假引入了矛盾对立,也就是说它是矛盾对立的另一部分。但是,作为真理的存在是在我们把述词真实地联结于基底时发生的,而虚假则正相反。假若存在某些事物,它们虽被分开言说,却也能被同时思及,例如“动物”、“陆生”和“两足”(因为这些即便分开言说,也能作为一个事物而被思及),关于这一点,他说,属于另一项论述。因为在本书之后的卷中他将谈及此事,因此他现在推迟了对这一问题的探讨。在说了“但如何发生同时或分别思及,乃是另一项论述”之后,他解释了他如何使用了“同时”和“分别”,他说:“我说‘同时’和‘分别’,是指不产生相继之物而是产生某个单一之物”,也就是说,我说的“同时”并不是指相继的事物,正如《伊利亚特》那样(因为在卷一之后紧接着是卷二,其余卷亦然),而“非同时”也不是指非相继的事物;相反,能够成为单一之物的事物我称之为“同时”,而不能成为单一之物的事物我称之为“非同时”。他在上文说了“作为真理的存在与作为虚假的非存在既然取决于结合与分离”,并在其间插入若干内容之后,通过“因为虚假与真理并不在事物之中”这句话,补充说明了作为真理的存在与作为虚假的非存在如何取决于结合与分离的原因。因此,文意的前后连贯乃是如此:“另一方面,作为真理的存在与作为虚假的非存在既然取决于结合与分离;因为虚假与真理并不在事物之中。”
- 6.9τὸ δὲ σύνὅλον
作副词性用法,意为“整体而言”或“总的来说”,引出主句的陈述。其后紧跟的“τουτέστιν ὡς ἁπλῶς εἰπεῖν”(也就是说,简而言之)对其进行了转述,而整句的真正主语是“τὸ ὡς ἀληθὲς ὂν καὶ τὸ ὡς ψεῦδος μὴ ὄν”。
- 6.9ὥστε μὴ τὸ ἐφεξῆς ἀλλ’ ἕν τι γίγνεσθαι
由ὥστε接不定词构成的结果或规定从句,意为“以致产生……”或“在此种意义上使得……”。注解者借由此从句阐明亚里士多德所说的“同时(ἅμα)”指的不是单纯的时间或序列上的相继(τὸ ἐφεξῆς),而是构成一种本质上的单一整体(ἕν τι)。
