- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:455.20-456.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大疏解了亚里士多德关于因果回溯的论述:不仅从未来向现在回溯,而且从过去的事实(生物中构成元素的对立导致疾病和死亡)出发,也同样会归结于无时间的偶然原因。他还进一步指出,这种偶然原因在四因中应当归入作出的原因(动力因)。
εἰπὼν οὖν ὅτι καὶ οὕτως ἥξει εἰς ὃ νῦν ὑπάρχει, ἐπήγαγε παράδειγμα τοῦ εἰς ὃ νῦν ὑπάρχει τὸ ἀποθανεῖται εἰ ἐξέλθοι· τοῦτο δὲ ἂν ἄλλο· καὶ οὕτως ἥξει εἰς ὃ νῦν ὑπάρχει, καὶ τοῦτο εἰπὼν προστίθησι τὸ ἢ εἰς τῶν γεγονότων τι. δοκεῖ δὲ τὸ ἑπόμενον παράδειγμα, τὸ οἷον ἐὰν διψήσῃ· τοῦτο δὲ εἰ ἐσθίει δριμέα, τοῦ ἢ εἰς τῶν γεγονότων τι εἶναι,1 οὐκ ἔστι δὲ αὐτοῦ, ἀλλὰ τοῦ προτέρου ἐστὶ καὶ τοῦτο. ὃ δὴ καὶ συννενοηκὼς ἐπαναλαμβάνει πάλιν μετ’ ὀλίγον τὸν λόγον, ἵνα καὶ αὐτοῦ θήσει παράδειγμα,2 ὅταν λέγῃ ὁμοίως δὲ κἂν ὑπερπηδήσῃ τις εἰς τὰ γενόμενα. τὸ γὰρ γενόμενα καὶ τὸ γενομένων παρεληλυθότων εἰσὶ δηλωτικά. τέως δ’ οὖν εἰπὼν οἷον ἐὰν διψήσῃ, τοῦτο δ’ εἰ ἐσθίει δριμέα, ἐπήγαγε τοῦτο δὲ τὸ ἐσθίειν δριμέα ἢ ὑπάρχει ἢ οὐχ ὑπάρχει. τὸ δὲ ὥστε ἐξ ἀνάγκης ἀποθανεῖται ἢ οὐκ ἀποθανεῖται συμπέρασμά ἐστι τῶν εἰρημένων, ἴσον λέγων τῷ3 ὥστε τούτων οὕτως ἐχόντων, εἰ μὲν ἐξέλθοι πιεῖν, ἐξ ἀνάγκης ἀποθανεῖται, εἰ δὲ μὴ ἐξέλθοι, οὐκ ἀποθανεῖται. οὕτω ταῦτα εἰπὼν ἐπαναλαμβάνει, ὥσπερ εἴρηται, τὸν λόγον, καὶ τίθησι καὶ τῶν γεγονότων παραδείγματα. ὁμοίως δὲ κἂν ἀπὸ τῶν παρεληλυθότων ἄρξηταί τις καὶ πρὸς τὰ μέλλοντα καταντήσῃ, ἀλλὰ μὴ ἀπὸ τῶν μελλόντων, ὥσπερ καὶ πρότερον, καὶ ἐπὶ τὸν ἐνεστῶτα, τὸ αὐτὸ γενήσεται. ἤδη γὰρ τὸ γεγονὸς ὑπάρχει ἔν τινι. εἰ δὴ ἀπὸ τούτου ἀρξόμεθα, ὡς εἴρηται, ἥξομεν ἐπὶ τὸ νῦν, ὅπερ ἔσται κατὰ συμβεβηκὸς αἴτιον. ἀλλὰ τί ποτέ ἐστι τὸ ἤδη γὰρ γεγονὸς ὑπάρχει ἔν τινι; ἢ τὸ τὰ στοιχεῖα εἶναι ἐν τῷ ζῶντι· ἐπειδὴ γὰρ ἤδη ζῇ, ὑπάρχει ἐν αὐτῷ τὰ στοιχεῖα. ὅδε οὖν ζῇ, ὅτι τὰ ἐναντία πῦρ καὶ γῆ καὶ τὰ μεταξὺ ἐν τῷ αὐτῷ γέγονε· καὶ εἰ τοῦτο, ἀποθανεῖται. ἐξ ἀνάγκης ἄρα τὸ ἐξ ἐναντίων γεγονὸς ἀποθανεῖται. ἀλλὰ τὸ αἴτιον τοῦ θανάτου ἄδηλον, διότι ἐστὶ κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ αὑτό· ἐνδέχεται γὰρ καὶ νόσῳ καὶ βίᾳ ἀποθανεῖν. ἔσται δὴ ὁ λόγος, ἵνα πάλιν ἐπαναλάβωμεν, τοιοῦτος· ὁδὶ ἀποθανεῖται, ὅτι τὰ ἐναντία ἐν αὐτῷ γέγονεν· ἀποθανεῖται δὲ εἰ νοσήσει· ἕπεται γὰρ τοῖς ἐξ ἐναντίων οὖσι διὰ τὴν τούτων μάχην τὸ νοσεῖν· νοσήσει δὲ φέρε εἰπεῖν ὕδρωπα, τοῦτο δὲ ἢν ὕδωρ πίῃ· ὥστε εἰ πίοι ὕδωρ ὕδρωπι περιπεσεῖται, τοῦτο δὲ παθὼν θανεῖται. καὶ ἔστι τὸ ὕδωρ πιεῖν αἴτιον τοῦ ὕδρωπος, ὥσπερ καὶ οὗτος τοῦ θανεῖν, ἀλλ’ οὐ καθ’ αὑτό· ἐνδέχεται γὰρ καὶ μὴ πιόντα ὕδωρ ὕδρωπα νοσῆσαι. ταῦτα οὖν ἐστιν ἅπερ ἀνωτέρω ἐπηγγειλάμεθα εἰπεῖν παραδείγματα περὶ τοῦ ὅπως νόσῳ θανεῖται· εἴρηται δὲ ἀνωτέρω καὶ βίᾳ, ἦν δὲ τὸ ὑπὸ πολεμίων κρατηθῆναι. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι οὐκ ἐπ’ ἄπειρον βαδίζομεν ἄλλο ἄλλου αἴτιον ἀποδιδόντες, ἀλλὰ καταντῶμεν εἴς τι αἴτιον, οἷον τὸ δριμέα φαγεῖν, καὶ ἀρχὴν ἧς οὐκ ἔστιν ἄλλο αἴτιον· καὶ ἔστιν αὕτη ἀρχὴ τοῦ ὁπότερ’ ἔτυχε, λέγω δὴ τοῦ ἀποθανεῖν. εἰ μὲν γὰρ ἐξέλθῃ, θανεῖται, εἰ δὲ μή, οὐ θανεῖται· ἐστὶ δὴ τοῦ ὁπότερ’ ἔτυχεν, ἤτοι τοῦ συμβεβηκότος, καὶ τὸ αἴτιον κατὰ συμβεβηκός· συνέβη γὰρ δριμέα φαγόντα διψῆσαι. ταῦτα εἰπὼν λέγει ὅτι τὸ τοιοῦτον αἴτιον, λέγει δὲ τὸ κατὰ συμβεβηκός, πότερον ὑλικὸν χρὴ λέγειν ἢ τελικὸν ἢ κινητικὸν ἤτοι ποιητικόν; καὶ ἐρωτήσας οὐκ ἐπικρίνει διὰ τὸ δῆλον εἶναι ὅτι τοῖς ποιητικοῖς αἰτίοις συναριθμεῖν αὐτὸ χρὴ καὶ οὐδενὶ τῶν ἄλλων.
因此,在说了“并且由此它将达到现在所存在的事态”之后,他补充了现在所存在的事态的例证:“如果他走出去,他就会死;而这件事情如果另一件事情发生就会发生;并且由此它将达到现在所存在的事态”,说了这话之后,他又补充了“或者达到某些已经发生的事态”这一句。然而,接下来的例证——“例如,如果他口渴;而这件事情如果他吃辛辣食物就会发生” ——似乎是“或者达到某些已经发生的事态”的例证,但它并不属于它,而是这也属于前者。正是意识到了这一点,他为了也给它本身举出例证,在不久之后当他说“同样,即使有人跳跃到已经发生的事态”时,又重新回到了该论述。因为“已经发生的事态(γενόμενα)”和“已经发生的事态的(γενομένων)”指代的是过去的事情。无论如何,他当时在说了“例如,如果他口渴,而这件事情如果他吃辛辣食物就会发生”之后,接着补充道:“而吃辛辣食物这件事情,要么存在,要么不存在。”而“因此出于必然他要么死要么不死”这句话乃是所说诸事的结论,等同于他说:“因此在这些条件如此具备的情况下,如果他为了饮水而走出去,他出于必然就会死;但如果他不走出去,他就不会死。” 这样说了这些之后,正如所言,他重新回到了该论述,并且也提出了已经发生之事的例证。同样,如果有人从过去的事态出发而达到未来的事态,而不是像先前那样从未来的事态出发而向着现在的事态,也会产生同样的结果。因为“已经发生的事态已经存在于某物之中”。因此,正如所言,如果我们从这一点出发,我们将达到“现在”,而这将是一个偶然的原因。但是,“因为已经发生的事态已经存在于某物之中”究竟是什么意思呢?抑或是指诸元素存在于活物之中?因为既然它已经在活着,诸元素就存在于它之中。因此,这个人之所以活着,是因为相互对立者——火与土以及居间者——在同一事物中产生了;而如果有这种情况,他就会死。因此,由相互对立者产生的事物必然会死。但是死亡的原因是不显明的,因为它是偶然的而非本然的;因为因病而死和因暴力而死都是可能的。因此,为了让我们再次重述,该论述将是如此:这个人将会死,是因为相互对立者在他之中产生了;但是如果他生病,他就会死,因为生病由于相互对立者的争斗而伴随着由对立者构成的事物;比方说他会患上水肿,而这如果他饮水就会发生;因此如果他饮水,他就会陷入水肿,而遭受此疾后他就会死。饮水是水肿的原因,正如水肿是死亡的原因一样,但并非本然的原因;因为即使没有饮水,也可能患上水肿。因此,这些就是我们上面所许诺要讲的关于他如何因病而死的例证;而上面也讲了因暴力[而死],那就是被敌军捕获。 因此,由所说诸事显而易见,我们并不是通过把一个原因归于另一个原因而走向无穷,而是归结于某种原因,例如吃辛辣食物,并且归结于一个不存在其他原因的始元;而这正是何者皆可发生之事——我是指死亡——的始元。因为如果他走出去,他就会死;如果不走出去,他就不会死;因此对于何者皆可发生之事,即偶然之事,其原因也是偶然的;因为吃了辛辣食物之后口渴是偶然发生的。说了这些之后,他说,对于这样的原因——他是指偶然的原因——应当称之为质料的、目的的,抑或动者的即作出的原因?虽然作了发问,但他并没有作出断定,因为显而易见的是,应当将它归入作出的原因之中,而不能归入其他任何原因之中。
- 6.8τοῦ ἢ εἰς τῶν γεγονότων τι εἶναι
带冠词不定式属格短语 τοῦ ... εἶναι 作表语性属格使用,表示归属或例证(“是……的例证”),与主语 τὸ ἑπόμενον παράδειγμα 相应。在紧接着的分句(οὐκ ἔστι δὲ αὐτοῦ, ἀλλὰ τοῦ προτέρου ἐστὶ)中,单用属格 αὐτοῦ 与 τοῦ προτέρου 同样充当表语。
- 6.8ἵνα καὶ αὐτοῦ θήσει παράδειγμα
在由 ἵνα 引导的目的从句中,使用了将来时直陈式 θήσει 而非古典时期的虚拟式。这是后世希腊语散文中可见的用法,表达意图与目的:“为了他也提出关于它本身的例证”。
- 6.8ἴσον λέγων τῷ
分词 λέγων 在语法上修饰前面所指的主语(亚里士多德),阐释所引语句的含义,意为“相当于他在说……”。与格 τῷ 受形容词 ἴσον 支配,引出其后整个条件结构(ὥστε τούτων οὕτως ἐχόντων...)作为等同的内容。
